Σάββατο, 28 Ιανουαρίου 2012

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΤΟΜΟΣ Β’

ΣΥΝΕΧΕΙΑ........... Ὁ δέ ἀπόστολος, «τίς ἀσθενεῖ καί οὐκ ἀσθενῶ;» φησί, «τίς σκανδαλίζεται καί οὐκ ἐγώ πυροῦμαι;» Ἆρ᾿ οὖν οὐ κοινή ἐνέργεια ταῦτα τοῦ τε σώματος καί τοῦ τῆς ψυχῆς παθητικοῦ; Πρός κακοῦ τοίνυν αὐτήν νομιοῦμεν καί ἐπί βλάβῃ τῆς ψυχῆς; Καί μήν τοῦτό ἐστι δεῖγμα ἀκριβές τοῦ τόν πλησίον ἀγαπᾶν ὡς ἑαυτόν, ὅ δευτέρα μέν ἔστιν ἐντολή Θεοῦ, ὁμοία δέ κατά τό θεοπαράδοτον λόγιον τῇ πρώτῃ καί μεγάλη ἐντολῇ. Διόπερ ὁ αὐτός ἀπόστολος Ρωμαίοις γράφων, «λύπη μοί ἐστι», φησί, «μεγάλη καί ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπέρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατά σάρκα». Ὁρᾷς τό παθητικόν ζῶν καί ἐνεργόν τῆς ἀπαθοῦς καί θεοειδοῦς ἐκείνης ψυχῆς; Εἰ δέ ἀδιαλείπτως ἐκείνῃ προσηύχετο (σελ. 394) καί ἀδιαλείπτως ὠδυνᾶτο, συνυπάρχουσαν ἄρ᾿ εἶχεν ἐν ἑαυτῷ τῇ προσευχῇ τήν ὀδύνην τῆς ψυχῆς˙ ὅτι δέ οὐ συνυπάρχουσαν μόνον ἀλλά καί συνεργοῦσαν, ἔδειξεν ὁ αὐτός διά τῆς κατασκευῆς ἐκεῖ˙ «ηὐχόμην γάρ», φησίν, «αὐτός ἐγώ ἀνάθεμα εἶναι ἀπό Χριστοῦ ὑπέρ τῶν ἀδελφῶν μου»˙ καί ἀλλαχοῦ, «ἡ εὐδοκία τῆς καρδίας μου καί ἡ δέησις ἡ πρός τόν Θεόν ὑπέρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν»˙ πάντως διά τήν ὑπέρ αὐτῶν μεγάλην ἐκείνην λύπην καί ἀδιάλειπτον ὀδύνην τῆς ψυχῆς. Πῶς οὖν ἀπάθειαν ἡγησόμεθα τήν τοῦ παθητικοῦ καθ᾿ ἕξιν νέκρωσιν; Ἀλλ᾿ ὡς ἔοικεν, ὁ φιλόσοφος περί μέν ἀπαθείας ἤκουσέ τε καί ἐφαντάσθη, τήν δέ ἀναλγησίαν οὐκ ἀκήκοε πρός κακοῦ τε οὖσαν καί πρός τῶν πατέρων κακιζομένην. Ἔστιν οὖν ἄλγος ἀγαθόν, τό τῇ ἀναλγησίᾳ ταύτῃ ἀντικείμενον, καί κοιναί ψυχῆς καί σώματος ἐνέργειαι λυσιτελοῦσαι, μᾶλλον δέ τελειοῦσαι τήν ψυχήν, εἴπερ διά τηρήσεως τῶν θείων ἐντολῶν ἡ τελείωσις αὐτῇ προσγίνεται. Εἰ δέ τοῦ σώματός ἐστι τοιαῦτα ἔργα, πόσῳ μᾶλλον τοῦ τῆς ψυχῆς παθητικοῦ, ὅ ἀμέσως συνάπτεται τῷ νῷ˙ τό γάρ σῶμα διά μέσου τούτου τήν πρός τόν νοῦν ἴσχει συναφήν. Ὁ δέ φιλόσοφος ὅμοιόν τι ποιεῖ, ὥσπερ ἄν εἴ τις ἀκούσας τοῦ Θεοῦ προστάττοντος «σχολάσατε καί γνῶτε ὅτι ἐγώ εἰμι Θεός», εἶτα τούς σχολάσαντας τοῖς θείοις τά θεῖα καί πνευματικά ἐργαζομένους θεώμενος, μέμφοιτο λέγων “σχολάσατε, εἶπεν ὁ Θεός, ὑμεῖς δέ, ἐνεργεῖν σπεύδοντες, πλανᾶσθε”. «Νεκρώσατε» γάρ, φησί καί ὁ ἀπόστολος, «τά μέλη τά ἐπί τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν πάθος κακόν καί τήν πλεονεξίαν». Ἀκούεις τίνας δεῖ τῶν σωματικῶν ἐνεργειῶν νεκροῦν; Πορνείαν, ἀκαθαρσίαν καί ἁπλῶς πάσας τάς γηΐνας. Ποῖον δέ πάθος; Τό κακόν, ἀλλ᾿ οὐχί τάς διά τοῦ σώματος τελουμένας ἐνεργείας τοῦ Πνεύματος, οὐδέ τά θεῖα καί μακάρια πάθη, οὐδέ τάς πρός ταῦτα πεφυκυίας δυνάμεις τῆς ψυχῆς˙ «τό ἐπιθυμητικόν» γάρ, φησί, «τετάσθω σοι πᾶν (σελ. 396) πρός Θεόν, ὁ θυμός ἔστω σοι κατά μόνου τοῦ ὄφεως». Πῶς οὖν νενεκρωμέναι αἱ δυνάμεις αὗται τῆς ψυχῆς, εἰ κινηθείη τις τούτων πρός τήν θείαν ἀνάτασιν ἐν ταῖς πρός τόν Θεόν εὐχαῖς ἤ διεγερθείη κατά τοῦ ὄφεως ἐν ταῖς ἀτόποις προσβολαῖς; Πῶς δέ ἀσφαλῶς ἔσται λέγων ὁ φιλόσοφος; «Τί δαί; Αἴσθησιν μέν καί φαντασίαν ἀτιμάσομεν προσευχόμενοι, τό δέ παθητικόν τῆς ψυχῆς ἐνεργεῖν κατά τινα τῶν ἑαυτοῦ δυνάμεων δεξόμεθα; Ἤ πολλῷ μᾶλλον οὐδέ τοῦτο; Αἱ γάρ τούτου ἐνέργειαι μάλιστα πάντων ἐκτυφλοῦσι καί κατορύττουσι τό θεῖον ὄμμα». Βαβαί˙ πῶς κατορύττει τό θεῖον ὄμμα τό πρός τά πονηρά μῖσος καί ἡ πρός Θεόν καί τόν πλησίον ἀγάπη; Καί ταῦτα γάρ τοῦ παθητικοῦ εἰσιν ἐνέργειαι˙ ταύτῃ γάρ τῇ δυνάμει τῆς ψυχῆς ἀγαπῶμέν τε καί ἀποτρεπόμεθα, οἰκειούμεθά τε καί ἀλλοτριούμεθα, καθάπερ καί τῷ λογιζομένῳ τῆς ψυχῆς, κατά τόν σοφόν Συνέσιον, ἀπαινοῦμεν τε καί μεμφόμεθα. Νέκρωσις ἄρ᾿ οὖν ἐστι τοῦ λογιστικοῦ θείοις θεωρήμασιν ἐνασχολεῖσθαι καί Θεῷ τόν ὕμνον καί τήν εὐχαριστίαν ἀναπέμπειν καί τούτῳ διά τῆς συνεχοῦς κολλᾶσθαι μνήμης; Ἤ τοῦτό ἐστιν ἡ ὄντως ζωή καί ἀληθής ἐνέργεια τοῦ νοῦ; Τόν αὐτόν ἄρα τρόπον οὐδέ τό παθητικόν νεκροῦσιν οἱ ἐρασταί τῶν καλῶν, κατακλείσαντες ἀργόν καί ἀκίνητον ἐν ἑαυτοῖς, οὐδέ γάρ ἄν σχοῖεν ὅτῳ ἄν ἐρῷεν τοῦ ἀγαθοῦ καί μισοῖεν τόν πονηρόν, οὐδέ δι᾿ οὗ τοῦ μέν ἀλλοτριωθεῖεν, οἰκειωθεῖεν δέ τῷ Θεῷ. Τοῦτο δέ νεκροῦσι, τήν πρός τά πονηρά σχέσιν τῆς δυνάμεως ταύτης ὅλην μετατιθέντες ἐπί τήν πρός Θεόν ἀγάπην, κατά τήν πρώτην καί μεγάλην ἐντολήν˙ «ἀγαπήσεις» γάρ, φησί, «Κύριον τόν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου», ταὐτόν δ᾿ εἰπεῖν τήν δυνάμεώς σου˙ ποίας δυνάμεως ὅλης; Δῆλον ὅτι τοῦ παθητικοῦ˙ τοῦτο γάρ ἐστι τό τῆς ψυχῆς φιλοῦν. Τοῦτο δή διατεθέν οὕτω καί τάς ἄλλας τῆς ψυχῆς (σελ. 398) δυνάμεις τῶν γηΐνων ἀπανίστησι καί ἀνατείνει πρός Θεόν˙ τοῦτο διατεθέν οὕτω καί τῇ προσευχῇ τό εἰλικρινές πορίζει καί τόν νοῦν οὐκ εἴργει, ἀλλά καί συμπράττει διά τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τόν Θεόν˙ τοῦτο διατεθέν οὕτω καί σαρκός ὑπερφρονεῖν καί τά κατ᾿ αὐτήν ἄλγη ρᾷον φέρειν τοῖς ὑπέρ τοῦ ὄντως ἐφετοῦ πάσχουσι παρέχει˙ δι᾿ αὐτοῦ γάρ ἐκείνῳ τῷ φίλτρῳ κατ᾿ ἄκρας ἁλόντες καί οἷον ἐπαναστάντες τῆς σαρκός, τῇ δι᾿ εὐχῆς καί ἀγάπης πρός τό θεῖον Πνεῦμα κοινωνία, τά σαρκός ταῦτα πάθη κατά μόνον τό κρίνειν αἰσθανόμενοι, διαγίνονται. Καί τί δεῖ πλείω τούτων γράφειν; Δῆλον γάρ ἐστι πᾶσιν, εἰ μή καί τῷ σοφῷ τούτῳ γέγονε σαφές, ὡς «σταυρῶσαι τήν σάρκα σύν τοῖς παθήμασι καί ταῖς ἐπιθυμίαις» προσετάγημεν, οὐχ᾿ ἵν᾿ ἡμᾶς αὐτούς διαχειρισώμεθα, πᾶσαν σώματος ἐνέργειαν καί ψυχῆς δύναμιν νεκρώσαντες, ἀλλ᾿ ὡς ἄν τῶν μέν φαύλων ὀρέξεών τε καί πράξεων ἀποσχώμεθα καί τήν ἀπ᾿ αὐτῶν φυγήν ἀνεπίστροφον ἐπιδειξώμεθα, γενώμεθα δέ τῶν ἐπιθυμιῶν τοῦ πνεύματος ἄνδρες, κατά τόν Δανιήλ, τελείῳ φρονήμασι ζῶντες ἐν αὐταῖς καί κινούμενοι καί ἀνδρικῶς ἀεί χωροῦντες εἰς τό πρόσῳ, κατά τόν ἀπό Σοδόμων ἐξιόντα Λώτ, ὅς ἀεί προβαίνων καί ἀκίνητος πρός τά ὀπίσω μένων ζῶντα ἑαυτόν διετήρησε, τῆς εἰς τοὐπίσω στραφείσης συζύγου νεκρωθείσης. Ὅτι μέν οὖν ζῶν ἔχουσι καί τά κρείττω ἐνεργοῦν, ἀλλ᾿ οὐ νεκροῦσιν οἱ ἀπαθεῖς τό τῆς ψυχῆς παθητικόν, ἱκανῶς οἶμαι δεδειγμένον εἶναι. Νῦν δ᾿ ἴδωμεν πῶς ὁ φιλόσοφος οὗτος, καίτοι τήν ἑαυτοῦ πολύνοιαν πᾶσαν ἐπαφείς ταῖς εἰσαγωγικαῖς εἰς προσευχήν εἰσηγήσεσι τοῦ σεπτοῦ Νικηφόρου, ὅμως τοῦ συκοφαντῆσαι διαστρέψαι καί διαβαλεῖν πλέον ἴσχυσεν οὐδέν, ἑαυτόν καί τούς οἰκείους λόγους, ἀλλ᾿ οὐχί τόν ὅσιον ἐκεῖνον, διά τῶν συκοφαντιῶν τούτων λυμηνάμενος. Πρῶτον μέν οὖν ἀρχόμενος τοῦτο τοῦ ἀνδρός καταψεύδεται, τό πρῶτον αὐτόν (σελ. 400) παραδεδωκέναι λέγειν τάς τοιαύτας τῶν εἰσηγήσεων, ἅς ὑβρίζων εἰσπνοάς ἐκάλεσε˙ πολλοῖς γάρ χρόνοις πρότερον ταῦτα προεισηγήσαντο πνευματικοί ἄνδρες ἕτεροι καί ρήμασι καί νοήμασι σχεδόν τοῖς αὐτοῖς, κἀν τοῖς τῶν πατέρων ἁπάντων λόγοις πολλάς ἄν εὕροι τις φωνάς συμμαρτυρούσας αὐταῖς, οἷάπερ ἐστι καί ἡ διά λόγων ἡμῖν τήν πνευματικήν Κλίμακα τεκντηναμένου˙ «Ἰησοῦ» γάρ, φησί, «μνήμη κολληθήτω τῇ πνοῇ σου καί τότε γνώσῃ ἡσυχίας ὠφέλειαν». Μετά τοῦτο, «βίαζε τόν νοῦν σου» λέγοντος τοῦ ὁσίου ἐκείνου «μετά τοῦ εἰσπνεομένου πνεύματος εἰς τήν καρδίαν εἰσελθεῖν» (τουτέστι κολληθῆναι τούτῳ καί τά ἐν καρδίᾳ σκοπεῖν, κατά τόν μέγαν Μακάριον˙ «ἡ καρδία» γάρ, φησίν, «ἡγεμονεύει ὅλου τοῦ ὀργάνου καί, ἐπειδάν κατάσχῃ τάς νομάς τῆς καρδίας ἡ χάρις, ἡγεμονεύει πάντων τῶν μελῶν καί τῶν λογισμῶν˙ ἐκεῖ τοίνυν χρή σκοπεῖν, εἰ ἐνέγραψεν ἡ χάρις τούς τοῦ Πνεύματος νόμους»), ἐκείνου τοίνυν τοῖς μεγάλοις τούτοις παντάπασι συμφθεγγομένου, πάλιν οὗτος διά συκοφαντίας ἐπηρεάζει καί, διελών ἀπό τοῦ ”νοῦ” τό “βίαζε” τῷ εἰσπνεομένῳ συνείρει Πνεύματι, καί συκοφαντικῶς οὕτω διαφθείρας μετά τῶν ρημάτων καί τήν διάνοιαν, εἶτα κατά τῶν βιαίων εἰσπνοῶν πολύς αὐτός πνεῖ, τῶν ἀτοπωτάτων οὖσας ἀποδεικνύς. Ἀλλά καί νοῦν ἐκείνου λέγοντος τάς ἐνεργείας τοῦ νοῦ καί χρῆν εἶναι διά τῶν αἰσθήσεων ταύτας ἔξω χεομένας ἐπανάγειν καί παρασκευάζειν εἴσω νεύειν τούς προσευχῆς ἐπιμελουμένους, ὁ φιλόσοφος νοῦν αὐτόν αὖθις συκοφαντεῖ λέγειν τήν οὐσίαν τοῦ νοῦ˙ καί γάρ οὕτω πολλῶν εὐπορῆσαι τόπων κατά τῶν ὁσίων φωνῶν ὑπενόησεν. Ἡμῶν δ᾿ αὖθις τἀληθές διευκρινούντων, αὐτός ἀντιπεῖν οὐκ ἔχων, «ἔστωσαν», φησίν, «οἱ ἡμέτεροι λόγοι διδασκαλία πρός τούς ὑπό τοῦ φαινομένου ἀτόπου παρακρουσθέντας ἄν». Καί σύ τοίνυν ὁ διδάσκων ἅ μή συνῆκας, φαίη τις ἄν πρός τόν τοιοῦτον διδάσκαλον, παρεκρούσθης ἤ οὔ; (σελ. 402) Παρακρουσθείς μέν γάρ, πῶς ἀξιοῖς κατ᾿ αὐτό διδάσκαλος εἶναι τοῦ διδάξοντος δεηθείς καί μαθών παρ᾿ ἡμῶν τήν ἀλήθειαν, μή παρακρουσθείς δέ, πῶς ὑβρίζεις ἀπό τοῦ κατά σέ φαινομένου τόν μηδέν ἄτοπον διανοούμενον, καί ταῦτ᾿ οὐχ ὅτι κακῶς ἐξεῖπεν, ἀλλά κακῶς ἐνενόησεν; Εἰ γάρ ἄμφω κακῶς ἐκεῖνος, πῶς ἄν σύ, κατήγορος ὤν, τό νοούμενον παραδραμών, κατά μόνου τοῦ φαινομένου ἐχώρησας; Ἔδει τοίνυν, εἴπερ ἐφυλάξω τήν ἀπό τῶν ρημάτων ἀπάτην αὐτός καί τοῖς ἄλλοις φυλάττεσθαι παρηγγύας, τήν τε διάνοιαν καί τόν πατέρα τῆς διανοίας ἐν ἐπαίνῳ τίθεσθαι καί τῶν ρημάτων ἐκείνων οὐ κατήγορον, ἀλλ᾿ ἐξηγητήν ποιεῖν σαυτόν. Εἰ γάρ τοῦτό τις ὑπολογιζόμενος, ὅτι πρός τό φαινόμενον ἀπαντᾷ, καταλογογραφήσειε τοῦ ἐντελλομένου τήν τοῦ σώματος νέκρωσιν, ὡς αὐτόχειρας γίνεσθαι τούς ἀνθρώπους διδάσκοντος, ἆρ᾿ ἄν αὐτός ἐξαιρήσῃ τοῦτον, εἰ μή μεταβουλεύσαιτο τῆς μετά τῶν ἀντιθέων καταδίκης; Οὐκ ἔγωγε οἶμαι. Τί δ᾿ ὅτε Βασίλειος ὁ μέγας (ἵνα παραπλησίῳ τοῖς ὑπό σοῦ κατηγορουμένοις παραδείγματι χρήσωμαι), τί τοίνυν ὅθ᾿ οὗτος εἶπε τόν νοῦν ἔξω διαχεῖσθαι καί ἐπανάγεσθαι πάλιν, κακῶς ἐροῦμεν αὐτόν ὡς τήν τοῦ νοῦ ἀμετάβατον οὐσίαν διαχεῖσθαι λέγοντα καί τήν μηδέποτε ἑαυτόν ἀπολείπουσαν ἐπανάγεσθαι, ἤ νοῦν νοήσομεν αὐτόν λέγειν τάς μεταβατικάς αὐτοῦ ἐνεργείας, αἵ δή ποτέ εἰσιν αὗται; Ἀλλ᾿ ὁ φιλόσοφος ἀπό τοῦ φαινομένου κατηγορεῖν ὑπό τῶν ἐμῶν λόγων ἐξελεγχόντων εἰρχθείς καί κατά τοῦ νοουμένου ὅλος χωρῆσαι προθυμηθείς, κατά τε τῶν ὑπέρ τοῦ σεπτοῦ ἀνδρός ἐκείνου γεγραμμένων ἡμῖν τόν ἀγῶνα μετασκευάσας αὑτῷ, τῆς συκοφαντικῆς αὐτοῦ κἀνταῦθα τέχνης οὐκ ἐπιλέληστο, μᾶλλον δ᾿ ἐπιλελῆσθαί πως οὐκ ἐδυνήθη. Πῶς γάρ ἀντειπεῖν τοῖς διά τήν ἐνοῦσαν ἀλήθειαν ἀντιρρήτοις οὖσιν ἔσχεν ἄν καί δυσσεβείας ἔγκλημα προστρίψαι τοῖς εὐσεβέσι, μή τήν συκοφαντίαν τούτοις ἐνείρας; Ἡμῶν τοίνυν πρῶτον σαρκικόν λογιστικόν ὄργανον τήν καρδίαν εἰπόντων, (σελ. 404) κατά τόν μέγαν Μακάριον, οὗ καί τάς τοῦτο δηλούσας ρήσεις ἐκεῖ προὐθέμεθα, τό “σαρκικόν” ἀπαλείψας οὗτος καί τόν Νύσσης θεῖον Γρηγόριοιν παραγαγών λέγοντα τῷ λεπτῷ καί φωτοειδεῖ τῆς αἰσθητικῆς φύσεως ἀνακίρνασθαι τήν νοεράν οὐσίαν, ἀκολούθως μέν συνάγει τούτῳ καί ὡς ὀργάνῳ πρώτῳ χρῆσθαι φάναι τόν ἅγιον, ἀνακολούθως δέ τοῖς ὑφ᾿ ἡμῶν λεγομένοις ἐπιτίθεται, λέγων ἐναντίως