Σελίδες

Παρασκευή 23 Δεκεμβρίου 2011

ΠΡΟΦΗΤΗΣ ΗΣΑ'Ι'ΑΣ-ΤΟ ΟΡΑΜΑ ΚΑΤΑ ΤΗΣ ΒΑΒΥΛΩΝΟΣ

Ορασις, ἣν εἶδεν ῾Ησαΐας υἱὸς ᾿Αμώς, κατὰ Βαβυλῶνος. 2 ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες. 3 ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς· [ἡγιασμένοι εἰσί, καὶ ἐγὼ ἄγω αὐτούς]. γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. 4 φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ 5 ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ᾿ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. 6 ὀλολύζετε, ἐγγὺς γὰρ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ Θεοῦ ἥξει· 7 διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. 8 καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. 9 ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. 10 οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ ᾿Ωρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. 11 καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. 12 καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. 13 ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων σαβαὼθ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. 14 καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν ἑαυτοῦ διώξεται. 15 ὃς γὰρ ἂν ἁλῷ, ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσί, μαχαίρᾳ πεσοῦνται· 16 καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ράξουσι καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. 17 ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ ἀργύριον οὐ λογίζονται, οὐδὲ χρυσίου χρείαν ἔχουσι. 18 τοξεύματα νεανίσκων συντρίψουσι καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. 19 καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα· 20 οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν ῎Αραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσονται ἐν αὐτῇ· 21 καὶ ἀναπαύσονται ἐκεῖ θηρία καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου, καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται, 22 καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν· ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.ΣΗΜ.Η Βαβυλώνα παρότι καταστράφηκε κατά τους αρχαίους χρόνους ξανακτίστηκε από τον Σαντάμ Χουσε'ί'ν σε απόσταση περίπου 180χλμ.από την Βαγδάτη πάνω στα ερείπια της Παλαιάς πόλης.Χαλδαία είναι το σημερινό κράτος του Κουβέ'ι'τ που οι Ιρακινοί τα θεωρούν δικό τους έδαφος.