ἔχειν ταῦτα τοῖς τοῦ ἁγίου ρήμασι, φάσκοντα τήν καρδίαν, ἀλλ᾿ οὐ τό φωτοειδές ἐκεῖνο, πρῶτον ὄργανον λογιστικόν. Ἀλλ᾿ εἰ τό “σαρκικόν” προσθείης, ὦ σοφιστά, καθάπερ εἰρήκαμεν ἡμεῖς, μακράν ποιήσεις τήν διαβεβλημένην ἐναντιότητα καί συμφώνως ὄψει τούς ἁγίους ἀλλήλοις καί ἡμᾶς αὐτοῖς ὑπ᾿ αὐτῶν δεδιδαγμένους˙ οὐ γάρ ἐστι σάρξ τό τῆς ἀνθρωπίνης αἰσθήσεως φωτοειδές. Ἀλλά καί ἑτέραν ἐπενόησε τῶν ἡμετέρων ρημάτων πρός τόν Νύσσης ἐναντίωσιν, ὡς, ἐπεί φαμεν ὄργανον μέν ὀργάνων τήν καρδίαν ἐν σώματι, χρῆσθαι δέ τόν νοῦν δι᾿ αὐτῆς τούτῳ τῷ ὀργάνῳ, γνωστήν δείκνυμεν οὖσαν τήν τοῦ νοῦ καί τοῦ σώματος ἕνωσιν, παρ᾿ ἐκείνου λεγομένην ἀπερινόητον. Τί γοῦν ἐκεῖνος, ὅταν λέγῃ προσφυῆναι μέν τῷ αὐξητικῷ τό τό αἰσθητικόν, μέσως ἔχοντι τῆς τε νοερᾶς καί ὑλωδεστέρας οὐσίας, εἶτα πρός τό τοῦ αἰσθητικοῦ λεπτομερέστερον τήν ἀνάκρασιν γίνεσθαι τοῦ νοῦ καί τούτῳ ὡς ὀργάνῳ πρώτῳ χρῆσθαι καί δι᾿ αὐτοῦ τῷ σώματι; Ἆρ᾿ οὐ μᾶλλον ἡμῶν καί πολλῷ μᾶλλον γνωστόν καί ρητόν ἐποιήσατο τόν τρόπον τῆς τοῦ νοῦ πρός τό σῶμα συναφείας; Πῶς οὖν λέγει ταύτην ἀνεπινόητον καί ἀνέκφραστον; Ἄρα καί αὐτός ἀντιλέγειν ἑαυτῷ τῇ σῇ σοφίᾳ δοκεῖ. Καί πῶς οὐ κατά σέ, εἴπερ σεαυτῷ γοῦν ἕπεσθαι γινώσκεις; Ἀλλ᾿ ἐγᾦμαι ὡς ἐπαφήν μέν ἐπί (σελ. 406) τῶν τοιούτων καί χρῆσιν καί ἀνάκρασιν, τίς δέ αὕτη καί πῶς ἄν τελεσθείη νοερᾶς φύσεως πρός σωματοειδές ἤ σῶμα, νοῆσαί τε καί φράσαι κοινῇ πᾶσιν ἀμήχανον ἀνθρώποις. Οὕτω σφίσι τε αὐτοῖς καί ἀλλήλοις ὁμολογοῦσιν οἱ πατέρες καί ἡμεῖς αὐτοῖς. Σύ δ᾿ ὁ ταῖς ἀντιθέσεσι χαίρων, ὡς ἔοικε, κἀκείνους ἀντικεῖσθαι δοκεῖν ἐφίεσαι, διό καί ἡμῖν ἀντίκεισαι, συμφθεγγομένους αὐτούς ἀλλήλοις δεικνύσι. Τοῦ γάρ μεγάλου Μακαρίου τῇ τῆς χάριτος ἐνεργείᾳ διαδαχθέντος καί ἡμᾶς διδάσκοντος εἶναι τόν νοῦν ἐν τῇ καρδίᾳ καί τούς λογισμούς πάντας τῆς ψυχῆς, ὡς ἐν ὀργάνῳ, τοῦ δέ Νύσσης μή εἶναι ἐντός τοῦ σώματος τοῦτον, ὡς ἀσώματον, ἡμεῖς εἰς ἕν τά δοκοῦντα διαφέρειν ταῦτα συνάγοντες ἀμφότερα καί μή ἐναντίως ἔχοντα δεικνύντες, εἰ καί μή ἔνδον ἐστί, φαμέν, κατά τόν Νύσσης Γρηγόριον ὡς ἀσώματος ὁ νοῦς, ἀλλά καί ἐντός ἐστιν, ἀλλ᾿ οὐκ ἐκτός τοῦ σώματος, ὡς συννημένος τούτῳ καί πρώτῳ σαρκικῷ ὀργάνῳ τῇ καρδίᾳ χρώμενος ἀφράστως κατά τόν μέγαν Μακάριον. Ἐπεί τοίνυν κατ᾿ ἄλλο μέν ἐκεῖνος οὐκ ἔνδον εἶναι λέγει, κατ᾿ ἄλλο δέ οὗτος ἔνδον, ἥκιστα πρός ἀλλήλους διαφέρονται˙ καί γάρ οὐδ᾿ ὁ λέγων μή ἐν τόπῳ τό θεῖον εἶναι, ᾗ ἀσώματον, ἀντίκειται τῷ ἔνδον γενέσθαι ποτέ τόν τοῦ Θεοῦ λόγον λέγοντι παρθενικῆς καί παναμώμου μήτρας, ὡς ἐκεῖ συνημμένον ὑπέρ λόγον τῷ καθ᾿ ἡμᾶς φυράματι διά φιλανθρωπίαν ἄφατον. Σύ δ᾿ ἡμᾶς τούς μή διαφέρεσθαι δεῖξαι σπεύδοντας ἐκείνους, πρός ἐκείνους σπεύδεις δεῖξαι διαφερομένους, καίτοι περί τῶν τοιούτων, πῶς ἴσχει τήν πρός σῶμα συναφήν ὁ νοῦς, καί ποῦ κεῖται τό φανταστικόν τε καί δοξαστικόν, καί τίνα τό μνημονευτικόν ἔλαχε τήν ἵδρυσιν, κἀν τῷ σώματι τί (σελ. 408) τῶν μερῶν τό καιριώτατον καί οἷον καθοδηγούμενον τῶν ἄλλων, καί ὅθεν ἔχει τήν ἀρχήν τῆς γενέσεως τό αἷμα, καί εἰ ἀμιγής τῶν χυμῶν ἕκαστός ἐστι, καί ποίῳ τῶν σπλάγχνων ὡς ἀγγείῳ χρῆται, περί τῶν τοιούτων τοίνυν ἔξεστι παντί λέγειν τό δοκοῦν, ἐπεί πάντες ἐν τοῖς τοιούτοις τά εἰκότα λέγουσιν, ὥσπερ καί περί ἀκινησίας ἄστρων καί ἀστέρων κινήσεως, μεγέθους τε καί φύσεως ἑκάστου καί τῶν ἄλλων τῶν τοιούτων, ὅσα μή σαφῶς ἀπεκάλυψεν ἡμῖν τό Πνεῦμα, μόνον γινῶσκον ἀκριβῶς τήν διά πάντων διικνουμένην ἀλήθειαν˙ ὥστ᾿ εἰ καί ἀντιλέγοντας τῷ Νύσσης θείῳ καί σοφῷ Γρηγορίῳ κατά τοῦτ᾿ ἐφώρασας ἡμᾶς, οὐκ ἔδει σε καθ᾿ ἡμῶν χωρῆσαι διά τοῦτο˙ πόσους γάρ οἴει τούς σφαῖραν λέγοντας τόν οὐρανόν καί πόλους τοῖς πλανωμένοις ἰσαρίθμους ἀστράσι, μή τοῦτο λέγοντος τοῦ μεγάλου Βασιλείου, πόσους δ᾿ ἀεικίνητον, ἔστιν ὧν ἱστάντων, πόσοις δ᾿ ὁ ἥλιος κύκλῳ περιέρχεσθαι δοκεῖ, μή τοῦτο τοῦ ἁγίου Ἰσαάκ νομίζοντος; Πάντας οὖν τούτου σύ γ᾿ ἄν, ὡς ἔοικεν, ἀποφήναιο τοῖς πατράσιν ἀντιλέγειν, ὥσπερ καί ἡμᾶς, ἀλλ᾿ αὐτός ἐξελεγχθήσῃ μή εἰδώς τήν ἀλήθειαν, καθ᾿ ἥν ἕπεσθαι πάντας ἡμᾶς ἐκείνοις ἀναγκαῖον, καί ἔοικάς μοι μηδ᾿ ἐνθυμηθῆναί ποτε ταύτην ἤ διακρῖναι τῆς μή ἀναγκαίας˙ διό ἐν τοῖς πρός τόν μακάριον βίον φέρουσιν ἀντικείμενος αὐτοῖς, τούς ἄλλους ἀκριβῆ τήν ὁμολογίαν ἀπαιτεῖς ἐπί τῶν μή φερόντων εἰς ἐκείνην τήν μακαριότητα. Ταῦτ᾿ ἄρα καί ἡμεῖς ὑπεριδόντες τῶν ἐφεξῆς τοῖς εἰρημένοις καθ᾿ ἡμῶν αὐτοῦ διαβολῶν, ἐπί τἀναγκαιότερα τρέψωμεν τόν λόγον. ΛΟΓΟΣ ΥΠΕΡ ΤΩΝ ΙΕΡΩΣ ΗΣΥΧΑΖΟΝΤΩΝ ΤΩΝ ΥΣΤΕΡΩΝ Ο ΤΡΙΤΟΣ. Σελ. (410) ΠΕΡΙ ΦΩΤΟΣ ΙΕΡΟΥ Ὁ δή τῆς νοερᾶς προσευχῆς κατά τῶν διά βίου ταύτῃ προσανεχόντων τοιοῦτος ὑφηγητής καί περί φωτός ἱεροῦ διδάσκειν ἀξιοῖ τούς ὁρῶντας, καί ταῦτα τυφλός ὤν αὐτός, ὡς καί αὐτός ἀρνεῖσθαι οὐκ ἔχει, ἁμαρτάνειν αὐτούς ἰσχυριζόμενος ὅτι τοῦθ᾿ ὅ μή βλέπει, τυφλός ὤν οὗτος, φῶς αὐτοί λέγουσι, καί ταῦθ᾿ οὐ τόν δεῖνα ἤ τόν δεῖνα τῶν ἐφ᾿ ἡμῶν ὄντων ἤ τῶν μικρῷ πρό ἡμῶν ἐπί καθαρότητι βίου καί θεοπτίας ὕψει βεβοημένων ἁμαρτάνειν περί τό φῶς ἀποφαινόμενος τοῦτο, ἀλλ᾿ αὐτούς τούς ἐκ παλαιοῦ προσκυνητούς ἡμῖν ἁγίους, ὡς ὁ λόγος δείξει προϊών. Ἐπεί δ᾿ ἤκουσε παρά τῶν τοιαῦτα διεξιόντος ἀκουσάντων αὐτοῦ (κατεπληγμένων, ὡς ἔοικε, τῆς καινοφωνίας τήν ὑπερβολήν καί σιωπῇ τήν οὕτω σαφῆ κατά τῶν ἁγίων πατέρων παρελθεῖν βλασφημίαν οὐκ ἐνεγκόντων, ἅμα δέ καί δεδοικότων περί σφίσιν αὐτοῖς μή τοῦ τοιούτου μύσους κοινωνοί γένωνται σιωπῇ παρελθόντες, ὅ καί ἡμᾶς ἀρτίως πρός τό γράφειν μάλιστα τῶν ἄλλων ἐπῆρεν), ἐπεί τοίνυν ἐκεῖνος τῶν τοιούτων ἀκήκοε λεγόντων πρός αὐτόν ὡς, «ἀμύητος ὤν καί τυφλός ἄντικρυς πρός τά τοιαῦτα τί ποτε παθών περί μυστικῶν ἱερῶν θεαμάτων ἐγχειρεῖς λέγειν, ὧν οὐδ᾿ ἄν εὐχερῶς ἐπαΐοις τῶν πεπειραμένων ἀκούων;», ἀρνεῖσθαι τήν ἐπί τοῦτοις ἀμαθίαν καί ἀπειρίαν οὐκ ἔχων, πᾶσι φανεράν προκειμένην, «οὐ θαυμαστόν», φησίν, «εἰ τυφλός ὤν αὐτός βλέποντός τινος ἔχοιτο καί οὕτω τῶν ἄλλων τυφλῶν ἐχομένων αὐτοῦ ἡγεμών ἀπλανής κατασταίη», τῇ (σελ. 412) περιουσίᾳ τῆς περί τό λέγειν δυνάμεως καί τῇ πιθανολογίᾳ τῶν διαλεκτικῶν σοφισμάτων εὑρηκέναι οἰόμενος, ὅθεν καί τῆς εὐαγγελικῆς φωνῆς περιγένοιτο, τἀναντία τούτῳ σαφῶς λεγούσης˙ «τυφλός γάρ τυφλόν ἐάν ὁδηγῇ, φησίν, «ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται». Ἀλλ᾿ ἐγώ, φησίν ὁ τυφλός οὗτος καί τῶν τυφλῶν ὁδηγός, ἐχόμενος ἕπεσθαι τοῖς ὁρῶσι δύναμαι. Καί τίς τῶν τυφλῶν, ὅς οὐ τοῦτο δύναται; Κυλλός μέν γάρ ὤν ἀμφοτέρω τώ πόδε καί τώ χεῖρε καί παρειμένος παντάπασιν, οὐδ᾿ ἄν σοῦ γε ἔχοιτο, οὐδ᾿ ἄν ἕποιτο, οὐδ᾿ ἄν ὁδηγοῦ τό παράπαν δέοιτο, κλινοπετής ὤν˙ χεῖρας δ᾿ ὑγιαίνων καί πόδας, τοῦ χάριν, τυφλῶν κράτιστε, μή τοῦ ὁρῶντος μᾶλλον ἤ σοῦ ἐχόμενος ἕποιτο; Κλέπτων τοίνυν ἔοικας παρέχειν σαυτῷ τό τῆς ἀναβλέψεως ἀμυδρόν, μᾶλλον δέ τήν οἰκείαν αὐτός περί τά τοιαῦτα πᾶσαν οὐκ αἰσθάνεσθαι τύφλωσιν, εἰ καί τοῦτο λέγεις, ἀντιλέγειν τοῖς σέ τυφλόν ὁρῶσιν οὐκ ἔχων. Πῶς γάρ ἄν, εἰ μή τοῦτ᾿ ἦν, ὁδηγός τῶν ἄλλων εἶναι τυφλῶν ἠξίους; Ἴσθι τοίνυν, κατά τόν ἐν εὐαγγελίοις διά πίστεως ἔλλειψιν μήπω τελείως ἀναβλέψαντα τυφλόν, ὅς, «τούς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας» ἔλεγεν ὁρᾶν. Εἰ τοίνυν τοιοῦτος οὐ τάς ὄψεις ὤν, ἀλλά μή τελείως ἐκκεκομμένος, εἶτα πρός τόν ἡλίου δίσκον ἀτενές ὁρῴης, ὡς τούς ἄλλους διδάξων τί ποτέ ἐστιν ἐκεῖνος, οὐκ ἄν ἤκουσαν παρά σοῦ σκότον ἀτεχνῶς ὄντα τόν μέγαν φωστῆρα, τόν ὁλολαμπῇ, τόν ὀφθαλμόν τῆς ἡμέρας; Εἰ γάρ τήν τῶν καθαρῶς ὁρώντων συμμετρίαν ὀφθαλμῶν ὑπερβαίνων οὐκ ἀμίκτους σκότους ἐπιχεῖν δοκεῖ τάς ἀκτῖνας τοῖς καί μεθ᾿ ὑγιοῦς ὄψεως ἀτενίζουσι, πῶς οὐκ ἄν φωτός ἄμικτον σκότος εἶδεν ὁ δι᾿ ἀμυδροῦ φέγγους προσορᾶν ἐγχειρῶν; Οὕτω μή ὅτι γελοῖον, ἀλλά καί καταγέλαστον τόν τυφλόν περί φωτός ἐπιχειρεῖν διδάσκειν. (σελ. 414) Ἀλλά γάρ ἐκκαλύψωμεν τῆς φιλοσόφου διανοίας τό βάθος, ὅ περιστείλας τῷ παραδείγματι οὐ μᾶλλον ἔκρυψεν ἤ ἐνέφηνε. Φησί τοίνυν ὁ φιλόσοφος τυφλούς μέν εἶναι, τουτέστιν ἀνοήτους, πάντας παντάπασιν ἡμᾶς τε καί τῶν ἁγίων πρός οὕς προϊών ἀντιλέγει φανερῶς, ἑαυτόν δέ τοῦτο διαφέρειν τῶν τυφλῶν τούτων, δηλονότι τῶν ἀνοήτων, τό φιλοσόφον εἶναι, τουτέστιν ἀνοήτους, πάντας παντάπασιν ἡμᾶς τε καί τῶν ἁγίων πρός οὕς προϊών ἀντιλέγειν φανερῶς, ἑαυτόν δέ τοῦτο διαφέρειν τῶν τυφλῶν τούτων, δηλονότι τῶν ἀνοήτων, τό φιλόσοφον εἶναι καί διά τοῦτο συνορᾶν μόνον δύνασθαι τούς τε λόγους τῶν ὄντων καί τῶν λογίων τόν νοῦν ἕπεσθαί τε τούτοις οὕτω καί τούς ἐχομένους ὁδηγεῖν. Ἀλλ᾿ ὁ τοιοῦτος, ὦ φιλόσοφε, οὐκέτι τυφλός˙ τοῖς γάρ πρός ἀνάβλεψιν ἡγησαμένοις, δηλαδή τήν ἀληθῆ γνῶσιν, ὡς σύ φῄς, ἠκολούθησεν˙ οὐκοῦν ἀνέβλεψεν. Εἰ δέ μή ἀνέβλεψεν ἀκολουθήσας, πῶς ἐγγυᾶται τοῖς ἄλλοις δι᾿ἀκολουθήσεως τήν ἀνάβλεψιν; Οὕτως ἀνακόλουθος εἶ σαυτῷ σύ σαυτόν καί τυφλόν καί βλέποντα μαρτυρῶν. Εἰ γάρ ἡ γνῶσις μόνον κατά σέ νοητόν ἐστι φῶς, ὑπέρ οὗ καί τούς τοσούτους ὑπῆλθες ἀγῶνας, σύ δ᾿ ἔχεις τῶν λογίων τήν γνῶσιν, ὡς αὐτός μαρτυρεῖς, πῶς καί σύ τυφλός καί ἀφώτιστος; Εἰ δ᾿ ἄλλως οὐκ ἔνι φωτισθῆναι, εἰ μή ὡς ἄν αὐτός ἐφωτίσθης τε καί φωτίζεις, ὡς αὐτός καί τοῦτο πολλαχοῦ φῄς, οὐδ᾿ ὁ μέγας Διονύσιος, ᾧ νομίζεις εἰδέναι ἕπεσθαι, ἄλλως ἐφωτίσθη τε καί φωτίζει˙ τοιγαροῦν καί αὐτός κατά σέ τοῦτο μόνον οἶδεν, ἕπεσθαι τοῖς εἰδόσιν˙ ἀλλά κἀκεῖνοι τόν ὅμοιον ἔχοντες τρόπον καί σοί παραπλησίως ἔχοιεν ἄν. Τίς οὗτος ὁ τῶν τυφλῶν ὁρμαθός, ὅν ἡμῖν διά τῶν σῶν λόγων συναθροίζεις ἀρτίως, ἀλλήλους πρός ἀνάβλεψιν ὁδηγούντων καί μενόντων τυφλῶν; Τοῦτο δ᾿ ὅτι ταῖς ἱεραῖς ἕποιντο Γραφαῖς καί πολλούς ἄλλους ἰσχυρισαμένους εὑρήσεις, οἵ καταψευδόμενοι σφῶν τε αὐτῶν καί τῶν Γραφῶν ἐξηλέχθησαν ὑπό τῶν πρός ἀλήθειαν ἑπομένων αὐταῖς. Σέ δ᾿ εἴ τις ἐξετάσειεν, ὅπως καί αὐτός ἕπῃ τοῖς (σελ. 416) ἁγίοις, οὐ μόνον τυφλόν ἄν σε εἴποι ἀλλά καί κωφόν˙ τοῦ γάρ μεγάλου Διονυσίου, καθάπερ ἐν τῷ Περί σωτηρίου γνώσεως λόγῳ προεξεθέμεθα, λέγοντος ἀριδήλως «ἐκ μόνων τῶν θείων ἐντολῶν τελεῖσθαι τήν πρός Θεόν ἀφομοίωσίν τε καί ἕνωσιν, αὐτός ἐπίσης ἀριδήλως οὐκ ἐκ μόνων φῄς˙ ἐξ ἡμισείας γάρ ταύτας τόν τηροῦντα καθαίρειν δίδως, καί τοῦτο μόγις˙ οὕτως ἕπῃ κατ᾿ ἴχνος. Καί Γρηγορίου τοῦ Νύσσης˙ ἄγονον καί ἀτελῆ τήν ἔξω σοφίαν εἶναι διδάσκοντος καί μέχρι τούτου ἀξιοῦντος ἡμᾶς μή ἀπωθεῖσθαι τήν τῆς ψευδωνύμου ταύτης μητρός οἰκειότητα, «μέχρις ἄν τό τῆς ἡλικίας ἀτελές ἐν ἑαυτοῖς βλέποιμεν», μετά τοῦτο δ᾿ αἰσχύνην ἡγεῖσθαι τῆς κατά φύσιν ἀγόνου ταύτης ὀνομάζεσθαι παῖδας», αὐτός διά βίου ταύτῃ προσέχειν ἡμᾶς χρησιμώτατόν τε καί ἀναγκαιότατον εἶναι διδάσκεις κἀπί ταύτῃ σεμνύνεσθαι,καί παραχαράττειν οὐκ ὀκνεῖς ἑτέρας ρήσεις αὐτοῦ , μόνον ἵν᾿ ἔχῃς προβαλλόμενος πείθειν ὡς τελείας ἐστί καί σωτηρίου καθάρσεως ποιητικά τά μαθήματα˙ οὕτω καί μόνος αὐτός ὑπέρ πάντας τῶν ἁγίων ἀσφαλῶς ἔχῃ. Καί τοῦ μεγάλου Βασιλείου σαφῶς εἰπόντος μηδέν ἐμπόδιον εἶναι πρός τήν ἐν ἐπαγγελίαις μακαριότητα τό μή εἰδέναι τήν δι᾿ οὐρανοῦ καί γῆς καί τῶν μεταξύ στοιχείων διικνουμένην ἀλήθειαν, σύ τοῦτο σωτηριῶδες ἀποφαίνῃ, καί ἄνευ τούτου τελειότητα μή παρεῖναι τῇ διά πάντων ἀληθείᾳ τόν ἑαυοῦ τινα ἐναρμόσαι νοῦν˙ καί εἴθε τῇ ἀληθείᾳ γοῦν, εἰ δεῖ καί ὑπέρ τῶν ἀνεφίκτων εὔξασθαι˙ καί γάρ ἐν Θεῷ μόνῳ πάντων ἡ γνῶσις, ὅς φησι πρός τόν Ἰώβ, «ἀπάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν, ποῦ οἱ στύλοι τῆς γῆς πεπήγασι, τίνες δέ πηγαί θαλάσσης, πόσον δέ τό εὗρος τῆς ὑπ᾿ οὐρανόν». Σύ δέ οὐ ταύτῃ τῇ ἀληθείᾳ ζητῶν ἐναρμόζειν σου τόν νοῦν οἴει μόνος εἰδέναι τε καί ἔχειν τήν τελειότητα, ἀλλά τοῖς Ἀριστοτέλει καί Πλάτωνι. Εὐκλείδῃ τε καί (σελ418) Πτολεμαίῳ καί ὅσοι κατ᾿ αὐτούς˙ διό καί ἀστρολόγους καί φυσιολόγους θεόπτας μᾶλλον τῶν μή τοιούτων ἡγῇ, ὡς περί τήν τῶν ὄντων ἀλήθειαν ὑγιῶς τό λογικόν σφίσι περιπορευόμενον ἔχοντας, ἧς τῇ συνελίξει καί τῶν ἰσαγγέλων αὐτούς καταξιοῖς νοήσεων˙ καί ταῦτα λέγων οἴει σωτηρίως καί ἀσφαλῶς ἕπεσθαι τῷ θεοφάντορι Διονυσίῳ καί ὁδηγός ἡμῶν ἀπλανής εἶναι διά τοῦτο παρρησιάζῃ. Ἀλλά μή καυχάσθω ὁ κυρτός ὡς ὀρθός˙ τούς γάρ ὁρῶντας αὐτόν οὐ πείσει οὐδ᾿ ἀπατήσει, κἄν ἑαυτόν ἀπατᾷ˙ μηδέ καταψευδέσθω τῶν ὀρθά φρονούντων καί τοῖς θεηγόροις ἀσφαλῶς ἑπομένων, καί ταῦτ᾿ ἐφ᾿ ὧν οὐδείς οὐδαμοῦ γῆς, οὐδέ τῶν μή στοιχούντων τῷ τῆς χάριτος εὐαγγελίῳ, ἐλεγχθείη ἄν ἀρτίως τελέως σφαλλόμενος. Τίς γάρ μή ὅτι τῶν ἀπό Χριστοῦ καλουμένων, ἀλλά κἄν Σκύθης κἄν Πέρσης κἄν Ἰνδός ᾖ, ὅς νῦν οὐκ οἶδε τόν Θεόν μηδέν ὄντα τῶν κτιστῶν ἤ τῶν αἰσθητῶν; Ὡς γάρ ἐπί τῆς μελλούσης Χριστοῦ παρουσίας οὐ τοῖς εἰς αὐτόν πεπιστευκόσι μόνοις ἡ τῆς ἀναστάσεως καί τῆς ἀθανασίας περικλείεται χάρις, ἀλλά κατά τά λόγια κοινῇ πάντες ἀναστήσονται, εἰ καί μή κοινῇ πάντες τῶν μετά τήν ἀνάστασιν ἐπηγγελμένων τεύξονται, οὕτω καί νῦν κατά τήν ἐπί γῆς αὐτοῦ προτέραν παρουσίαν, εἰ καί μή πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, ἀλλά κοινῇ πάντες, τῷ περιόντι τῆς τοῦ παραγενομένου χάριτος ἀνεπιγνώστως μετασκευασθέντες, ἕνα Θεόν ὁμολογοῦσιν ἄκτιστον, κτίστην τοῦ παντός˙ κἄν ἐρωτήσῃς τόν Πάρθον, τόν Πέρσην, τήν Σαυρομάτην, ἀκούσειας ἄν εὐθύς τήν ἀβραμιαίαν ἐκείνην παρ᾿ αὐτοῦ φωνήν, ὅτι «τόν Θεόν τοῦ οὐρανοῦ ἐγώ σέβομαι», ὅ Πτολεμαῖος οὐκ ἄν εἶπε καί Ἵππαρχος καί Μαρῖνος ὁ Τύριος, οἱ κατά σέ σοφοί καί τῇ μέν διά τῶν οὐρανίων κύκλων (σελ. 420) καί ἐπικύκλων καί σφαιρῶν ἀληθείᾳ τόν ἑαυτῶν ἐναρμόσαντες νοῦν, θεῖον δ᾿ ὅμως λέγοντες τόν οὐρανόν καί παναίτιον, οὐδ᾿ Ἀριστοτέλεις καί Πλάτωνες, οἱ θεῶν σώματα τούς ἀστέρας δοξάζοντες, οὐδ᾿ οἱ τόσον λέγοντες τούς θεῶν πηδᾶν ἵππους, ὅσον ἀπό σκοπιᾶς ὀφθαλμός ὁρᾷ ἐπί οἴνωπα πόντον. Πάντων οὖν ἀρτίως διά τοῦ ἐν σκοτίᾳ λάμψαντος φωτός κρεῖττον ἤ κατά τούς ἐπί σοφίᾳ ποτέ θαυμαζομένους ἐκείνους ὑπέρ αἴσθησιν ἐγνωκότων τόν Θεόν, ὡς μηδ᾿ ἀπό τῶν ὄντων ἔτι διαπλάττοντας χαρακτηρίζειν ὅλως ἀνέχεσθαι, πῶς οὐ τοῖς τοῦ εὐαγγελίου μαθηταῖς, τοῖς εἰς ἀκοήν ὠτίου δεξαμένοις τά θεοπαράδοτα λόγια, τοῖς διά στομάτων μεμυημένοις πυρίναις γλώσσαις τοῦ Πνεύματος ἐστομωμένων, οὕς οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ᾿ αὐτός ὁ Κύριος διά τοῦ προσκυνητοῦ στόματος ἐδίδαξεν («ὁ γάρ μονογενής Υἱός, ὁ ὤν εἰς τόν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο»), πῶς οὐ τούτοις τοῖς ἐκ παντός ἔθνους ἀπολέκτοις, τῷ ἔθνει τῷ ἁγίῳ, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, τοιαύτην ἐτόλμησας προστρίψασθαι μέμψιν, ὅτι αἰσθητήν οἴονται τήν οὐσίαν τοῦ Θεοῦ, σχῆμά τε ἔχουσαν καί ὄγκον καί ποιότητα, καί ὡς φῶς τοιοῦτον κιρνᾶσθαι τῷ ἀέρι, δεκτικῷ ὄντι τῆς ἐκεῖθεν ἀπορροίας καί περιγράφοντι αὐτό τοπικῶς καί αἰσθητῶς; Ἆρ᾿ οὐκ ἐπῆλθέ σοι τοῦτ᾿ ἀναλογισαμένῳ συνιδεῖν, ὡς τί μή τόν ἥλιον λέγει τις Θεόν, εἰ τοιαύτην περί Θεοῦ τήν δόξαν ἔχει; Πῶς δέ διαφεύγειν οἴεται τήν τῶν ἄλλων αἴσθησιν, εἴπερ αἰσθητόν ἥγηται τό θεῖον; Τοῦ δ᾿ ἕνεκεν τάς κατ᾿ αἴσθησιν ἀτιμάζει ἡδονάς, ὅ μάλιστα πάντων ποιοῦσιν οἱ παρά σοῦ τοιαῦτα συκοφαντούμενοι; Θεός μέν γάρ αἰσθητός ἡ κοιλία, κατά τόν Παῦλον, τοῖς γαστρός οὖσι δούλοις, καί δευτέραν ἱστᾶσιν εἰδωλολατρίαν οἱ φιλάργυροι καί πλεονέκται˙ πιστεύειν δέ εἰς Χριστόν οὐ δύνανται, κατά τήν εὐαγγελικήν ψῆφον, (σελ. 422) οἱ δόξαν παρά ἀνθρώπων λαμβάνοντες, τήν δέ παρά τοῦ μόνου Θεοῦ δόξαν οὐ ζητοῦντες. Οἱ δέ πάντων τούτων ὑπερφρονήσαντες, καί ταῦτα διά τόν ὑπέρ πάντα Θεόν, ἆρ᾿ οὐ δι᾿ ἔργων δεικνύουσι Θεόν ὄντως σέβοντες τόν ἐπέκεινα πάντων; Ἤ διότι καί τοῖς ἄλλοις τούτων ἀποσχέσθαι συμβουλεύουσιν, ἅ τήν παρά τοῦ μόνου Θεοῦ δόξαν ἀφαιρεῖ, μή μόνον οὐ πείσεταί τις τούτοις, ἀλλά καί συκοφαντήσειεν ὡς ἀσφαλῆ δόξαν οὐκ ἔχοντας περί τό θεῖον; Ὅ γάρ λέγεις τελευτῶν τῆς κατά τῶν ἀνδρῶν τούτων πολυρρημοσύνης φανεράν ἐποίησέ μου τήν ἑκούσιον κατ᾿ αὐτῶν συκοφαντίαν˙ «νῦν» γάρ, φησί, «περί τοῦ παρά τισιν ἐνυποστάτου λεγομένου φωτός λέγομεν, μή πρότερον περί αὐτοῦ ἰδίαν ἀποφηνάμενοι γνώμην, ὡς ὅ λέγουσιν ὁρᾶν, νοητόν καί ἄϋλον, ἐν ἰδίᾳ ὑποστάσει ὄν φῶς». Κἀνταῦθα τοίνυν συμπλέκει τι συκοφαντίας˙ ἐν ὑποστάσει μέν γάρ φῶς ὁρᾶσθαί φησιν ὁ μέγας Μακάριος καί ὁ πολύς τά θεῖα Μάξιμος καί ὅσοι κατ᾿ αὐτούς, ἐν ἰδίᾳ δέ οὔ. Ὅμως γε μήν, εἰ καί μηδέ τοῦτο συκοφαντίας ἀμιγές προήνεγκεν, ἀλλ᾿ ὁμολογεῖ νοητόν καί ἄϋλον αὐτούς λέγειν τό τοιοῦτον φῶς˙ τό δέ νοητόν καί ἄϋλον οὐκ αἰσθητόν, οὐδέ, ὡς αἰσθητόν, συμβολικόν. Πῶς οὖν ἀρχόμενος ἐδείκνυ τούτους αἰσθητόν φῶς λέγοντα τήν οὐσίαν τοῦ Θεοῦ, κιρνώμενον ἀέρι καί ὑπ᾿ αὐτοῦ περιεχόμενον καί σχῆμα καί ποιότητα καί ὄγκον ἔχον, ἅ πάντα τοῦ αἰσθητοῦ ἐστι φωτός; Καίτοι ἐκεῖνοι, κἄν νοητόν λέγωσι τό τῆς χάριτος φῶς, ἀλλ᾿ οὐ κυρίως˙ καί ὑπέρ νοῦν γάρ ἴσασιν αὐτό, ὡς μόνῃ τῇ τοῦ Πνεύματος δυνάμει κατά ἀπόπαυσιν πάσης νοερᾶς ἐνεργείας ἐγγινόμενον τῷ νῷ. Ἀλλ᾿ οὐδ᾿ οὕτω τοῦτό τις ἐκείνων οὐσίαν εἶπεν ἤ ἀπόρροιαν, οἵαν οὖτος οἴεται, Θεοῦ˙ κἄν τις ἐκ τῶν παραδειγματικῶς περί τούτου τοῦ φωτός ὑπ᾿ἐκείνων εἰρημένων κακουργῶν συνάγῃ τι (σελ. 424) τοιοῦτον, αὐτός φησιν, ἀλλ᾿ οὐκ ἐκεῖνοι. Τούς οὖν μή μόνον ὑπέρ αἴσθησιν, ἀλλά καί ὑπέρ νοῦν λέγοντας τουτί τό φῶς, εἶτα καί ὑπέρ τοῦτο δοξάζοντας τήν οὐσίαν τοῦ Θεοῦ, αἰσθητόν φῶς καί ὁρατόν οἴεσθαι λέγειν τήν οὐσίαν τοῦ Θεοῦ, ἆρ᾿ οὐ πάσης ἐπέκεινα συκοφαντίας; Ἀλλά τί φησι προϊών ὁ τῶν ὑπέρ ἔννοιαν πεφωτισμένων συκοφάντης οὖτος; «Εἰ μέν τό νοητόν καί ἄϋλον ὅ λέγουσι φῶς αὐτόν ἐκεῖνον τόν ὑπερούσιον Θεόν τοῦτ᾿ εἶναι βούλονται, φυλάττοντες αὐτῷ τό πάσαις αἰσθήσεσιν ἀόρατον καί ἀνέπαφον, ἤ ὁρᾶν λέγοντες ἄγγελον εἶναι οἴονται, ἤ αὐτήν τήν οὐσίαν τοῦ νοῦ, ὅταν τῶν παθῶν ἅμα καί τῆς ἀγνοίας καθαρθείς ὁρᾷ αὐτός ἑαυτόν καί ἐν ἑαυτῷ ὡς ἐν ἰδίᾳ εἰκόνι τόν Θεόν˙ εἰ δή ἕν τι τούτων τό παρ᾿ αὐτῶν λεγόμενόν ἐστι, πάνυ γε ὀρθῶς περί τούτου φρονεῖν αὐτούς καί συμβαίνοντα τῇ τῶν χριστιανῶν παραδόσει οἴεσθαί γε χρή˙ εἰ δέ μήτε τήν ὑπερούσιον οὐσίαν τοῦτ᾿ εἶναι λέγουσι, μήτ᾿ ἀγγελικήν μήτε τόν νοῦν αὐτόν, ἀλλ᾿ ὁρᾶν τόν νοῦν εἰς αὐτό ὡς εἰς ἑτέραν ὑπόστασιν, τοῦτο ἔγωγε τό φῶς ὅ τι μέν ἐστιν οὐκ οἶδα, ὅτι δέ οὐκ ἔστιν οἶδα». Καί τίς ποτε ἀνθρώπων, ὦ κατά τῶν ὄντων ἀνθρώπων ὑψηγόρε σύ, φῶς ἄν ἐν ἰδίᾳ ὑποστάσει φαίη νοητόν, ὅ μήτε Θεός ἐστι μήτ᾿ ἄγγελος μήτε νοῦς ἀνθρώπινος; Οὐδέ γάρ φανταστικῶς γοῦν ἀναπλάσαι δύναιτ᾿ ἄν τις τό τούτων ἐκτός νοητόν ἐν ἰδίᾳ ὑποστάσει φῶς. Ἀλλά δῶμεν τουτί τό ἀδύνατον, δῶμεν τοίνυν ὅτι τοῦτ᾿ ἔφη τις τῶν ἡσυχαζόντων πρός τήν σήν λογιότητα˙ οὐκ οἶδα μέν ὅστις, οὐδέ γάρ αὐτός ὑποδεῖξαι δύνασαι˙ τῶν οὐκ ἐλλογίμων δ᾿ ὅμως εἶναι λέγεις αὐτόν. Εἰ τοίνυν ἐκεῖνος μή καλῶς ἑρμηνεῦσαι ἐδύνατο, ὅ καί μᾶλλον πείθομαι, ἤ καί μή διαγνῶναι καλῶς - ἔστω γάρ καί τοῦτο, καί γάρ οὐ πάντων ἡ γνῶσις - , οὐκ ἔδει σε παρά τῶν ἐχόντων τό τῆς διακρίσεως χάρισμα πυθέσθαι (σελ426) καί μαθεῖν, ὡς ἐφικτόν, τί τό μέγα θέαμα τοῦ φωτός τούτου, ἀλλ᾿ ὡς μαινομένων εὐθύς τῶν θεολήπτων καταψηφίζεσθαι καί τό παρά τοῦ θείου Παύλου λεγόμενον φανρῶς παθεῖν; Εἰ γάρ εἰσέλθοι τις, πρός τούς Κορινθίους, ἐν ὑμῖν, φησίν, ἰδιώτης ἤ ἄπιστος καί μή ἀκούσει καί τῶν διακρίνειν δυναμένων, ἐρεῖ ὅτι μαίνεσθε. Τό τῶν ἰδιωτῶν τοίνυν καί ἀπίστων, φεῦ, καί αὐτός ἔπαθες, ὁ μοναχός καί φιλόσοφος. Ἔστω δέ μή ἕνα, μηδ᾿ ἐνίους, ἀλλά πολλούς καί πάντας τοῦτο λέγειν ἡμᾶς˙ οὐκ ἤρκει σοι τοῦτ᾿ εἰπεῖν, ὅ μετά τούς μακρούς εἴρηκας ἀγῶνας, ὅτι «τοῦτο τό φῶς οἶδα ὅτι οὐκ ἔστι»; Πάντες γάρ σοι συνεῖπον ἄν ὅτι φῶς ἐν ὑποστάσει ἰδίᾳ, ὅ μήτε Θεός ἐστι μήτ᾿ ἄγγελος μήτ᾿ ἄνθρωπος, οὐκ ἔστιν ὅλως ἀλλά καί πάντες ἄν εὐθύς συνεῖδον ὡς, εἰ φῶς νοητόν ἐν ὑποστάσει φαίη τις ὁρᾶν ἰδίᾳ, τούτων τί φησιν ὁρᾶν, ὅ λέγοντα, πάνυ καί αὐτός ὀρθῶς εἴρηκας φρονεῖν. Κατά τίνων οὖν αἱ διά τοσούτων σοι βιβλίων βλασφημίαι καί μέμψεις καί συκοφαντίαι; Ἆρ᾿ οὐ κατά τῶν τοιούτων, οὕς ὀρθῶς ὕστερον ἀπεφήνω φρονεῖν, καί τῆς παρά σοῦ συκοφαντίας οὐκ ἐξεληλεγμένης; Οὐ γάρ τοῦτο λέγω, ὡς κατά σέ φρονοῦσι περί τοῦ φωτός ἐκεῖνοι τούτου ἤ κατά σέ θεολογοῦσιν, ἀλλά καί ὑπέρ σέ τοσοῦτον ὑπεραναστήκασι τῶν σῶν κατ᾿ αὐτῶν διαβολῶν καί μέμψεων. Σύ μέν γάρ φής περί αὐτῶν˙ «εἰ νοητόν λέγουσι φῶς τόν Θεόν, φυλάττοντες αὐτῷ τό πάσαις αἰσθήσεσειν ἀόρατον καί ἀνέπαφον, καλῶς λέγουσιν»˙ ἐκεῖνοι δέ καί ὑπέρ τό πάσαις αἰσθήσεσιν ἀνέπαφον τήν οὐσίαν τοῦ Θεοῦ γινώσκουσιν, ἐπεί μή μόνον Θεός ἐστιν ὑπέρ τά ὄντα ὤν, ἀλλά καί ὑπέρθεος, καί μή μόνον ὑπέρ πᾶσαν θέσιν ἐστίν, ἀλλά καί ὑπέρ πᾶσαν ἀφαίρεσιν ἡ ὑπεροχή τοῦ πάντων ἐπέκεινα καί πᾶσαν ὑπεροχήν ὁπωσοῦν ἐπί νοῦν γινομένην (σελ. 428) ὑπερβέβηκεν. Ὅ μέντοι φῶς ἐνυποστάτως οἱ ἅγιοι πνευματικῶς ὁρῶσιν, ὡς αὐτοί φασιν, ὄν μέν καί μή συμβολικόν τοῦτον, οἷα τά διαπλαττόμενα πρός τάς συμβαινούσας περιστάσεις φάσματα, ἄϋλόν τε θείαν ἔλλαμψιν καί χάριν ὁρωμένην ἀοράτως καί νοουμένην ἀγνώστως, δι᾿ αὐτῆς τῆς πείρας ἴσασι˙ τί δέ ἐστιν, ἐκεῖνοι μέν οὐκ εἰδέναι λέγουσι. Σύ δέ, προσαγαγών τάς ὁριστικάς καί ἀναλυτικάς καί διαιρετικάς μεθόδους, γνῶθι καί τούς ἀμαθεῖς ἡμᾶς διδάξαι καταξίωσον. Οὐσία μέν γάρ Θεοῦ οὐκ ἔστι, καί γάρ ἀνέπαφος ἐκείνη καί ἀμέθεκτος˙ ἄγγελος οὐκ ἔστι, δεσποτικούς γάρ φέρει χαρακτῆρας καί ποτέ μέν τοῦ σώματος ἀπανιστᾷ ἤ οὐκ ἄνευ σώματος καί εἰς ὕψος ἀναφέρει ἄρρητον, ἄλλοτ᾿ αὖθις καί τό σῶμα μεθαρμοσάμενον καί τῆς οἰκείας μεταδεδωκός λαμπρότητος, οἷός ποτε καί ὁ μέγας Ἀρσένιος ὤφθη καθ᾿ ἡσυχίαν ἀγνωνιζόμενος καί ὁ Στέφανος λιθαζόμενον καί ὁ Μωϋσῆς ἀπό τοῦ ὄρους κατερχόμενος, οὕτω τοίνυν καί τό σῶμα θεουργῆσαν σωματικοῖς ὀφθαλμοῖς, ὤ τοῦ θαύματος, γίνεται ληπτόν ἔστι δ᾿ ὅτε καί τῷ ὁρῷντι τρανῶς δι᾿ ἀρρήτων, ὡς εἰπεῖν, ρημάτων ὁμιλεῖ, καθάπερ καί τῷ θείῳ Παύλῳ, «καταβαῖνον τῆς οἰκείας περιωπῆς, ὡς ἄν μετρίως γοῦν κτιστῇ φύσει χωρηθῇ», κατά τόν θεολόγον Γρηγόριον, ὁ κατά τήν οἰκείαν φύσιν ἐξ αἰώνων καί ἐπ᾿ αἰῶνας καί ἔτι τοῖς πᾶσιν ὤν ἀόρατός τε καί ἀχώρητος. Τότε τοίνυν ἥν ἐπωνυμίαν προσεῖπον Ἰουδαίων παῖδες τῷ ἄνωθεν ἐπ᾿ ἐρήμου κατιόντι ἄρτῳ, μάννα προσαγορευόντες αὐτό, τοῦτο συχνῶς στρέφει κατά νοῦν. Τί τοῦτο; Καί τοῦτ᾿ ἔστιν αὐτοῖς τό τοῦ φωτός ἐκείνου ὄνομα˙ σύ δ᾿ εἴπερ φάναι τι πλέον. Ἀλλ᾿ ἐπανίωμεν εἰς τά ἑξῆς. Σύ μέν καλῶς λέγειν αὖθις φής ἐκείνους, εἰ καί ἄγγελον τοῦτ᾿ οἴονται τό φῶς. Ἐκεῖνοι δ᾿ ἄγγελον μέν τοῦτο (σελ. 430) τό φῶς οὐκ ἄν ποτε φαῖεν˙ ἴσασι δέ τοῖς πατερικοῖς μεμυημένοι λόγοις διαφόρως καί τοῖς ὁρῶσι καταλλήλως τήν ἀγγελικήν τελουμένην ὀπτασίαν˙ ἤ γάρ ἐν παχύτητι οὐσίας, ὅ καί τῇ αἰσθήσει ὑποπίπτει καί οὐδέ τοῖς ἐμπαθέσιν ἤ ἀμυήτοις πάντῃ ἀόρατόν ἐστιν, ἤ λεπτότητι οὐσίας, καθ᾿ ἥν καί ἡ ψυχή μετρίως πως καθορᾷ, ἤ ἐν ἀληθεῖ θέᾳ, ἧς οἱ διά κακθαρότητος πενυματικῶς ὁρῶντες ἀξιοῦνται μόνοι, κἄν αὐτός τῆς διαφορᾶς τῶν τρόπων τούτων ἀμυήτως ἔχων αὐτούς τε τούς ἀγγέλους ἀοράτους ἀλλήλοις δεικνύῃς οἰόμενος, οὐ κατά τό ἀσώματον, ἀλλά κατά τήν οὐσίαν φάσκων ἀοράτους, καί μεταξύ τῶν λόγων τούς θεόπτας τῇ τοῦ Βαρλαάμ συντάττεις ὄνῳ, διά τό ἄγγελον καί αὐτήν ἰδεῖν ἀναγεγράφθαι. Καί τόν νοῦν αὖθις, εἰ μή ὡς «εἰς ἑτέραν τινά ὑπόστασιν ὁρᾷ, ἀλλ᾿ αὐτός ἑαυτόν καί ἐν ἑαυτῷ ὡς ἐν τῇ ἰδίᾳ εἰκόνι τόν Θεόν, ὅταν τῶν παθῶν ἅμα καί τῆς ἀγνοίας καθαρθῇ», θεόπτην εἶναι τίθεσθαι καί συμβαίνειν οἴει τῇ τῶν χριστιανῶν μυστικωτάτῃ παραδόσει τούς αὐτήν τήν τοῦ νοῦ οὐσίαν, ὡς φῶς οὕτω λέγοντας ὁρᾶν. Ἐκεῖνοι δ᾿ ἴσασιν ὡς ὁ νοῦς καθαρθείς καί φωτισθείς καί τῆς τοῦ Θεοῦ χάριτος τρανῶς ἐν μεθέξει γεγονώς, ματαλαγχάνει μέν και μυστικῶν ὑπερφυῶν ἄλλων θεαμάτων, ὡς μικρόν ἀνωτέρω παρεγύμνωσεν ὁ λόγος, ἀλλά καί ἑαυτόν ὁρῶν ὡς ἄλλο μέν ὁρᾷ, ἀλλ᾿ οὐκ εἰς ἄλλο καί οὐ τήν ἰδίαν ἁπλῶς εἰκόνα ὑπό τῆς χάριτος τοῦ Θεοῦ λαμπρότητα, συμπληροῦσαν τήν εἰς τό ὑπερβάλλειν ἑαυτόν δύναμιν τοῦ νοῦ καί τελειοῦσαν τήν εἰς τά κρείττω καί ὑπέρ ἔννοιαν ἕνωσιν, δι᾿ ἧς ὁ νοῦς κρεῖττον ἤ κατ᾿ ἄνθρωπον ἐν Πνεύματι Θεόν ὁρᾷ. Κἄν ἀγνοῇς σύ τοῦτο, θαυμαστόν οὐδέν, ἐπεί μηδ᾿ ἐκεῖνοι ἄν ἦσαν θαυμαστοί, σοῦ τά κατ᾿ αὐτούς γινώσκοντος, τοῦ μηδέν ὑπέρ τήν γνῶσιν τιθεμένου. (σελ. 432) Διό καί σύ μέν τότε λέγεις θεόπτην γίνεσθαι τόν νοῦν, ὅταν μή μόνον τῶν παθῶν, ἀλλά καί τῆς ἀγνοίας καθαρθῇ˙ ἐκεῖνοι δέ τῆς μέν κατά σέ καθάρσεως ἀγνοίας οὐδένα ποιοῦνται λόγον, τῶν δέ πονηρῶν παθῶν ἑαυτούς καθάραντες καί διά τῆς ἐπιμόνου καί ἀΰλου προσευχῆς πᾶσαν γνῶσιν ὑπεραναβάντες, τυγχάνουσι τῆς θεοπτίας, ἅτε μή ἐξηπατημένοι τοῖς τοιούτοις λόγοις, μηδ᾿ ἀφειμένοι τοῦ προσέχειν ἑαυτοῖς, μηδέ παριιόντες καί σπουδάζοντες συλλέγειν τό φρονεῖν καί μανθάνειν, εἴ τις τι ἐπαγγέλλεται εἰδέναι, κἄν Σκύθης κἄν Πέρσης, κἄν Αἰγύπτιος, ᾖ, διά τήν τῆς ἀγνοίας ταύτην κάθαρσιν, ἀλλ᾿ ἀκριβῶς εἰδότες μηδαμῶς πρός θεοπτίαν ἐμποδίζουσαν τήν τοιαύτην ἄγνοιαν. Εἰ γάρ καί, ὡς σύ γε λέγεις αὐτός, ἡ τῶν ἐντολῶν τήρησις μόνην τήν τῶν παθῶν παρέχει κάθαρσιν, ἐν δέ τῇ τῶν ἐντολῶν τηρήσει μόνῃ κατά τήν τοῦ Θεοῦ ἐπαγγελίαν ἡ τούτου καί παρουσία καί μονή καί ἐμφάνεια τελεῖται, ἆρ᾿ οὐ πλάνη σαφής ἡ προσθήκη τῆς κατά σέ καθάρσεως ταύτης, ἥν ἀγνοίας λέγεις κάθαρσιν; Ἀλλά τήν μέν τῆς ἀγνοίας ταύτης κάθαρσιν κἀν τοῖς προτέροις λόγοις διά πολλῶν τῆς ἀληθοῦς γνώσεως καθαίρεσιν ἐδείξαμεν οὖσαν. Νῦν δ᾿ ἐπανελθεῖν δέον εἰς τά ἐφεξῆς αὐτῷ κατά τῶν ἡσυχαζόντων εἰρημένα. Εἰ γάρ καί συκοφαντεῖν αὐτούς ἐξηλέγξαμεν αὐτόν καί δῆλος γέγονε καθ᾿ ἑαυτοῦ ἀγωνιζόμενος καί τά τῆς οἰκείας διανοίας ἀνατρέπων ἀναπλάσματα καί προσπαλαίων ἤ καταπαλαίων ἑαυτόν αὐτός, ἀλλ᾿ ἐπεί κατά τῶν ἡμετέρων οἴεται γράφειν, ἴδωμεν τίνα ταῦτά ἐστι. Πρῶτον μέν οὖν τήν αἰτίαν φησίν, ἀφ᾿ ἧς ὤρμηνται οἱ κατηγορούμενοι φῶς αἰσθητόν οἴεσθαι τήν οὐσίαν τοῦ Θεοῦ ἤ τήν ἀπ᾿ αὐτῆς ἀπόρροιαν˙ φησί τοίνυν τοιαῦθ᾿ ὑπολαβεῖν ἐκεί΄νους κατιδόντας, ὡς αἱ πλεῖσται τῶν ἐν τοῖς λογίοις μυστικῶς γενομένων τοῖς ἁγίοις ὁράσεών τε καί ἀποκαλύψεων ἐν φωτί τε καί διά φωτός ἐγίγνοντό τε καί ἐφαίνοντο καί ἐφαίνοντο˙ σημεῖον δέ τοῦ τοιαύτην (σελ. 434) ἐκ τῶν τοιούτων τήν οὐσίαν τοῦ Θεοῦ ὑπολαβεῖν τό θεωρητικήν ἀρετήν καί θεωρητικόν ἄνδρα τοῦτον τίθεσθαι αὐτούς, ὅς τοιούτοις ἀεί φωσίν ἐντυγχάνει τε καί ὁμιλεῖ. Καί πῶς, ὦ βέλτιστε, ὁ τόν θεωρητικόν τοιοῦτον τιθέμενος φῶς τοιοῦτον οἴεται τήν οὐσίαν τοῦ Θεοῦ; Οὐ γάρ θεωρητικόν τῶν παρ᾿ ἡμῖν ἀνδρῶν ὡρίσατό ποτέ τις, ὅς ἄν ὁρῴη τήν οὐσίαν τοῦ Θεοῦ. Εἰ τοίνυν ὁ θεωρητικός οὐχ ὁρᾷ τήν οὐσίαν τοῦ Θεοῦ, θεωρητικόν δ᾿ ἐκεῖνοι κατά σέ λέγουσι τόν φῶς οἱονδήποτε βούλει βλέποντα, δηλοῖ γεγόνασι δοξάζοντες ὡς οὐκ ἔστιν ἡ οὐσία τοῦ Θεοῦ φῶς τοιοῦτον, οἷον ἰσχυρίζονται τόν θεωρητικόν ὅν φασιν ὁρᾶν. Οὕτως εὐεξέλεγκτον ἡ κακία, πολυτρόπως ἑαυτήν περιτρέπουσα καί μηδ᾿ ἑαυτῇς ὥσπερ φειδομένη ἀλλά καθ᾿ ἑαυτῆς ἀεί χωροῦσα τῷ παντάπασιν ὑπάρχειν ἑαυτῇ ἀνακόλουθος. Οὕτω καί Σωσάνναν ἀθῷον ἄκοντες οἱ ἐν κακίᾳ γηραλέοι ἔδειξαν πρεσβύτεροι, καίτοι τρεῖς ὄντες οὖτοι, καί παρά τῆς ὑπό Θεοῦ ἐγηγερμένης σοφίας τοῦ τότε παιδαρίου Δαλιήλ χωρίς ἐτασθέντες ἕκαστος, οὐ θαυμαστόν εἰ μή συνεφώνησαν ἀλλήλοις. Οὗτος δέ, ὁ μηδ᾿ ἑαυτῷ ἑνί ὄντι ἕπεσθαι δυνάμενος, καί ταῦτ᾿ ἐν σκέψει καί διά γραμμάτων τάς συκοφαντίας προτιθείς, ὅσον ἐκείνους παρελήλυθεν. Οὐ μήν ἀλλ᾿ εἰ καί τό σημεῖον, ὅ προὐβάλετο κατά τῶν ἡσυχαζόντων τήν ἀρχήν εὐθύς ὡς τῶν πώποτε ἀνθρώπων κακοδοξοτάτους ἐλέγξων, τεκμήριον τῆς αὐτῶν ὀρθοδοξίας ἀναπέφηνεν, ἀλλ᾿ ἑαυτῷ χαρισάμενός ἐστι, χώραν δούς ὑπό τοῦ λόγου διαπνεῦσαι τό οἰδοῦν ὑπ᾿ ἀνίας τῆς ψυχῆς. Τοῦτο γάρ ἦν, ὡς ἔοικεν, ὅ τήν σφοδράν λύπην ἐνεποίησεν αὐτῷ καί τήν κατά τῶν ἀνδρῶν τούτων ὑπεκίνησε μανίαν ὅτι μή θεωρητικόν καλεῖν αὐτόν ἠξίουν, μηδ᾿ ἄλλον δή τινα (σελ. 436) τῶν τήν μέν ἑλληνικήν παιδείαν διά βίου ἐκμελετώντων, προσευχῇ δέ καί ψαλμῳδία καί τῇ τῶν παθῶν ἀποχῇ καί τῇ τῶν ἀρετῶν ἐργασίᾳ σχολασάντων μηδέ πρός βραχύ. Μανείς τοίνυν οὕτω καί διά ταῦτα, κρύπτει μέν ἐν μυχοῖς καρδίας τό πάθος, ὑπέρχεται δέ τούς ἁπλουστέρους σαίνων, ὥσπερ ποτέ τόν ὄφιν φασί τήν Εὔαν, καί μανθάνει μέν πρῶτον παρ᾿ ἐνίων ἔστιν ἄς τῶν πατερικῶν παραδόσεων, διαστρέφει δ᾿ ἔπειτα κακουργήσας˙ ὡς δ᾿ οὐκ εἶχε καί αὐτούς πειθομένους, ἀλλά τόν δι᾿ ἡμᾶς νέον Ἀδάμ μᾶλλον ἤ τόν παλαιόν μιμουμένους, κατ᾿ ἐκείνων πρώτων χωρεῖ καί δι᾿ αὐτῶν κατά πάντων τῶν τήν ἡσυχίαν ἀσπαζομένων, οὐδέ τούς πρό ἡμῶν ἀφιείς αἰτίας, οὐδέ τούς ὑπό τῆς Ἐκκλησίας ὡς ἁγίους πρεσβευομένους, ἀλλά καί κατ᾿ αὐτῶν μᾶλλον, ὅτι καί Γραφαῖς ἔδωκαν τά μή τοῖς κατ᾿ αὐτόν μαρτυροῦντα τό πάντων ἄριστον. Ἵνα δέ καί πίστιν ἱκανήν αἱ κατά τῶν ἀνδρῶν ἐκείνων ἔχωσι διαβολαί, οἷς πρώτοις ὡμίλησεν ὡς μαθητιῶν καί δι᾿ ὧν τοῖς ἄλλοις ἐπέθετο, γεγραμμένα ὑπεδείκνυ, πρίν ἤ χερσίν οἰκείαις ὡς οὐκ ἀληθῆ κατακερματίσαι τά ὑπ᾿ ἐκείνων αὐτῷ δεδιδαγμένα, ὡς τότε ἔλεγεν. Ἔδειξεν οὖν τότε ταῦτα καί ἡμῖν. Ἤν οὖν ἐν αὐτοῖς ἑρμηνεία τῶν προφητικῶν ἀποκαλύψεων ἤ μνήμη οὐδεμία, περί τε οὐσίας Θεοῦ ρῆμα οὐδέ ἕν, ἀλλ᾿ ὅτι οὐχ ὁ πολυμαθής ἐστιν ὁ τῷ Θεῷ ὠκειωμένος, ἀλλ᾿ ὁ δι᾿ ἀρετῆς κεκαθαρμένος τῶν παθῶν καί διά προσευχῆς ἐκτενοῦς καί καθαρᾶς τῷ Θεῷ κολλώμενος καί διά τούτων τυγχάνων τῆς πληροφορίας καί γευόμενος τῶν μελλόντων ἀγαθῶν, ἥν ὡς ἀρραβῶνα μυστικόν θειοτέροις ὀνόμασι κατά τό ἐγχωροῦν ἐτίμων. Οὐκ ἤρκεσεν οὖν αὐτῷ ἡ ἐν ἐκείνοις κακουργία˙ καί γάρ ἀντί τῶν μαθημάτων τήν θείαν Γραφήν αὐτός ἔλεγεν εἰπεῖν αὐτούς ἀνόνητον παντάπασι καί (σελ. 438) τήν γνῶσιν τῶν ὄντων πονηρά καί τά πάθη δαίμονας συνουσιωμένους τῇ ψυχῇ καί ἕτερ᾿ ἄττα τοιαῦτα οὐκ ὀλίγα. Ἀλλ᾿ οὐκ ἀπέχρησε ταῦτα τῷ καινῷ τούτῳ κατηγόρῳ˙ προσέθηκε δέ, φεῦ, καί τά περί τῆς οὐσίας τοῦ Θεοῦ. Ἐπεί δέ καί τοῦτο πλάσασθαι κατά τῶν ἀνδρῶν ἐκείνων ἔγνω, διασκεψάμενος πόθεν ἄν σχοίη τό εὐπαράδεκτον τό μέγα τοῦτο καί δεινόν πλάσμα τῆς συκοφαντίας, τάς διά φωτός προφητικάς προήνεγκεν ἀποκαλύψεις καί τάς ἐκ τούτων δῆθεν ἀντιθέσεις, ἅς οὐδείς ποτ᾿ εἶπεν ἄλλος, ὅτι μή ὁ ταύτας ἀντικείμενος οὗτος. Εἴτ᾿ οὖν κρατεῖ κατά ταύτας ἑαυτῷ μαχόμενος, εἴτ᾿ οὔ, λόγος ἡμῖν οὐδείς˙ ἀφῶμεν αὐτόν ὑφ᾿ ἑαυτοῦ πληττόμενόν τε καί κοπτόμενον. Ἀλλά μετά τόν ἐκ συκοφαντιῶν ἀγῶνα τοῦτον πρός ἕτερον ἀποδύεται, δεῖξαι σπεύδων ὡς φῶς νῷ θεωρητικόν ἡ γνῶσις μόνη τῶν κτισμάτων ἐστίν, ἵνα, τούτου δειχθέντος, ἐσκοτισμένος καί ἄναγνος ἀποδειχθῇ πᾶς ὁ μή τήν Ἀριστοτέλους φυσιολογίαν καί τήν Πλάτωνος θολογίαν καί τήν Πτολεμαίου ἀστρολογίαν ἐκμελετήσας. Διά τοῦτο καί τούς μή τόν διά νοημάτων μόνον φωτισμόν πρεσβεύοντας ὑβριστικῶς ἐπεξέρχεται καί φαύλαις ἐπωνυμίαις διασύρει, φάσκων ἐπί λέξεως οὕτως˙ «ἀλλ᾿ οἱ περί τάς εἰσπνοάς δύο λέγουσιν εἶναι τά δεικνύμενα ὑπό τοῦ Θεοῦ τοῖς ὁσίοις φῶτα νοητῶς˙ ἕν τό τῆς γνώσεως καί ἕτερον ἐνυπόστατον, ὅ διαφερόντως τοῖς πόρρω ἐλθοῦσι τῶν εἰσπνοῶν φαίνεσθαι». Ἴδωμεν οὖν τίνες οὕς δι᾿ ἐπωνυμιῶν τοιούτων ἐκφαυλίζει ὡς ἑτερόφρονας˙ τούτων γάρ δειχθέντων, συναποδειχθήσεται ὡς καί τῆς γνώσεως ἔστι τι μακρῷ κρεῖττον καί θεοειδέστερον φῶς, μόνοις τοῖς διά τοῦ Πνεύματος ὁρῶσιν ἀποκαλυπτόμενον, οὐ τοῖς ἔτι περιοῦσι μόνον, ἀλλά καί τοῖς ἐξ αἰῶνος ἅπασιν ἁγίοις. Ὅτι δ᾿ οὗτος καί τῶν ἐφ᾿ ἡμῶν οὐ τόν δεῖνα ἤ τόν δεῖνα, πάντας δ᾿ ἁπλῶς αἰτιᾶται τούς τόν ἱερόν καί ἡσύχιον ἀσπαζομένους βίον, δείκνυσι τρανῶς τό παράδοσιν ἔγγραφον (σελ. 440) ἀπό τῶν πατέρων ἐς ἡμᾶς κατιοῦσαν, ἐπαινουμένην τε παρά τῶν ἐπ᾿αρετῇ προηκόντων καί τῶν πρῴην ἐξ ἡμῶν γεγονότων, ὡς ἴσμεν, θείων ἀνδρῶν καί τό λυσιτελές ἐπί τῶν εἰσαγομένων διά πείρας ἐπιδεικνυμένην, διαστρέψαντά τε καί διαβαλόντα πρότερον σοφιστικῶς αὐτόν, εἶτ᾿ ἀπ᾿ αὐτῆς ὀνομάζειν ἅπαντας καί τόν λόγον ἐπί διαβολῇ κοινῇ προάγειν. Ἐπεί δέ καί τῶν ἐκ παλαιοῦ προσκυνητῶν ἡμῖν ἁγίων πλείστοις ἐξεγένετο διά πείρας μαθεῖν τε καί διδάξαι περί τοῦ φωτός τῆς χάριτος, ἡμεῖς, ὥσπερ ταῖς εὐαγγελικαῖς συνηγοροῦντες ἐντολαῖς, ἐκείνας παρηγάγομεν πρός μαρτυρίαν τάς ρήσεις, αἵ καί τήν ὁμολογίαν συνεπεφώνουν τῶν μή παραγομένων ὡς καί τά λόγια οὕτω διδάσκει προσημαίνουσαι˙ τόν αὐτόν κἀνταῦθα τρόπον ἐκεῖνα τῶν πατερικῶν προθήσομεν ρημάτων, ἅ καί κατά τήν ὑφήγησιν τῶν ἄλλων πάντων γεγράφθαι ὁ ταῦτα ἐξαγγέλλων ἰσχυρίζεται. Φησί τοίνυν Ἰσαάκ, ὁ πιστός τῶν τοιούτων καί ἀσφαλής ἐξηγητής, ὅτι «δύο ὀφθαλμούς κεκτήμεθα ψυχικούς, καθώς λέγουσιν οἱ πατέρες». Ἤκουσας ὅτι οἱ πατέρες πάντες τοῦτο λέγουσι; Λέγουσι γοῦν ὅτι «δύο ψυχικούς ἔχομεν ὀφθαλμούς καί οὐχ ἡ αὐτή χρεία τῆς δι᾿ ἑκατέρου θεωρίας˙ ἐν ἑνί μέν γάρ ὀφθαλμῷ τά κεκρυμμένα ἐν ταῖς φύσεσιν ὁρῶμεν, ἤγουν τήν δύναμιν τοῦ Θεοῦ καί τήν σοφίαν αὐτοῦ καί τήν περί ἡμᾶς πρόνοιαν αὐτοῦ τήν καταλαμβανομένην ἐκ τῆς μεγαλειότητος τῆς κυβερνήσεως αὐτοῦ εἰς ἡμᾶς˙ καί ἐν τῷ ἑτέρῳ ὀφθαλμῷ θεωροῦμεν τήν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας, ὅτε εἰς τά μυστήρια τά πνευματικά εὐδοκήσει ὁ Θεός εἰσάξαι ἡμᾶς.Ἧ μέν οὖν ὀφθαλμοί, φῶς τό ὑπ᾿αὐτῶν ὁρωμένον, ᾗ δέ οὐχ ἡ αὐτή χρεία τῆς δι᾿ ἑκατέρου θεωρίας, διπλόη τις φαίνεται ἐν τῇ τοῦ φωτός τούτου θεωρίᾳ˙ ἑκατέρῳ γάρ τῶν ὀφθαλμῶν ἄλλο φῶς ὁρᾶται, ὅ θατέρῳ οὐχ ὁρᾶται. Τούτων δ᾿ ὅ τί ποτέ ἐστιν ἑκάτερον ἐξηγήσατο ἡμῖν ὁ θεῖος οὗτος Ἰσαάκ, τό μέν κατάληψιν εἰπών τῆς τοῦ Θεοῦ δυνάμεως καί σοφίας (σελ. 442) καί προνοίας καί ἁπλῶς τήν ἀπό τῶν κτισμάτων προσγινομένην γνῶσιν τοῦ κτίσαντος αὐτά, τό δέ θεωρίαν οὐ τῆς θείας φύσεως, μή πάλιν σχοῖεν ἀφορμήν οἱ συκοφάνται, ἀλλά τῆς δόξης τῆς φύσεως αὐτοῦ, ἥν ἔδωκεν ὁ Κύριος τοῖς μαθηταῖς καί δι᾿ αὐτῶν πᾶσι τοῖς πιστεύσασιν αὐτῷ καί δι᾿ ἔργων τήν πίστιν ἐπιδειξαμένοις, ἥν καί ἠθέλησεν ὁρᾶν αὐτούς˙ «θέλω» γάρ, φησί πρός τόν πατέρα, «ἵνα θεωρῶσιν οὗτοι τήν δόξαν τήν ἐμήν, ἥν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρό καταβολῆς κόσμου»˙ καί πάλιν, «δόξασόν με σύ, πάτερ, παρά σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρό τοῦ τόν κόσμον εἶναι παρά σοί». Ὥστε καί τῇ ἀνθρωπίνῃ φύσει τήν δόξαν ἔδωκε τῆς θεότητος, τήν φύσιν δέ οὔ˙ ἄλλο ἄρα φύσις Θεοῦ καί ἡ δόξα ταύτης ἕτερον, εἰ καί ἀχώριστα ἐστιν ἀλλήλων˙ ἀλλ᾿ εἰ καί τῆς θείας φύσεως ἕτερόν ἐστι, τοῖς ὑπό χρόνον οὖσιν οὐκ ἄν εἴη ἐναρίθμιος, οὐκ οὖσα καθ᾿ ὑπεροχήν, αὐτῇ δέ τῇ θείᾳ φύσει τόν ἄφραστον ἐνοῦσα τρόπον. Οὔ μέντοι μόνῳ τῷ καθ᾿ ὑπόστασιν ἡνωμένῳ ἑαυτῷ φυράματι ταύτην ἔδωκε τήν ὑπέρ τά ὄντα πάντα δόξαν, ἀλλά καί τοῖς μαθηταῖς˙ «ἐγώ» γάρ, φησί, «τήν δόξαν ἥν ἔδωκάς μοι, πάτερ, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθώς ἡμεῖς ἕν ἐσμεν, ἐγώ ἐν αὐτοῖς καί σύ ἐν ἐμοί˙ ἵνα ὦσι τετελειωμένοι εἰς ἕν». Ἀλλά καί ὁρᾶν αὐτούς ἠθέλησεν. Αὕτη ἄρα ἐστίν ἡ δόξα, δι᾿ ἧς κτώμεθα ἐν ἑαυτοῖς καί ὁρῶμεν κυρίως τόν Θεόν. Πῶς οὖν τήν δόξαν ταύτην τῆς θείας φύσεως κτώμεθά τε καί ὁρῶμεν; Ἆρα τούς λόγους τῶν ὄντων ἐξετάζοντες καί δι᾿ αὐτῶν θηρώμενοι τήν γνῶσιν τῆς τοῦ Θεοῦ δυνάμεως καί σοφίας καί προνοίας; Ἀλλ᾿ ἕτερος ὀφθαλμός ἐστι ψυχῆς ὁ ταῦθ᾿ ὁρῶν, ᾧ τό θεῖον φῶς, ἡ δόξα τῆς φύσεως αὐτοῦ, κατά τό ὑπό τοῦ ἁγίου Ἰσαάκ καί τῶν ἄλλων πάντων πατέρων ᾶνωτέρω εἰρημένον, οὐχ ὁρᾶται˙ ἕτερον ἄρα τουτί ἐστι τό φῶς παρά τό φῶς ὅ τῆς γνώσεως ἐπώνυμόν ἐστιν. Οὐκοῦν οὐ πᾶς ὁ τήν τῶν ὄντων γνῶσιν ἔχων ἤ δι᾿ αὐτῆς (σελ. 444) ὁρῶν ἔνοικον ἔχει τόν Θεόν, ἀλλ᾿ αὐτήν τήν γνῶσιν τῶν κτισμάτων, ἐξ αὐτῆς ὡς ἐξ εἰκότος στοχαζόμενος Θεόν. Ὁ δέ τό φῶς ἐκεῖνο ἔχων ἀπορρήτως καί ὁρῶν οὐκέτ᾿ ἐκ τοῦ εἰκότος, ἀλλ᾿ἀληθεῖ καί τῶν κτισμάτων πάντων ὑπερανιδρυμένῃ θέᾳ, γινώσκει τε καί ἐν ἑαυτῷ ἔχει τόν Θεόν˙ οὐ γάρ χωρίζεταί ποτε τῆς ἀϊδίου δόξης. Ἀλλά μή διά τό ὑπερβάλλον τῆς εὐεργεσίας ἀπειθήσαντες ἀφηνιάσωμεν, πιστεύσαντες δέ τῷ μεταλαβόντι τῆς φύσεως ἡμῶν καί μεταδόντι τῆς δόξης τῆς φύσεως αὐτοῦ ζητήσωμεν πῶς κτᾶταί τις τοῦτο καί ὁρᾷ. Πῶς οὖν; Τῇ τῶν θείων ἐντολῶν τηρήσει˙ τῷ γάρ τηροῦντι ταύτας τήν ἑαυτοῦ ἐμφάνειαν ἐπηγγείλατο ὁ κύριος, ἥν ἐφεξῆς προϊών καί «μονήν ἑαυτοῦ καί τοῦ Πατρός» ὠνώμασεν εἰπών, «ἐάν τις ἀγαπᾷ με, τόν λόγον μου τηρήσει καί ὁ Πατήρ μου ἀγαπήσει αὐτόν καί ἐλευσόμεθα πρός αὐτόν καί μονήν παρ᾿ αὐτοῦ ποιήσομεν», καί «ἐμφανίσω αὐτῷ ἐμαυτόν». Ὅτι μέν οὖν λόγον αὐτοῦ τάς ἐντολάς αὐτοῦ λέγει δῆλον, ἐπεί καί ἀνωτέρω ἀντί τοῦ νῦν εἰρημένου “λόγου” τέθεικεν αὐτάς˙ «ὁ ἔχων» γάρ, φησί, «τάς ἐντολάς μου καί τηρῶν αὐτάς, ἐκεῖνος ἐστιν ὁ ἀγαπῶν με». Ὥστε καί ἀπό τούτου δείκνυται, καί μάλιστα κατά τούς τοῦ φιλοσόφου λόγους καί τά κατ᾿ἐκεῖνον δόγματα, μηδαμῶς οὖσα γνῶσις ἡ θεωρία αὕτη τοῦ Θεοῦ, κἄν ἐκεῖνος πάντα μᾶλλον ἤ τοῦτο βούληται. Δεῖ δέ καί ἡμᾶς εἰδέναι ταύτην οὐκ εἶναι γνῶσιν λέγοντας τήν θεωρίαν καθ᾿ ὑπεροχήν, ὡς καί τόν Θεόν μή ὄντα˙ καί γάρ ὑπέρ τά ὄντα πεπιστεύκαμεν αὐτόν. Ἀλλά πῶς καί μή βουλομένου τοῦ φιλοσόφου ἀπό τῶν ἐκείνου λόγων δείκνυται τό θεῖον τοῦτο φῶς ἕτερον παρά τήν γνῶσιν; Τήν τῶν ἐντολῶν τήρησιν ἐκεῖνος οὔ φησι δύνασθαι τό σκότος τῆς ἀγνοίας ἀπελαύνειντῆς ψυχῆς, ἀλλά τήν μάθησιν καί τήν κατ᾿ αὐτήν ἐπίμονον μελέτην˙ τό δέ μή ἀπελαῦνον τήν ἄγνοιαν γνῶσιν οὔποτ᾿ ἄν δύναιτο παρέχειν. Τό τοίνυν κατ᾿ ἐκεῖνο μή παρέχον γνῶσιν τήν θεωρίαν ταύτην (σελ. 446) χορηγεῖ, κατά τούς τοῦ Κυρίου λόγους˙ οὐκ ἄρα γνῶσίς ἐστιν ἡ θεωρία αὕτη, μή ὅτι δέ γνῶσιν ἡγεῖσθαί τε καί λέγειν ταύτην οὐ χρεών, ἀλλ᾿ οὐδέ γνωστήν, εἰ μή ἄρα καταχρηστικῶς καί ὁμωνύμως, ἤ κυρίως μᾶλλον, ἀλλ᾿ ὑπεξῃρημένως. Μή ὅτι οὖν γνῶσιν ταύτην οὐχ ἡγεῖσθαι χρή, ἀλλά καί πάσης γνώσεως καί τῆς κατά γνῶσιν θεωρίας διαφερόντων ὑπερτέραν, εἴπερ τῆς τοῦ Θεοῦ μονῆς ἐν ἡμῖν καί ἐμφανείας ὑψηλότερον οὐδέν, οὐδ᾿ ἴσον, οὐδ᾿ ἐγγύς. Ἡμεῖς δέ καί γνώσεως καί ἀληθοῦς γνώσεως ἴσμεν παρεκτικήν οὖσαν τήν τῶν ἐντολῶν τοῦ Θεοῦ ἐκπλήρωσιν˙ διά γάρ ταύτην μόνης ὑγίεια τῇ ψυχῇ προγίνεται. Τίς δ᾿ ἄν εἴη ψυχῆς ὑγίεια, τό γνωστικόν νοσούσης; Παρεκτικάς μέν οὖν ἐπιστάμεθα τάς τοῦ Θεοῦ ἐντολάς καί γνώσεως, ἀλλ᾿ οὐχί γνώσεως μόνης, ἀλλά καί θεώσεως˙ ταύτης δέ τυγχάνομεν τελείως κτησάμενοι καί ἰδόντες ἐν ἑαυτοῖς τήν δόξαν τοῦ Θεοῦ ἐν Πνεύματι, ὁπηνίκα εὐδοκήσει ὁ Θεός εἰς τά Πνευματικά μυστήρια προαγαγεῖν ἡμᾶς κατά τόν προειρημένον τοῦτον ἅγιον. Ἐπεί δέ τούς πατέρας οὗτος προὐβάλετο τοῦτο λέγοντας, καί ἡμεῖς τούς μετ᾿ αὐτόν ἅπαντας ἀφέντες ἐνίους ἴδωμεν τῶν πρός αὐτοῦ, τίνα λέγουσι δόξαν Θεοῦ τοῖς μύσταις μόνοις μυστικῶς καί ἀπορρήτως ὁρωμένην, καί πρό τῶν ἄλλων τούς αὐτόπτας καί ἀποστόλους τοῦ μόνου Θεοῦ Πατρός ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ πᾶσα πατριά ἐν τῷ τῆς ἱερᾶς Ἐκκλησίας ὀνομάζεται πληρώματι, καί πρό τῶν ἀπστόλων αὖθις τόν κορυφαῖον ἐκείνων Πέτρον, ὅς φησιν˙ «οὐ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τήν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καί παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος». Τίνα τοίνυν δόξαν οὗτος ἐπώπτευσε τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἕτερος ἀπόστολος παρίτω δείξων˙ «διαγρηγορήσαντες» γάρ, φησίν, (σελ. 448) «ὁ Πέτρος καί οἱ σύν αὐτῷ, εἶδον τήν δόξαν τοῦ Χριστοῦ». Ποίαν δόξαν; Ἕτερος αὖθις παρελθέτω τῶν εὐαγγελιστῶν συμμαρτυρήσων˙ «ἔλαμψε», φησί, «τό πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καί τά ἱμάτια αὐτοῦ ἐγένοντο λευκά ὡς τό φῶς»˙ καί ἔδειξεν αὐτοῖς ὅτι αὐτός ἐστι κατά τό ψαλμικόν «ὁ τό φῶς ὡς ἱμάτιον ἀναβαλλόμενος» Θεός. Διό καί ὁ Πέτρος μετά τό εἰπεῖν ὅτι ἐπώπτευσε τήν δόξαν τοῦ Χριστοῦ «ἐν τῷ ὄρει τῷ ἁγίῳ», τό φῶς τό καί τάς ἀκοάς, εἰ καί θαυμαστόν εἰπεῖν, περιαυγάζον (καί νεφέλην γάρ φωτεινήν λόγους ἐνηχοῦσαν ἐθεάσαντο ἐκεῖ), μετά τό ἰδεῖν τοίνυν ταύτην τήν δόξαν τοῦ Χριστοῦ, καί «ἔχομεν» φησί, «βεβαιότερον τόν προφητικόν λόγον». Ποῖον προφητικόν λόγον βεβαιότερον ἀπό τῆς θέας τοῦ φωτός ἔχεται μαθόντες, ὦ θεόπται; Ποῖον ἕτερον ἤ ὅτι ὁ Θεός «ὡς ἱμάτιον τό φῶς ἀναβάλλεται»; «Τούτῳ δέ», φησί, «καλῶς τῷ λόγῳ τῷ προφητικῷ ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσει». Ποία ἡμέρα; Πάντως ἡ διαυγάσασα ἐν Θαβωρίῳ. «Καί φωσφόρος ἀνατελεῖ». Ποῖς φωσφόρος; Πάντως ὁ καταλάμψας αὐτός ἐκεῖ σύν Ἰακώβῳ καί Ἰωάννῃ. Ἕως ἄν ἀνατείλῃ ὁ φωσφόρος οὗτος, ποῦ; «Ἐν ταῖς καρδίαις ὑμῶν». Ὁρᾷς ὅτι τό φῶς τοῦτο ἐν ταῖς καρδίαις ἀρτίως φαίνει τῶν πιστῶν καί τελείων; Ὁρᾷς δ᾿ ὅσον ὑπερέχει τοῦ φωτός τῆς γνώσεως; Οὐχί τῆς ἀπό τῶν ἑλληνικῶν μαθημάτων (ἐκείνη γάρ οὐδέ τῆς φωτός ἐπωνυμίας ἀξία, ψευδής οὖσα πᾶσα ἤ τῷ ψεύδει συμμιγής καί σκότει μᾶλλον ἤ φωτί παραπλησία), οὐ ταύτης οὖν, ἀλλά καί τῆς ἀπό τῶν θείων Γραφῶν γνώσεως τοσοῦτο διενήνοχε τό φῶς τῆς θεωρίας ταύτης, ὡς τό μέν κατ᾿ ἐκείνην φῶς λύχνῳ παρεικάζεσθαι φαίνοντι ἐν τόπῳ αὐχμηρῷ, τό δέ κατά τήν μυστικήν ταύτην θεωρίαν φῶς ἐν ἡμέρᾳ λάμποντι φωσφόρῳ, ὅς ἐστιν ὁ ἥλιος. «Ἀλλά πῶς», φησί, «παραβλητόν ἡλίῳ αἰσθητῷ, εἰ καί θεϊκόν ἐστι τουτί τό φῶς;». Σύ ὁ θεωρητικώτατος ἁπάντων (σελ. 450) ἀγνοεῖς καί οὐχ ἔχεις παραδειγματικῶς ἐκλαμβάνειν, ἀλλ᾿ οὐ συγκριτικῶς, τό τόν Θεόν λάμπειν ὡς τόν ἥλιον ἤ ὑπέρ τόν ἥλιον; Καίτοι καί φανέντος καί δευτέρου τό ἴσον ἔχοντος φωστῆρος ἐν ἡμέρᾳ, διπλάσιον ταύτης γενήσεται τό φῶς καί τοῖν ἡλίοιν ἑκάτερος ἐν τοσούτῳ φαινόμενος φωτί ἀλαμπέστερος φανεῖται. Ὁ τοίνυν ὡς ἥλιος τότε λάμπων τόν ἥλιον ὑπερλάμπων, οὐχ ὡς ὁ ἥλιος λάμπει, ἀλλ᾿ ὑπέρ τόν ἥλιον˙ οὕτω καί ὁμοιωματικῶς λεγόμενος οὐδεμίαν ἔχει τήν ἰσότητα, καί παραδειγματικῶς συγκρινόμενος οὐδεμίαν ἔχει ὁμοιότητα ὁμότιμον. Ἀλλ᾿ ὅτι μέν οὐκ αἰσθητόν κυρίως οὐδέ νοητόν τό φανέν φῶς ἐν Θαβωρίῳ τοῖς τῶν μαθητῶν τοῦ Κυρίου ἀπολέκτοις, ἐν τῷ Περί φωτισμοῦ θείου καί ἱερᾶς εὐδαιμονίας λόγῳ κατ᾿ ἐμήν δύναμιν ἱκανῶς προαποδέδεικται. Φασί δ᾿ οἱ κατά τοῦ τοιούτου φωτισμοῦ καί φωτός ἀγωνισάμενοι καί συμβολικά εἶναι φάσματα πάντα τά παρά Θεοῦ δειχθέντα τοῖς ἁγίοις φῶτα, καί ἀΰλων δή τινων καί νοητῶν αἰνίγματα πραγμάτων, καί οἰκιονομικῶς καί φανταστικῶς, δεικνύμενα πρός τάς συμβαινούσας περιστάσεις, καί τοῦ Ἀρεοπαγίτου ἁγίου καταψεύδονται Διονυσίου ὡς συμφθεγγομένου τούτοις, καίτοι σαφῶς οὗτος τό ἐν τῇ θειοτάτῃ μεταμορφώσει τούς μαθητάς περιαστράψαν φῶς φανοτάταις μαρμαρυγαῖς ἐπί τοῦ μέλλοντος αἰῶνος περιαυγάζειν φησίν ἡμᾶς ἀδιαλείπτως καί ἀτελευτήτως, πάντοτε σύν Κυρίῳ κατά τήν ἐπαγγελίαν ὄντας. Τῶν οὖν συμβόλων τε καί αἰνιγμάτων πάντων, τῶν πρός τά συμβαινούσας περιστάσεις διαπλαττομένων, γινομένων τε καί ἀπογινομένων, καί νῦν μέν ὄντων, μᾶλλον δέ φαιομένων μέν ποτε, κυρίως δέ ὄντων σχεδόν οὐδέποτε, τό ἀεί ὄν καί κυρίως ὄν καί ἀναλλοιώτως ὄν φανότατον τοῦτο καί θειότατον φῶς πῶς οὐκ ἀφειμένον ἔσται; Ἤ τόν μέν ἐν αἰσθητοῖς φανότατον ἁπάντων ἥλιον ἐκ τροπῆς ἠργμένον καί πολλαῖς ἐτησίοις ὑποκείμενον τροπαῖς καί πολλοῖς (σελ. 452) σώμασιν ἀντιφραττόμενον, καί νῦν μέν ἐκλείποτα νῦν δέ κρυπτόμενον, ἔστι δ᾿ ὅτε καί ἁγίων ἐπιτάγμασιν ὑποταττόμενον, κἀντεῦθεν καί κινήσεως ἀνακοπτόμενον, ἀναποδίζοντά τε καί ἱστάμενον, τοῦτον μέν καί τό ἀπό τούτου φῶς ὅ ἐροῦμεν ἐν ὑποστάσει, τό δέ φῶς ἐκεῖνο, «παρ᾿ ᾧ οὐκ ἔστι παραλλαγή ἤ τροπῆς ἀποσκίασμα», τό ἀπαύγασμα τῆς ὁμοθέου σαρκός τῆς πλουτούσης καί διδούσης τήν δόξαν τῆς θεότητος τοῦτο τοίνυν τό φῶς, τήν καλλονήν τοῦ μέλλοντος καί μένοντος αἰῶνος, σύμβολον καί φάσμα καί ἀνυπόστατον ἐροῦμεν; Οὐχ, ἕως ῶμεντοῦ φωτός ἐκείνου ἀρασταί. Τοῦτο γάρ τό φῶς καί Γρηγόριος ὁ θεολόγος καί Ἰωάννης ὁ τήν γλῶτταν χρυσοῦς καί Βασίλειος ὁ μέγας θεότητα σαφῶς καλοῦσι. «Φῶς», φησίν, «ἡ παραδειχθεῖσα θεότης ἐπί τοῦ ὄρους τοῖς μαθηταῖς»˙ καί αὖθις, «λαμπρότερος ἑαυτοῦ ἐφαίνετο ὁ Κύριος, τῆς θεότητος παραδειξάσης τάς ἀκτῖνας αὐτῆς»˙ καί πάλιν, «ἐφαίνετο τοῖς καθαροῖς τήν καρδίαν, ὡς δι᾿ ὑελίνων λαμπτήρων, διά τοῦ προσκυνητοῦ σώματος ἡ τοιαύτη διαυγάζουσα δύναμις». Ὥστε οὐ τοῦ σώματος ἦν ἁπλῶς ἡ δόξα αὕτη, ἀλλά τῆς θείας φύσεως, ἥτις ἐν μιᾷ τῶν ἐν αὐτῇ ἁγίων ὑποστάσεων τῷ προσκυνητῷ ἐκείνῳ συνημμένη σώματι, πᾶσαν τήν ἰδίαν ταύτην δόξαν καί θεοπρεπῆ λαμπρότητα ἐνέθηκεν αὐτῷ. Διό καί ὁ μέγας Μακάριος δόξαν τοῦτο προσηγόρευσε τοῦ Πνεύματος. Πῶς οὖν ἡ θεότης, ἡ λαμπρότης καί δόξα τῆς ὑπερουσιότητος ἐκείνης, νῦν μέν ἔσται νῦν δ᾿ οὐκ ἔσται, γινομένη τε καί ἀπογινομένη, φαινομένη τε καί ἀφανιζομένη, οὐκ ἀπό τῶν ἀναξίων κρυπτομέη, ἀλλ᾿ εἰς τό μή ὄν χωροῦσα, οἶα τά φάσματα καί τά τοιαῦτα σύμβολα καί αἰνίγματα καί ὅσα παρά τῶν παντόλμων ὀνομάζεται τούτων, οἵ καί τούς σφῶν ἐλέγχους ὡς αὐτοῖς συμμαρτυροῦντας παρήγαγον, Διονύσιόν τε τόν θεῖον καί Μάξιμον, οὐ συνορῶντες ὡς ἀναλογικῶς τε καί ἀναγωγικῶς (σελ. 454) θεολογίας σύμβολον τό ἐν τῇ μεταμορφώσει τοῦ Κυρίου φῶς ὁ σοφός τά θεῖα προσηγόρευσε Μάξιομος; Συμβόλων γάρ ὁμωνύμως καί τῶν ὑφεστώτων πάντων γινομένων τε καί λεγομένων ἐν ταῖς κατ᾿ ἀναλογίαν καί ἀναγωγήν θεολογίαις, τοιοῦτο σύμβολον καί αὐτός ἐκεῖ τουτί προσεῖπε, διό καί θεωρίαν σαφῶς ἐπέγραψε τούς ἐκεῖ λόγους, ὡς καί Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος θεωρίαν ὠνόμασε τό γνωστόν καλοῦ καί πονηροῦ ξύλον, σύμβολον αὐτῆς κατά τήν ἑαυτοῦ θεωρίαν ἀναγωγικῶς ποιησάμενος, ἀλλ᾿ οὐ διά τοῦτο φάσμα καί ἀνυπόστατον σύμβολον ἐκεῖνο ἦν. Ἀλλά καί τόν Μωϋσῆν καί τόν Ἠλίαν, τόν μέν κρίσεως, τόν δέ προνοίας σύμβολον, ὁ θεῖος ποιεῖται Μάξιμος. Ἆρ᾿ οὖν οὐ παρῆσαν ἀληθῶς, ἀλλά συμβολικῶς κἀκεῖνοι διεπλάσθησαν; Τί δέ ὁ Πέτρος, οὐκ ἄν γένοιτο τῆς πιστεως σύμβολον τῷ θεωρεῖν κατά ἀναγωγήν βουλομένῳ καί τῆς ἐλπίδος Ἰάκωβος καί τῆς ἀγάπης ὁ Ἰωάννης; Καί αὐτό τό ὄρος τῆς κατ᾿ἀρετήν ἅπασαν ἀναβάσεως, ἐφ᾿ ᾧ Χριστός ἀνελθών, τοῖς ἀκολουθῆσαι δυνηθεῖσιν, ἵνα κατά τόν αὐτόν εἴπω Μάξιμον, ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται, ἐν ᾗ ὑπῆρχε πρό τοῦ τόν κόσμον εἶναι; Ὁρᾷς οἷον ἦν τό ἐκεῖ τούς μαθητάς περιαστράψαν φῶς; Κατά τοῦτο γοῦν μεταμορφωθέντα τόν Κύριον οἱ τῶν ἀποστόλων ἔκκριτοι θεασάμενοι «ἀπό τῆς σαρκός εἰς τό Πνεῦμα μετέβησαν, πρίν τήν διά σαρκός ἀποθέσθαι ζωήν», καθάπερ αὐτός αὖθις λέγει, «τῇ ἐναλλαγῇ τῶν κατ᾿ αἴσθησιν ἐνεργειῶν, ἥν αὐτοῖς τό Πνεῦμα ἐνήργησεν». Ὁρᾷς ὡς ἀθέατον ἦν ἐκεῖνο τό φῶς τῇ αἰσθήσει μή μετασκευασθείσῃ διά τοῦ Πνεύματος; Διό καί τοῖς πλησιοχώροις οὐκ ἐπεφάνη, καίτοι λάμψαν ὑπέρ τόν ἥλιον. Οὕτω μέν οὖν οὗτος. Διονύσιος δέ ὁ μέγας τουτί τό φῶς ἁπλοῦν φησιν, ἀσχημάτιστον, ὑπερφυές, ὑπερούσιον, τουτέστιν ὑπέρ τά ὄντα πάντα ὄν. Πῶς οὖν αἰσθητόν τό τοιοῦτον ἤ συμβολικόν τοιοῦτο; Μέλλων γάρ οὗτος περί τοῦ φωτός ἱερογραφεῖν, ὡς (σελ. 456) τοῦ φωτός ἀσφαλής καί θεατής καί μύστης καί τελετής, «νῦν μέν», φησίν, «οἱ ἔνθεοι καθηγεμόνες ἡμῶν αἰσθητοῖς τά νοητά καί τοῖς οὖσι τά ὑπερούσια, καί τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων τήν ὑπερφυῆ καί ἀσχημάτιστον ἁπλότητα παρέδωκαν ἡμῖν˙ ὅταν δέ ἄφθαρτοι καί ἀθάνατοι γενώμεθα καί τῆς χριστοειδοῦς καί μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σύν Κυρίῳ, κατά τό λόγιον, ἐσόμεθα, τῆς μέν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις ἀστραπαῖς ἡμᾶς περιαυγαζούσης, ὡς τούς μαθητάς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει». Ὁρᾷς, ὅπως οὐχ ὑπέρ αἴσθησιν μόνον, ἀλλά καί ὑπέρ τά ὄντα πάντα, τοῦτό ἐστι τό φῶς καί ὡς ὑπερφυής ἡ θεωρία αὕτη; Νῦν μέν γάρ αἰσθήσει καί διά τῶν ὄντων καί τῶν μεριστῶν συμβόλων, τότε δέ ὑπέρ ταῦτα γεγονότες, τό ἀΐδιον φῶς ἀμέσως, μηδενός μεσιτεύοντος παραπετάσματος, ὀψόμεθα, ὡς καί ὁ τῶν τοιούτων ἱεροτελεστής θειότατος ἐκφαντορικῶς ἐξηγήσατο˙ «νῦν μέν» γάρ, «βλέπομεν δι᾿ ἐσόπτρου καί ἐν αἰνίγματι, τότε δέ πρόσωπον πρός πρόσωπον». Τό δέ νῦν εἶπε τήν δυνατήν καί ἀνάλογον τῇ καθ᾿ ἡμᾶς φύσει θωρίαν δεικνύς˙ αὐτός γάρ ταύτην ὑπεραναβάς, ὑπέρ αἴσθησίν τε γεγονώς καί νοῦν, εἶδε τά ἀόρατα καί ἤκουσε τά ἀνήκουστα, τόν ἀρραβῶνα τῆς παλιγγενεσίας ἐκείνης καί τῆς κατ᾿ αὐτήν θέας λαβών ἐν ἑαυτῷ, διό καί ἔλεγεν˙ «οἶδα» ἀκούσας καί ἰδών. Ἰδού αἰσθήσεως ἐνέργεια ταυτί δοκεῖ˙ ἀλλ᾿ ἐκεῖνος αὖθις εἶπεν, ὡς «οὐκ οἶδα εἴτε νοῦς ἦν, εἴτε σῶμα αἰσθόμενον». Ὥστε ἡ αἴσθησις αὕτη ὑπέρ αἴσθησιν καί νοῦν ἐστιν˙ ἡνίκα γάρ ἑκάτερον τούτων ἐνεργεῖ καί ὅτι ἐνεργεῖ, αἰσθάνεταί τε καί νοεῖ˙ διά τοῦτο προσέθηκεν ὅτι «ὁ Θεός οἶδεν», ἐπεί ὁ Θεός ἦν ὁ τότε ἐνεργῶν. Αὐτός δέ ὑπέρ ἄνθρωπον τῇ πρός Θεόν ἑνώσει γεγονώς διά τοῦ ἀοράτου ἑώρα τά ἀόρατα, μήτε τοῦ ὑπέρ αἴσθησιν ἐκστάντα καί ὁρατά τούτῳ γεγονότα. Καί ὁ μέγας τοίνυν Διονύσιος οὐκ αἰσθητήν ἔδειξε (σελ. 458) τήν τοῦ αἰωνίου φωτός θέαν, ὁρατήν εἰπών αὐτήν, ἐπεί τοῖς χριστοειδέσιν εἶπεν ὁρατήν. Εὑρήσεις δέ αὐτόν καί ἀλλαχοῦ σαφῶς ὁρατόν λέγοντα τό ὑπέρ αἴσθησιν φῶς˙ «ἡ γάρ τῶν νοερῶν», φησίν, «αὐθαίρετος αὐτοεξουσιότης, εἰ τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ τούς ὅρους ὑπερπηδῆσαι τολμηρῶς ἐπιχειρῆσοι, τό μέν φῶς ἐνεργήσει παρά τάς φωτός οὐδέ ἕν, αὐτή δέ καί τοῦ μετρίου δι᾿ ἑαυτήν ἀποτεύξεται». Εἰ γοῦν τῶν νοερῶν ἡ θεωρία τῶν ὑπέρ αἴσθησιν οὐκ ἀποδιαστέλλεται, κἄν ὁρατή, πῶς ἡ τῶν τῆς χριστοειδοῦς ἐφικομένων λήξεως ὑπέρ αἴσθησιν οὐκ ἔσται, διότι ὁρατή; Καί μή οὐ μόνον ὑπέρ αἴσθησιν ἡ ὁρατή ἐκείνη θεοφάνεια, ἀλλά καί ὑπέρ νοῦν, καθάπερ καί ὁ ἅγιος Μάξιμος διετράνωσε˙ «πασῶν» γάρ, φησί, «τότε τῶν κατά σῶμα καί νοῦν φυσικῶν ἐνεργειῶν τήν ἀπόπαυσιν ἡμῖν χαριεῖσθαι τό Πνεῦμα διά τῆς θεώσεως, ὥστε τόν Θεόν διά τε τῆς ψυχῆς καί τοῦ σώματος φαίνεσθαι». Τοῦ αὐτοῦ ἄρα φωτός καί ὁ νοῦς καί ἡ αἴσθησις ἀντιλήψεται, ἑκάτερον μέντοι ἀναλόγως ἑαυτῷ, ἀλλ᾿ ὑπέρ αἴσθησιν καί νοῦν. Καί ὅ φησιν ὁ μέγας Διονύσιος ὁρατήν θεοφάνειαν ἐκεῖ καί ὑπέρ νοῦν ἕνωσιν οὐ πάνυ διενηνόχασιν ἀλλήλων˙ ἄλλως τε καί ἀέρος ἐκεῖ καί τόπου κατά τούς θεηγόρους μή δεόμενοι, πῶς αἰσθητοῦ δεησόμεθα φωτός; Ἀλλ᾿ ἐν Θεῷ γενόμενος ὁ Παῦλος καί τά τοῦ Θεοῦ ἀόρατα τεθεαμένος ἐν ἐκστάσει τήν οὐσίαν ἆρ᾿ εἶδε τοῦ Θεοῦ; Καί τίς ἄν τοῦτο εἴποι; Τόν αὐτόν οὖν τρόπον καί οἱ δι᾿ ἡσυχίας κεκαθαρμένοι τῶν ἀοράτων καταξιοῦνται θεαμάτων, ἀνεπάφου μενούσης τῆς οὐσίας τοῦ Θεοῦ, ἀλλά καί μυοῦνται καί διανοοῦνται περί τῆς θεάς ἐκείνης οἱ καταξιωμένοι ταύτης καί οὕτω τῆς νοητῆς τοῦ Θεοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καί ἀΰλῳ τῷ νῷ μετέχουσιν, ἀλλά καί ὑπέρ τάς θεωρίας ταύτας καί τάς κατ᾿ αὐτάς μυήσεις ἴσασι τό θεῖον˙ καί οὕτω τήν (σελ. 460) ὑπέρ νοῦν ταύτην κρεῖττον ἤ καθ᾿ ἡμᾶς ἔχουσιν ἐπιβολήν, οὐκ ἀπό τοῦ μή ὁρᾶν, ὡς οἱ ἐξ ἀφαιρέσεως θεολογοῦντες, ἀλλ᾿ αὐτῇ τῇ ὁράσει τό ὑπέρ ὅρασιν εἰδότες, πάσχοντες οἷον τήν ἀφαίρεσιν, ἀλλ᾿ οὐ διανοούμενοι. Ὡς οὖν τοῦ καταφατικῶς θεολογεῖν τό τά θεῖα πάσχειν καί ὁρᾶν ἕτερον καί ὑπέρτερόν ἐστιν, οὕτω τοῦ κατά ἀφαίρεσιν θεολογεῖν τό κἀν τῇ πνευματικῇ ὁράσει διά τό τοῦ ὁρωμένου ὑπερβάλλον πάσχειν τήν ἀφαίρεσιν ἕτερον καί ὑπέρτερόν ἐστιν. Εἰ γάρ τις ἡλίου σκιάν ἐν κατόπτρῳ καθορῴη τοῦ κατ᾿ οὐρανόν τούτου λαμπροτέραν, ὡς καί ὑπό τῆς σκιώδους ἀστραπῆς τήν οἰκείαν ὄψιν ἡττωμένην ἔχειν, πάντως τό δι᾿ ὑπεροχήν ἀόρατον τοῦ ἀρχετύπου συνεώρακεν ἄν, ἀλλ᾿ οὐκ ἐξ ἀορασίας, ἀλλ᾿ ἐκ τῆς ὁράσεως˙ οὕτω τοίνυν καί οἱ τῆς μακαριωτάτης ἐκείνης θεάς ἀξιούμενοι, οὐκ ἐξ ἀποφάσεως ἀλλ᾿ ἐκ τῆς ἐν πνεύματι ὁράσεως τῆς θεοποιοῦ ταύτης ἐνεργείας τό ὑπέρ ὅρασιν γινώσκουσι, πόσῳ γε μᾶλλον τοῦ ταύτην ἐνεργοῦντος. Ὅσοι δ᾿ ἄν ὑπ᾿ ἐκείνων διδαχθεῖεν, τῆς μέν νοητῆς φωτοδοσίας μεταλαγχάνουσι καί πρός τήν κατά ἀπόφασιν θεολογίαν ἀνιέναι δύνανται˙ τυχεῖν δέ τῆς ὁμοίας θέας καί δι᾿ αὐτῆς καί μετ᾿ αὐτῆς συνορᾶν τό τοῦ Θεοῦ ἀθέατον, τῶν ἀδυνάτων, εἰ μή καί τῆς ὑπερφυοῦς καί πνευματικῆς καί ὑπέρ νοῦν ἑνώσεως τεύξονται. Οὕτω γάρ καί ὁ Στἐφανος, κατά τόν Νύσσης θεῖον Γρηγόριον, «οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καί δυνάμει μένων τό θεῖον βλέπει, ἀλλά πρός τήν τοῦ ἁγίου Πνεύματος χάριν ἀνακραθείς, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι τά ὅμοια παρά τῆς Γραφῆς μεμαρτύρηται˙ εἰ γάρ ἀνθρωπίνῃ φύσει τε καί δυνάμει ἡ τοῦ Πατρός καί τοῦ Υἱοῦ δόξα χωρητή κατέστη, ψευδής ὁ ἀχώρητον ἀποφηνάμενος εἶναι τό θέαμα˙ ἀλλά μή οὐδέ ἐκεῖνον ψεύδεσθαι καί τήν ἱστορίαν ἀληθεύειν ἐπάναγκες». Καλῶς ἄρα καί πρότερον ἐλέγομεν ὅτι ἡ ἐπί τῇ μεταμορφώσει τοῦ Χριστοῦ θεωρηθεῖσα δόξα τοῦ Πατρός ἦν, (σελ. 462) ἐπεί Πατρός τε καί Υἱοῦ δόξα μία˙ καί νῦν γάρ σαφῶς ἐν Θεῷ γενόμενος ὁ Στέφανος, οὐ τόν Θεόν ἐν δόξῃ εἶδε μόνον ἀλλά καί αὐτήν τήν δόξαν, δόξαν οὖσαν τοῦ Πατρός. «Ἆρ᾿ οὖν ἀνθρωπίνης φύσεως ἦν τό κατόρθωμα; Ἆρά τινος τῶν ἀγγέλων πρός τό ὕψος ἐκεῖνο τήν κάτω κειμένην φύσιν ἀναβιβάσαντος; Οὐκ ἔστι ταῦτα˙ οὐ γάρ οὕτω γέγραπται ὅτι Στέφανος τῇ δυνάμει πολύς ἤ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἅ εἶδεν, ἀλλ᾿ ὅτι Στέφανος, πλήρης ὤν Πνεύματος ἁγίου, εἶδε τήν δόξαν τοῦ Θεοῦ καί τόν μονογενῆ τοῦ Θεοῦ˙ οὐ γάρ ἔστι, καθάπερ ὁ προφήτης εἶπε, τό φῶς ὀφθῆναι μή ἐν φωτί καθορώμενον». Εἰ δέ ἐν φωτί πατρικῷ τῷ Πνεύματι φῶς ὁρῶμεν τόν Υἰόν, ἔστιν ἄρ᾿ ἡμῖν ἕνωσίς τις ἄμεσος πρός τόν Θεόν καί μετάδοσις φωτός ἐκεῖθεν, μή διά μέσων μετεχομένη τῶν ἀγγέλων, εἰ καί ὁ φιλόσοφος οὗτος ἀπαναίνεται καί τόν μέγαν Διονύσιον τοῦθ᾿ οὕτως οἴεται διδάσκειν, μή τήν δύναμιν ἀκριβῶς τῆς τοῦ ἱεροφάντορος τούτου θεολογίας συνιείς. Τήν γάρ αἰτίαν οὗτος τῆς ἀγγελικῆς ἐκκαλύπτων ἐπωνυμίας, ὁράσεις μέν πολλάς δι᾿ αὐτῶν ἡμῖν ἐκφαίνεσθαί φησιν, ἀλλ᾿ οὐχί καί τάς αὐτοφανεῖς ἁπάσας, οὐδέ πᾶσαν ἕνωσιν, οὐδέ πᾶσαν ἔλλαμψιν δι᾿ ἐκείνων γίνεσθαί φησιν. Εἰπών γάρ τήν πολυύμνητον ἐκείνην δοξολογίαν ὑπό πλήθους οὐρανίου στρατιᾶς ἐπί τῇ τοῦ Χριστοῦ γεννήσει τοῖς ἐπί γῆς παραδοθεῖσαν, καί ὡς ἄγγελος εὐηγγελίσατο τοῖς ποιμέσι ταύτην, ἅτε τῇ τῶν πολλῶν ἀναχωρήσει καί ἡσυχίᾳ κεκαθαρμένοις, τήν περιλάμψασαν αὐτούς δόξαν τοῦ Θεοῦ οὐκ εἶπε δι᾿ ἀγγέλων γεγονέναι˙ ἀλλ᾿ οὐδ᾿ ὑπό τῆς περιλαμφθείσης δόξης οἱ ποιμένες τοῦ σωτηρίου τήν ἀποκάλυψιν ἐδέξαντο˙ φοβηθέντων δέ αὐτῶν – καί γάρ ἀήθεις ἦσαν τοιούτων θεαμάτων - ἐξήγγειλλον οἱ ἄγγελοι τί βούλεται τοῦ φωτός ἡ παρουσία. Καί ἡ παρθενομήτωρ, ὅτι τε καί (σελ. 464) ὅπως ἐν γαστρί ἕξει τόν Θεόν καί τέξεται σαρκί δι᾿ ἀγγέλου ἐμυεῖτο, ἀλλ᾿ οὐχί δι᾿ ἀγγέλου ἡ τοῦ Θεοῦ ἕνωσις πρός αὐτήν ἐγίγνετο. Σκεπτέον δέ κἀνταῦθα ὡς οὐδ᾿ ἐκείνη τῇ ἑνώσει ἐμυεῖτο, ἀλλά τοῦ ἐξαγγέλλοντος ἐδεῖτο. Καί τί δεῖ πλειόνων, αὐτοῦ λέγοντος ἀριδήλως ὅτι τῇ πρός τό ὕπερθεν φῶς ἑνώσει, ἥ μόνοις ἐνυπάρχει «τοῖς ὑπέρ γνῶσιν ἀγγελικήν κατηξιωμένοις ἀγγέλοις, ταύτῃ καί οἱ θεοειδεῖς ἀγγελομιμήτως ἑνοῦνται νόες κατά πάσης νοερᾶς ἐνεργείας ἀπόπαυσιν»˙ καί αὖθις, «καθάπερ οἱ δεινοί περί τάς ἱεράς ἡμῶν τελετάς τάς αὐτοφανεῖς φασι τῶν θείων ἀποπληρώσεις τῶν δι᾿ ἑτέρων μεθέξεων εἶναι τελεωτέρας, οὕτως οἶμαι καί τῶν ἀγγελικῶν τάξεων τήν ἔμεσον μετουσίαν τῶν πρώτως ἐπί Θεόν ἀνατεινομένων ἐνεργεστέραν εἶναι τῶν διά μεσότητος ἀποτελουμένων». Ὁ δέ Ζαχαρίας ἕνα τῶν πρώτων καί περί Θεόν ἀγγέλων ὁρᾷ, ὡς ὁ μέγας Διονύσιος καί τοῦτ᾿ ἐκδιδάσκει˙ «Ἰεζεκιήλ δέ καί πρός αὐτῆς φησί τοῦτο πανιέρως νομοθετηθῆναι τῆς τοῖς χερουβίμ ἐπιβεβηκυίας ὑπερενδόξου θεότητος». Οὕτω μή μόνον ἐν ἀγγέλοις, ἀλλά καί ἐν ἡμῖν, οὐχ ὅπως ἐμμέσως καί δι᾿ ἑτέρων, ἀλλά καί ἄμεσοι καί αὐτοφανεῖς θεοπτίαι τελοῦνται, οὐ διά τῶν πρώτων διαπορθμευτικῶς ἐπί τά δεύτερα ἰοῦσαι˙ ὁ γάρ Κύριος τῶν κυρίων νόμοις οὐχ ὑπόκειται κτίσεως. Διό καί κατά τάς ἱεράς ἡμῶν παραδόσεις πρῶτος καί μόνος ὁ Γαβριήλ μυεῖται τό τῆς ἀφθέγκτου κενώσεως τοῦ λόγου μυστήριον, καίτοι μή τῆς πρώτως καί ἀμέσως περί Θεόν ἱδρυμένης ἀγγελικῆς τάξεως ὑπάρχων. Ἔδει δ᾿ ἄρα καινήν εἶναι τήν τῆς καινῆς κτίσεως ἀρχήν. Ὁ γάρ μέχρις ἡμῶν ὑπέρ ἡμῶν κενώσεως ἑαυτόν τά πάντα ἐποίησε καινά˙ διό καί ἀναλαμβανόμενος εἰς οὐρανόν τούς ἐν ὑποβεβηκυίᾳ τάξει καί μᾶλλον περικοσμίους ἀγγέλους καθά φησιν ὁ ἅγιος Κύριλλος, φωτιστικούς καί τελεσιουργούς (σελ. 466) ποιεῖται τῆς ἀνωτέρω ταξιαρχίας, αἴρειν πύλας αἰωνίους τοῖς ἄρχουσιν αὐτῶν διακελευομένους καί μυοῦντας, ὡς εἰσελεύεται καί ἀνελεύσεται καί πάσης ἀρχῆς καί ἐξουσίας ἐπάνω καθιεῖται ὁ σάρκα περικείμενος διά φιλανθρωπίαν ἄφατον. Κύριος γάρ ἐστι τῶν δυνάμεων καί βασιλεύς τῆς δόξης, πάντα δυνάμενος, καί τούς ἐσχάτους ποιεῖν ὑπέρ τούς πρώτους ὅτε βούλοιτο. Πρό δέ τῆς διά σαρκός τοῦ Θεοῦ ἐπιφανείας, ἐν μέν ἀγγέλοις οὐδέν τοιοῦτον ἐδιδάχθημεν, κἀν τοῖς προφήταις καταλλήλως, πλήν τῶν τήν μέλλουσαν χάριν προϋπογραφόντων, ἧς νῦν ἐπιφανείσης, οὐκ ἀνάγκη πάντα τελεῖσθαι διά μεσότητος. Ταῦτ᾿ ἄρα καί κατά τόν μέγαν Παῦλον, «νῦν ἐγνωρίσθη τοῖς ἀρχαῖς καί ταῖς ἐξουσίαις διά τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ», καί κατά τόν κορυφαῖον τοῦ χοροῦ τῶν ἀποστόλων Πέτρον, «διά τῶν εὐαγγελισαμένων ἡμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανῶν νῦν ἀνηγγέλη ταῦθ᾿ ἡμῖν, εἰς ἅ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι». Μειζόνων δέ κατά τοῦτο τῶν ἐλαττόνων τελουμένων διά τῆς χάριτος, πάλιν ἡ τῆς εὐκοσμίας τάξις ἀσφαλῶς ἅμα συντηρεῖται καί θαυμασίως. Ὁ δέ τήν ἀγγελικήν ἐκκαλύπτων ἐπωνυμίαν κάλλιστα καί ὡς οὐκ ἄν εἴη βέλτιον ἐξηγήσατο καί διετράνωσε καί ἐδίδαξεν ἡμᾶς, τίνος ἕνεκεν οὗτοι καί παρήχθησαν καί ἐκλήθησαν οὕτω τήν ἀρχήν. Ὅτι δέ ὁ τό μυστήριον ἀμέσως τῆς πρός ἡμᾶς καθόδου τοῦ λόγου πιστευθείς, εἰ καί ἀρχιστράτηγος ἦν, ἀλλ᾿ οὐ τῶν περί Θεόν ἀμέσως ἱδρυμένων ἦν, εὕροις ἀν τοῖς θείοις προφήταις ἐκπεφασμένον˙ καί γάρ παρ᾿ ἄλλου τοῦ τῶν ἀξιώματι διαφερόντων ἀρχικῶς οὖτος ἔστιν οὐ καλεῖται καί προστακτικῶς ἀκούει˙ «συνέτισον ἐκεῖνον τήν ὅρασιν». Ἐπιστῆσαι δέ κἀν τούτῳ χρή, ὡς οὐ «μετάδος» εἶπεν «ἐκείνῳ τήν ὅρασιν», ἀλλά «συνέτισον»˙ τήν μέν γάρ τῆς (σελ. 468) γνώσεως χάριν διά μέσων ὡς ἐπί τό πλεῖστον τελουμένην ἴδοις ἄν, τῶν δέ θεοφανειῶν αὐτοφανεῖς εἰσιν αἱ πλείους. Διό καί ἐπί Μωϋσέως τήν μέν νομικήν ὑποτύπωσιν δι᾿ ἀγγέλων ἡ θεολογία φησί δεδόσθαι, τήν δ᾿ ὅρασιν ἐκείνην καί θεοπτίαν οὔ, ἀλλά τῆς ὁράσεως τήν μύησιν. Μυστικαί δ᾿ ὁράσεις διαφόρων γίνονται πραγμάτων, ὄντων, μελλόντων, αἰσθητῶν, νοητῶν προσύλων, ἀΰλων, προβεβηκότων, ὑποβεβηκότων, καί ἄλλοτε ἄλλως, καί διαφόρως τούτων ἕκαστον ἀποκαλύπτονται τῇ δυνάμει τῶν ὁρώντων ἀναλόγως καί τοῖς οἰκονομουμένοις καταλλήλως πράγμασι. Καί αὐτοῦ δέ ἡ τοῦ πάντων ἐπέκεινα ἐμφάνεια κατ᾿ ἄλλας καί ἄλλας αἰτίας τε καί δυνάμεις ἐν τοῖς ἱεροῖς ἀνακτόροις ἤ ἄλλοθί που τοῖς μύσταις ἤ τοῖς προφήταις, ὡς ὁ μέγας Διονύσιός φησιν, ἐπέλαμψε, κἄν ὁ τυφλόν ἑαυτόν καλέσας οὗτος καί φερωνύμως ἀδιακρίτως πᾶσιν ἐπιβάλλων, μᾶλλον δέ μηδ᾿ ἐπιβάλλων ὅλως, ἀξιοῖ τούς τό αἰώνιον φῶς ἐφ᾿ ὅσον εἰκός πρεσβεύοντας ἡμᾶς καί τά φανένται ἅρματα καί τούς τροχούς καί τά ξίφη καί ἄλλα δή τινα τοιαῦτα τῷ φωτί τοῦ μέλλοντος αἰῶνος ὁμότιμα ἡγεῖσθαι˙ καί οὐδ᾿ ἐκεῖνο παρά τῆς θεολογίας ἤκουσεν, «ὡς ἀντί πάντων τόθ᾿ ἡμῖν ἡ θεία γενήσεται φύσις», ἵν᾿ ἐντεῦθεν γοῦν Θεοῦ εἶναι τό φῶς τουτί πιστεύσῃ. Καίτοι τόν Θεόν οὐδείς εἶδεν, οὐδέ ὄψεται, οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, ἀλλ᾿ ᾗ ἄγγελος καί ἄνθρωπος αἰσθητῶς ἤ νοητῶς ὁρῶν. Ὁ δέ Πνεῦμα γεγονώς καί ἐν Πνεύματι ὁρῶν, πῶς οὐ τῷ ὁμοίῳ τό ὅμοιον θεάσεται, κατά τούς τῶν θεολόγων λόγους; Οὐ μήν ἀλλά καί δι᾿ αὐτῆς τῆς ἐν Πνεύματι ὁράσεως τό ὑπερανιδρυμένον θεῖον φῶς κρύφιον παντάπασιν ἔτι μάλιστα δηλοῦται. Τίς γάρ τῶν κτιστῶν χωρῆσαι δύναιτ᾿ ἄν πᾶσαν τήν ἀπειροδύναμον δύναμιν τοῦ Πνεύματος, (σελ.470) ἵνα δι᾿ αὐτῆς τό πᾶν κατίδοι τοῦ Θεοῦ; Καί τί λέγω τήν κρυφιότητα ἐκείνην; Αὐτή ἡ ἀγλαΐα τοῦ φωτός ἐκείνου, ἥ παραδόξως ὡς ὕλην ἔχει τήν θέαν τοῦ ὁρῶντος, αὔξουσα διά τῆς ἑνώσεως τό πνευματικόν ἐκεῖνο ὄμμα καί χωρητικώτερον ἀεί ἑαυτῆς ἐργαζομένη, οὐδέποτε λήξει διά τοῦ παντός αἰῶνος φανοτέραις ἀκτῖσι περιαυγάζουσα αὐτό καί κρυφιωτέρας ἐς τό διηνεκές αἴγλης ἐμπιπλῶσα καί ἀναφαίνουσα δι᾿ ἑαυτῆς, ἅ μηδέπω πρότερον. Ὅθεν καί τοῦτ᾿ ἄπειρον οἱ θεολόγοις λέγουσι τό φῶς, δι᾿ οὗ κατά ἀπόπαυσιν πάσης γνωστικῆς δυνάμεως, ἐν δυνάμει Πνεύματος, ὁρατός γίνεται τοῖς ἁγίοις ὁ Θεός, ὡς Θεός θεοῖς ἑνούμενός τε καί ὁρώμενος˙ τῇ γάρ μεθέξει τοῦ κρείττονος ἐπί τό κρεῖττον μετασκευασθέντες καί προφητικῶς εἰπεῖν ἀλλάξαντες ἰσχύν, πᾶσαν ἀποπαύσουσιν ἐνέργειαν ψυχῆς καί σώματος, ὥστε μόνον αὐτό δι᾿ αὐτῶν φαίνεσθαι καί ὑπ᾿ αὐτῶν ὁρᾶσθαι, τῶν φυσικῶν γνωρισμάτων τῇ ὑπερβολῇ τῆς δόξης νικηθέντων, «ἵνα ᾗ ὁ Θεός τά πάντα ἐν πᾶσι» κατά τόν ἀπόστολον. Υἱοί γάρ Θεοῦ ἐσόμεθα τῆς ἀναστάσεως υἱοί ὄντες καί ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ, οἵ διά παντός βλέπουσι τό πρόσωπον τοῦ Πατρός ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, κατά τόν τοῦ Κυρίου λόγον. Διό καί ὁ μέγας Διονύσιος, ἐνταῦθα μέν εἰπών τῆς ὁρατῆς θεοφανείας ἀποπληροῦσθαι τούς τῆς χριστοειδοῦς καί μακαρίας ἐφικομένους λήξεως, ἐπήγαγε μετ᾿ ὀλίγον, «ἐν θειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νόων»˙ προϊών δέ καί τῶν ἀγγελικῶν πρός Θεόν ἑνώσεων μνημονεύσας, τῶν μόνοις ἐνυπαρχουσῶν τοῖς ὑπέρ γνῶσιν ἀγγελικήν ἀηξιωμένοις αὐτῶν ἀγγέλοις, δηλαδή τοῖς ἀγαθοῖς, ἐπιβολήν οὖσαν ἤ παραδοχήν τῆς ὑπερφανοῦς ἀγαθότητος, ἐπιφέρει λέγων˙ «καί τούς θεοειδεῖς τῶν ἀνθρώπων πάντως γενομένους νόας, ἀγγελομιμήτως ἑνοῦσθαι τούτῳ τῷ φωτί καί ὑμνεῖν μέν αὐτό διά τῆς τῶν πάντων ἀφαιρέσεως», μαθεῖν δέ οὐκ ἐκ τῆς ἀφαιρέσεως, (σελ. 472) ἀλλ᾿ ἐκ τῆς πρός τό φῶς ἑνώσεως ὅτι «πάντων ἐστίν ὑπερουσίως ἐξῃρημένον». Τῷ ἐξῃρημένῳ τοίνυν τούτῳ τῶν ὄντων ἑνούμενοι φωτί, τοῦτ᾿ αὐτό μανθάνουσιν ὅτι τῶν κτιστῶν ἐστιν ἐξῃρημένον, οὐκ ἀπό τῆς ἐξαιρέσεως αὐτοί τήν ἕνωσιν ἔχοντες, ἀλλ᾿ ὑπό τῆς ἑνώσεως μανθάνοντες τήν ἀφαίρεσιν, ὥστε καί ἡ ἕνωσις αὕτη τῶν κτιστῶν ἐστιν ἐξῃρημένη καί μή ὄν καθ᾿ ὑπεροχήν ἐστιν˙ ὅ γάρ οὐ χορητόν ἐστιν ἀγγέλοις, εἰ μή ὡς κατηξιωμένοις τῆς ὑπέρ ἀγγέλους γνώσεως, νοερᾷ τινι δυνάμει χωρητόν εἶναι ἤ κτητόν ἀδύνατον, ὡς καί ταύτην ὑπεραῖρον. Τό δέ καί ταύτην πᾶσαν ὑπερβεβηκός, ὡς μή χωρεῖσθαι πεφυκός, ὑπέρ τά ὄντα πάντ᾿ ἔστι, καί ὑπέρ γνῶσιν ἄρα πᾶσαν ἡ τοιαύτη ἕνωσις, εἰ καί γνῶσις μεταφορικῶς καλεῖται˙ οὐδέ νοητόν ἐστιν οὐκοῦν, εἰ καί τοῦτο λέγεται˙ τό γάρ ὑπέρ πάντα νοῦν πῶς ἄν εἴη νοητόν; Κληθείη γοῦν τοῦτο καί ἄγνοια καθ᾿ ὑπεροχήν, καί μᾶλλον ἤ γνῶσις. Οὐ μέρος τοιγαροῦν γνώσεως οὐδ᾿ εἶδος ἔσται, καθάπερ οὐδέ τό ὑπερούσιον οὐσίας εἶδος˙ οὐδέ γοῦν ἐμπεριληφθείη ἄν ὑπ΄τῆς καθόλου γνώσεως, οὐδ᾿ ἡ καθόλου γνῶσις διαιρουμένη καί ταύτην ὑπ᾿ αὐτήν ἄν σχοίη˙ σχοίη γάρ ἄν μᾶλλον ἡ ἄγνοια ταύτην ὑπ᾿ αὐτήν, ἀλλ᾿ οὐδ᾿ ἐκείνη˙ καθ᾿ ὑπεροχήν γάρ καί ἄγνοιά ἐστι, δηλονότι καί ὑπέρ ἄγνοιαν. Μοναδικόν ἄρ᾿ ἡ ἕνωσίς ἐστιν αὕτη, καί ἥν ἄν ἐπωνυμίαν εἶποι τις αὐτῆς, εἴθ᾿ ἕνωσιν εἴθ᾿ ὅρασιν, εἴτ᾿ αἴσθησιν εἴτε γνῶσιν εἴτε νόησιν εἴτ᾿ ἔλλαμψιν, ἤ κυρίως ταῦτ᾿ οὐκ ἔστιν, ἤ μόνῃ κυρίως ταῦτα πρόσεστιν αὐτῇ. Σαφής οὐκοῦν ἄγνοια οἱ Περί γνώσεως τοῦ φιλοσόφου λόγοι. Καί γάρ ἐκεῖ μέρος αὐτήν καί εἶδος εἶναι λέγει τῆς καθόλου γνώσεως, ἐπεί γνῶσις ὀνομάζεται, καί συγκρίνει ταύτην πρός ἐκείνην καί συνεώρακεν, ὡς εἴπερ ἕξει γένος τήν γνῶσιν διά τήν ἐπωνυμίαν, σχήσει καί τήν ἄγνοιαν, (σελ. 474) ἐπεί καί τοῦτο λέγεται καί μᾶλλον ἤ ἐκεῖνο. Τοιγαροῦν ἔσται τό αὐτό ὑπό τἀναντία γένη, καί τό ὑπερέχον ὑποκείμενον, καί συντεταγμένον τῇ πληθύϊ τό μοναδικόν καί πάσης πληθύος ὑπερεξῃρημένον. Τό δέ μεῖζον εἰς ἀνοίας λόγον, ὡς οὐχ ἁπλῶς τήν ἕνωσιν εἶδος καί μέρος καί ὑποκείμενόν φησιν, ἀλλ᾿ ὅ φησιν αὐτός ἐκεῖ ὑπέρ γνῶσιν, τοῦτ᾿ αὐτό καί ὡς εἶδος καί μέρος καί ὑποκείμενον αὐτῇ χεῖρον εἶναι λέγει τῆς καθόλου γνώσεως, ὥσπερ ἄν εἴ τις καί τό μόνον ὑπερούσιον, ἐπείπερ οὐσία ὑπερούσιός ἐστί τε καί ὀνομάζεται, μέρος καί εἶδος καί ὑποκείμενον οὐσίας λέγων διά τήν ὁμωνυμίαν, εἶτα συγκρίνειν ἐτόλμα τοῦτο πρός τό καθόλου γένος τῆς οὐσίας. Καί μήν ἴστω ὁ μιγνύς τά ἄμικτα καί τό ὑπέρ γνῶσιν τῇ γνώσει συντάττων καί ὑπέρ γνῶσιν λέγων τό ὑπέρ ἔννοιαν, ὡς καί τό συγκρίσεως γοῦν σχῆμα δέξασθαι τήν γνῶσιν πρός αὐτό αὐτό τό ὑπέρ γνῶσιν προστεθέν ἐποίησεν, ὥστε αὐτό πρός ἑαυτό ἕν ὄν ἀφρόνως παραβάλλεται. Ἔτι, εἰ διά τήν ὁμωνυμίαν ἡ ὑπέρ γνῶσιν γνῶσις τῆς καθόλου γνώσεως εἶδος, οἱ δέκα γένη τῶν ὄντων λέγοντες ἠπάτηνται˙ καί γάρ ἕν ἁπάντων γένος, τό ὄν, καί ὁ ὑπέρ πάντα ὤν εἷς ὑπ᾿ αὐτό, καί τό ὄν τοῦ ἑνός τούτου κρεῖττον, καί συνημένα τούτῳ τῷ ἑνί τά ἄλλα ὄν ἕτερον ποιοῦσι κρεῖττον τοῦ ἑνός. Ἔτι, ἐπεί καί ἁφή ἐστιν ὑπέρ ἁφήν καί ὅρασις ὑπέρ ὅρασιν καί ἁπλῶς αἴσθησις ὑπέρ αἴσθησιν – λέγεται γάρ καί ταῦτα ὁμωνύμως ἡ νόησις – εἰ τό ὑπέρ αἴσθησιν αἰσθήσεως εἶδος, κρεῖττον ἔσται ἡ αἴσθησις τοῦ ὑπέρ αἴσθησιν καί ἐφ᾿ ἑκάστου τῶν λοιπῶν ὡσαύτως. Ἀλλ᾿ ἐπανίωμεν˙ τί οὖν ἡ μηδέν τῶν ὄντων καθ᾿ ὑπεροχήν ἕνωσις ἐκείνη; Ἆρ᾿ ἡ κατά ἀπόφασίν ἐστι θεολογία; Καί μήν ἕνωσις ἐκείνη ἀλλ᾿ οὐκ ἀφαίρεσίς ἐστιν. Ἔτι οὐδ᾿ ἐκστάσεως κατ᾿ αὐτήν οὐδ᾿ ἡμεῖς δεόμεθα, ἐπί δέ τῆς (σελ. 476) ἑνώσεως ἐκείνης καί οἱ ἄγγελοι˙ καί πρός τούτοις, ὁ μέν μή κατά ἀφαίρεσιν θεολογῶν οὐδ᾿ εὐσεβής, τῆς δ᾿ ἑνώσεως ἐκείνης τῶν εὐσεβῶν μόνοι οἱ θεοειδεῖς τυγχάνουσιν. Ἔτι ἡ κατά ἀπόφασιν θεολογία νοεῖται παρ᾿ ἡμῶν καί λέγεται, ἐκείνην δ᾿ ἄρρητον καί ἀπερινόητον καί αὐτοῖς τοῖς ὁρῶσιν ὁ μέγας εἶπε Διονύσιος. Ἔτι τό μέν κατ᾿ ἐκείνην τήν θεολογίαν φῶς γνῶσίς τίς ἐστι καί λόγος, τό δέ κατά τήν θεωρίαν ταύτην φῶς ἐνυποστάτως θεωρεῖται, νοερῶς τε ἐνεργοῦν καί πνευματικῶς ἀπορρήτως τῷ θεουμένῳ ὁμιλοῦν. Καί μέν δή τά ἀπεμφαίνοντα τῷ Θεῷ διανοεῖται ὁ νοῦς κατά ἀφαίρεσιν θεολογῶν˙ διεξοδικῶς ἄρα ἐνεργεῖ˙ ἐκείνη δ᾿ ἕνωσίς ἐστι˙ πρός δέ μετά τῶν ἄλλων καί ἑαυτόν ἐκεῖθεν ἀφαιρεῖ, ἐκείνη δέ τοῦ νοῦ πρός Θεόν ἕνωσίς ἐστι, καί τοῦτό ἐστιν, ὅπερ οἱ πατέρες εἶπον «τέλος προσευχῆς, ἁρπαγή πρός Κύριον». Διό καί ὁ μέγας Διονύσιος δι᾿ αὐτῆς ἡμᾶς ἑνοῦσθαι τῷ Θεῷ φησιν. Ἐν γάρ τῇ προσευχῇ τάς πρός τά ὄντα σχέσεις κατά μικρόν ἀποτιθέμενος ὁ νοῦς, πρῶτον μέν τάς πρός τά αἰσχρά καί πονηρά καί τά φῦλα πάνθ᾿ ἁπλῶς, εἶτα τάς πρός τά μέσως ἔχοντα καί μεθαρμοζόμενα πρός τό χεῖρον ἤ τό βέλτιον τῇ προθέσει τῶν χρωμένων καταλλήλως, ὧν δήπου καί πᾶσα μάθησίς ἐστι καί ἡ διά ταύτης γνῶσις, διό καί πατερικόν ἐστι παράγγελμα μή καταδέχεσθαι τήν γνῶσιν ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἀναδιδομένην ὑπό τοῦ ἐχθροῦ, ἵνα μή τό κρεῖττον συληθῶμεν˙ ταύτας τοίνυν καί τάς πρός τά κρείττω τούτων σχέσεις κατά μικρόν ἀποτιθέμενος ὁ νοῦς ὁλοσχερῶς κατά τήν εἰλικρινῆ προσευχήν ἐξίσταται τῶν ὄντων πάντων. Αὕτη δέ ἡ ἔκστασις τῆς μέν κατά ἀφαίρεσιν θεολογίας διαφερόντως ὑψηλότερόν ἐστι˙ μόνων γάρ ἐστιν τῶν ἀπαθείας ἐπειλημμένων˙ οὔπω δέ ἕνωσίς ἐστιν, ἐάν ή ὁ παράκλητος ἐν ὑπερῴῳ τῶν φυσικῶν ἀκροτήτων καθημένῳ τῷ προσευχομένῳ καί προσδοκῶντι τήν ἐπαγγελίαν τοῦ Πατρός ἐπιλάμψῃ ἄνωθεν καί διά τῆς ἀποκαλύψεως πρός τήν (σελ. 478) τοῦ φωτός ἁρπάσῃ θεωρίαν. Τῆς δέ θεωρίας ταύτης ἐστί καί ἀρχή καί τά μετά τήν ἀρχήν, κατά τε τό ἀμυδρότερον καί τηλαυγέστερον διαφέροντα πρός ἄλληλα, τέλος δ᾿ οὐμενοῦν ἐπ᾿ ἄπειρον γάρ ἡ πρόοδος αὐτῆς, ὡσδαύτως καί τῆς ἐν ἀποκαλύψει ἁρπαγῆς˙ ἄλλο γάρ ἔλλαμψις καί ἄλλο διαρκής φωτός θέα, καί ἄλλο τῶν ἐν τῷ φωτί πραγμάτων, ἐν ᾧ καί τά μακράν γίνεται ὑπ᾿ ὀφθαλμούς καί τά μέλλοντα ὡς ὄντα δείκνυται. Ἀλλά ταῦτα μέν ὑπέρ ἐμέ λέγειν καί διατρανοῦν˙ εἰ δέ καί τά πρό αὐτῶν, ἀλλ᾿ ἐκεῖνα τῆς προκειμένης ὑποθέσεως˙ ἐπάνειμι τοίνυν. Ἡ γοῦν τοῦ φωτός τούτου θεωρία ἕνωσίς ἐστιν, εἰ καί μή διαρκής τοῖς ἀτελέσιν˙ ἡ δέ τοῦ φωτός ἕνωσις τί γε ἄλλο ἤ ὅρασίς ἐστιν; Ἐπεί δέ καί μετά τήν τῶν νοερῶν ἐνεργειῶν ἀπόπαυσιν τελεῖται, πῶς ἄν τελεσθείη, εἰ μή διά Πνεύματος; Ἐν γάρ τῷ φωτί τό φῶς ὁρᾶται καί ἐν τῷ ὁμοίῳ φωτί καί τό ὁρῶν, εἰ κατά μηδέν ἄλλο ἐνεργοίη, πάντων τῶν ἄλλων ἐκχωρῆσαν, φῶς ὅλον καί αὐτό γίνεται καί τῷ ὁρωμένῳ ὁμοιοῦται, μᾶλλον δέ καί ἀμιγῶς ἑνοῦται, φῶς ὄν καί ὁρῶν φῶς διά φωτός˙ κἄν ἑαυτόν βλέπῃ, φῶς ὁρᾷ, κἄν πρός ἐκεῖνο ὅ ὁρᾷ, φῶς ἐστι καί τοῦτο, κἄν τό δι᾿ οὗ ἔχῃ τό ὁρᾶν, καί ἐκεῖνο φῶς ἐστι, καί τοῦτ᾿ ἐστίν ἡ ἕνωσις, ἕν πάντ᾿ ἐκεῖνα εἶναι, ὡς μηδέ ἔχειν διαγινώσκειν τόν ὁρῶντα τό δι᾿ οὗ καί εἰς ὅ καί τί αὐτό ἐστιν, ἀλλ᾿ ἤ τοῦτο μόνον ὅτι φῶς ἐστι καί φῶς ὁρᾷ τῶν κτισμάτων πάντων ἄλλο. Διό καί ὁ μέγας Παῦλος κατά τήν ἐξουσίαν ἁρπαγήν ἐκείνην ἀγνοεῖν ἑαυτόν φησι τί ἦν. Ἑώρα μέντοι ἑαυτόν˙ πῶς; αἰσθητῶς ἤ λογικῶς ἤ νοερῶς; Ἀλλά τούτων ἁρπαγείς ἀπανέστη τῶν δυνάμεων. Διό τοῦ τήν ἁρπαγήν ἄρ᾿ ἐξειργασμέου πνεύματος ἑώρα ἑαυτόν. Αὐτός δέ τί ἦν, ἄληπτος ὤν πάσῃ φυσικῇ δυνάμει, μᾶλλον δ᾿ ἀπολελυμένος πάσης (σελ480) φυσικῆς δυνάμεως; Πάντως ἐκεῖνο ᾧ ἡνώθη καί δι᾿ οὗ ἑαυτόν ἐγίνωσκε καί δι᾿ ὅ πάντων ἀφειμένος ἦν. Ταύτην γάρ ἔσχε πρός τό φῶς τήν ἕνωσιν, ἧς οὐδ᾿ ἄγγελοι τυγχάνοιεν ἄν, εἰ μή διά τῆς ἑνούσης χάριτος ὑπερβαῖεν ἑαυτούς. Πῶς ἄρα καί Πνεῦμα ἦν ἐκεῖνος τότε, ᾧ καί ἥνωται, ἐξ οὗ καί τό ἡνῶσθαι εἶχε, τῶν ὄντων πάντων ἐκστάς καί ἐκεῖνο κατά χάριν γεγονώς καί καθ᾿ ὑπεροχήν μή ὤν, ἤγουν ὑπέρ τά κτιστά, ὡς καί ὁ θεῖος Μάξιμος φησιν˙ «ὁ γάρ ἐν Θεῷ γενόμενος πάντα τά μετά Θεόν κατέλιπε κατόπιν ἑαυτοῦ»˙ καί πάλιν, «πάντα τά μετά Θεοῦ πράγματα καί ὀνόματα καί ἀξιώματα ὑποκάτω τῶν ἐν τῷ Θεῷ διά τῆς χάριτος γενησομένων ἔσται». Τοιοῦτο δέ γεγονώς ὁ θεῖος τότε Παῦλος τῆς θείας οὐσίας μετέσχεν οὐδαμῶς˙ καί ὑπέρ τό καθ᾿ ὑπεροχήν μή ὄν ἄρα ἡ οὐσία τοῦ Θεοῦ, καθάπερ καί ὑπέρθεος, καί ἔστι καθ᾿ ὑπεροχήν μή ὄν, διά νοερᾶς αἰσθήσεως πνευματικῶς ὁρώμενον, ὅ οὐσία τοῦ Θεοῦ ἥκιστά ἐστι, δόξα δέ καί λαμπρότης τῆς αὐτοῦ φύσεως ἀχώριστος, δι᾿ ἧς ἑνοῦται τοῖς ἀξίοις μόνοις, καί ἀγγέλοις καί ἀνθρώποις. Οὐ μήν ἀλλ᾿ ἐπείπερ ὡς οἱ ἄγγελοι οὕτω κάι οἱ ἄνθρωποι κατά τούς τρόπους τούτους ὁρῶσι τόν Θεόν καί ἑνοῦνται τῷ Θεῷ καί ὑμνοῦσι τόν Θεόν, τάχ᾿ ἄν καί ἄγγελος, εἰ τήν ἑαυτοῦ ὑπερφυᾶ ἐκείνην ὅρασιν ἐξεῖπε, τά τοῦ Παύλου ἄντικρυς ἄν εἶπεν, ὅτι «οἶδα ἄγγελον ἴδόντα, οὐκ οἶδα εἴγε ἦν κἄν ἄγγελος, ὁ Θεός οἶδεν». Τάς οὖν ὁράσεις ταύτας τῶν ἁγίων, ἅς οἶδε μόνος ὁ Θεός καί οἱ κατ᾿ ἐκείνας ἐνεργούμενοι, καθάπερ καί Γρηγόριος ὁ θεολόγος λέγει, ταύτας οὖν αἰσθητάς λέγειν καί φαντασιώδεις καί συμβολικάς ὡς αἰσθητάς καί πρός τήν ἀνθρωπίνην γνῶσιν παραβάλλειν, ἆρ᾿ ἀνδρός ἐστι συνορῶντος τήν τοῦ θείου ὕψους ἀπειρίαν καί πρός τί φιλανθρώπως εἵλκυσε τήν ἡμῶν ἐσχατιάν; (σελ. 482) Ἀλλ᾿ ἰδού τρεῖς ἡμῖν παρήχθησαν, εἷς ἀφ᾿ ἑκάστου τῶν τριῶν ἐν τῷ χριστωνύμῳ πληρώματι ταγμάτων, ἐκ τῶν ἀποστόλων Πέτρος ὁ κορυφαῖος, ἐκ τῶν ἱεραρχῶν Διονύσιος ὁ πάσης ἐνθέου ἱεραρχίας ὑποφήτης, ἐκ τῶν ἀναχωρητῶν Ἰσαάκ ὁ μύστης καί τελετής τῆς καθ᾿ ἡσυχίαν ἀγωγῆς, καί κατά τό γεγραμμένον ἐπί τῶν κατά τήν Χριστοῦ γέννησιν ποιμένων ὅτι εὐθύς σύν τῷ λόγῳ τοῦ ἀγγέλου πλῆθος οὐρανίου στρατιᾶς ἐπέστη συμμαρτυροῦν, οὕτω καί σύν τῷ τοῦ ἀποστόλου λόγῳ πλῆθος ἐπέστη ἀποστόλων συμφωνοῦν, ὁσίων τε καί ἱερέων ἐφ᾿ ἑκατέρου τῶν λοιπῶν. Τοῦτο τοίνυν τό πλῆθος ὁμόλογον ἅπαν ἀνέπεμψαν φωνήν ὡς ἔστι φῶς τοῖς ἁγίοις φαινόμενον, ἄλλο μέν παρά τήν ἀπό τῶν κτιστῶν ἁπάντων γνῶσιν, τοσούτῳ δ᾿ ἱερώτερον ὅσῳ καί δόξα ἐστί φύσεως Θεοῦ, καί τοῖς θεοειδέσι μόνοις γενομένοις καθορᾶται, τοσούτῳ δ᾿ ἀπέχον τοῦ φαντασιῶδες εἶναι ἤ τοῖς αἰσθητοῖς παραπλησίον φωσίν ἤ συμβολικῶς κατ᾿ αὐτά διαπεπλάσθαι, ὡς καί τοῦ μέλλοντος αἰῶνος τοῦθ᾿ ὑπόστασιν καί καλλονήν ὑπάρχειν, μόνον φῶς ἀληθινόν, αἰώνιον, ἄτρεπτον, ἀνέσπερον, ἀναλλοίωτον, δι᾿ οὗ φῶς ἡμεῖς γενόμεθα, τελείου φωτός γεννήματα. Τούτους οὖν τούς τοσούτους «ἀπορρέοντάς τε καί εἰσπνέοντας» καλῶν διασύρεις καί περί τήν τοῦ Θεοῦ οὐσίαν ἁμαρτάνειν λέγεις, φιλόσοφε, τούς θεόπτας, τούς θεοσόφους, τούς θεοκήρυκας; Δέδοικα μή τοῦ ἐν φωτί κλήρου τῶν ἁγίων ἀπορρυῇς, μή, τό στόμα ἀνοίξας, ἑλκύσῃς Πνεῦμα, ἀλλά τό ἀντικείμενον τῇ ἀληθείᾳ, μή οὐσίαν δογματίσῃς Θεοῦ τό ἀνύπαρκτον. Τί γάρ σοι βούλεται ὁ ἀγών ἐκεῖνος, δεῖξαι τιθεμένῳ διά σπουδῆς μεγίστης ὡς οὐκ ἔστι θεωρία ὑπέρ τάς νοεράς ἐνεργείας, καίτοι δι᾿ αὐτῆς μόνης τῆς ὑπερβαινούσης τάς νοεράς ἐνεργείας θεωρίας καί τό ὄντως εἶναι τόν Θεόν τρανότατα καί ἐς τά μάλιστα διαφερόντως καί τό ὑπέρ τά ὄντα εἶναι τόν Θεόν; Πῶς γάρ οὐκ ἄν εἴη ἡ οὐσία τοῦ Θεοῦ, (σελ. 484) εἴγε τοῖς διά τῆς εἰλικρινοῦς προσευχῆς ὑπεραναβᾶσι πᾶν ὅ τί περ αἰσθητόν καί νοητόν ἐν αὐτῇ τῇ προσευχῇ ἡ δόξα τῆς θείας ἐκείνης ἐνορᾶται φύσεως; Πόσῳ δ᾿ ἄν εἴη ὑπέρ πᾶν αἰσθητόν καί νοητόν ἡ οὐσία τοῦ Θεοῦ, εἴπερ ὑπέρ ταύτην εἴη τήν θέαν, τήν ὑπέρ πᾶσαν αἴσθησιν καί νόησιν οὖσαν; Τί δέ τοῦ μέλλοντος αἰῶνος ἀγαθά; Οὐχ ὑπέρ πάσας ἐστί τάς αἰσθητικάς ἠμῶν δυνάμεις καί τάς νοεράς; «Ἅ γάρ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἡτοίμασε», φησίν, «ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν»˙ ἀλλά μήν ταῦτα τότε «ἡ καθαρότης τῆς καρδίας ὄψεται», κατά τόν ἅγιον Μάξιμον. Πῶς οὖν οὐκ ἔστιν οὐδαμῶς ὅρασις ὑπέρ πάσας τάς νοήσεις; Μηδέ γάρ σοφιστικῶς αὖθις διά τῆς ὁμωνυμίας, ἅτε μηκέθ᾿ ἡμῖν ἔχων ἀντιλέγειν, ὑποκρίναιο τόν συμφθεγγόμενον. Οὐδέ γάρ ὁ λέγων μεταφορικῶς καί ὁμωνύμως νόησιν τό ὑπέρ νόησιν, διά τό καί ὑπερώνυμον ἐκεῖνο εἶναι, μεταβαλών αὖθις ἀγωνιεῖται δεῖξαι μή ὑπέρ νόησιν ἐκεῖνο εἶναι. Καί μήν ὁ μέν εἰπών οὐχ ὑπέρ νόησιν τό ὑπέρ νόησιν, ὡς νόησιν καλούμενον, ἔχει τι πρόσχημα καί προσωπεῖον, τήν ὁμωνυμίαν, ὁ δέ μηδ᾿ ὑπέρ τάς νοεράς ἐνεργείας ἐκεῖνο τιθέμενος οὐδέ σοφίσασθαι γοῦν ἔχει˙ νοερά γάρ ἐνέργεια ἐκεῖνο ἥκιστα κληθείη ἄν. Ἀλλά γάρ ἐν τῇ μακαριωτάτῃ ἐκείνῃ κατά τόν ἄληκτον αἰῶνα διαγωγῇ τοῖς υἱοῖς τῆς ἀναστάσεως οὐδενός δεήσει τῶν κατά τόν αἰῶνα συνιστώντων τόν βίον, οὐκ ἀέρος, οὐ φωτός, οὐ τόπου καί τῶν τοιούτων, ἀλλ᾿ «ἀντί πάντων ἡμῖν ἡ θεία γενήσεται φύσις» κατά τόν Νύσσης Γρηγόριον, καί κατά τόν ἅγιον Μάξιμον ἡ τῆς ψυχῆς τότε καί τοῦ σώματος θέωσις «παςῶν τῶν κατά νοῦν τε καί αἴσθησιν φυσικῶν ἐνεργειῶν χαρίσεται τήν ἀπόπαυσιν, ὡς τόν Θεόν διά τε τῆς ψυχῆς καί τοῦ σώματος φαίνεσθαι, νικηθέντων τῇ ὑπερβολῇ τῆς δόξης τῶν φυσικῶν (σελ. 486) γνωρισμάτων». Τί τοίνυν τό διά τῶν σωματικῶν ὀφθαλμῶν, ἄνευ ἀέρος καί οὐκ αἰσθητόν, ὑπέρ πᾶσαν γνῶσιν φυσικήν ὁρώμενον φῶς; Οὐχ ἡ περιαυγάζουσά τε καί ἐναυγάζουσα δόξα τοῦ Θεοῦ; Τί δέ τό ὑπέρ πᾶσαν αἴσθησίν τε καί νόησιν θεωρητικόν ἡμᾶς ἀπεργαζόμενον; Οὐ τό Πνεῦμα τοῦ Θεοῦ, τό μή τόν νοῦν μόνον, ἀλλά καί τό σῶμα τόθ᾿ ἡμῶν πνευματικόν ποιῆσον; Πῶς οὖν οὐδεμία ὅρασίς ἐστιν ὑπέρ τήν νόησιν, οὐδέ φῶς τῆς καρδίας ἕτερον, ὅτι μή ἡ γνῶσις; Ἐγώ δέ καί τήν ἱεράν ἡμῶν πίστιν ὑπέρ πάσας τάς αἰσθήσεις καί πάσας τάς νοήσεις ὅρασιν τῆς ἡμετέρας ἕτερον τρόπον τίθεμαι καρδίας, ὠς ὑπερβαίνουσαν τάς νοεράς πάσας δυνάμεις τῆς ἡμῶν ψυχῆς˙ πίστιν δέ λέγω οὐ τήν εὐσεβῆ ὁμολογίαν, ἀλλά τήν ἐπ᾿ αὐτῇ καί τοῖς ὐπό τοῦ θεοῦ ἐπηγγελμένοις ἀμετάπειστον ἵδρυσιν. Πῶς γάρ δι᾿ αὐτῆς ὁρῶμεν τά ἐπηγγελμένα κατά τόν μέλλοντα ἐκεῖνον ἄληκτον αἰῶνα; Ταῖς αἰσθήσεσιν; Ἀλλά «πίστις ἐστί ἐλπιζομένων ὑπόστασις», αἰσθήσει δέ τό μέλλον τε καί ἐλπιζόμενον οὐδ᾿ ἰδεῖν γένοιτ᾿ ἄν τις μηχανή˙ διό καί ὁ ἀπόστολος προσέθηκε, «πραγμάτων ἔλεγχος οὐ βλεπομένων». Ἆρ᾿ οὖν νοερά τις δύναμις ὄψεται τά ἐλπιζόμενα; Καί πῶς, ἅ μηδαμῶς ἐπί καρδίαν ἀναβέβηκεν ἀνθρώπου; Τί οὖν, οὐχ ὁρῶμεν διά τῆς πιστεως τά ἐπηγγελμένα ἡμῖν παρά Θεοῦ, ἐπειδήπερ ὑπεραναβαίνει τάς αἰσθητικάς καί νοεράς πάσας ἐνεργείας; Ἀλλά μή πάντες οἱ ἀπ᾿ αἰῶνος τήν ἐπουράνιον δι᾿ ἔργων ἐπιζητήσαντες πατρίδα, κατά τόν θεῖον ἀπόστολον, ἀπέθανον μή κομισάμενοι τάς ἐπαγγελίας, ἀλλά πόρρωθεν αὐτάς ἰδόντες καί ἀσπασάμενοι. Ἔστιν ἄρα καί ὅρασις καί νόησις καρδίας ὑπέρ πάσας τάς νοεράς ἐνεργείας˙ τό γάρ ὑπέρ νοῦν, εἰ μή καθ᾿ ὑπεροχήν, οὐκ ἀνόητον, ἐπεί τοιοῦτο τό κατ᾿ ἔλλειψιν ἄνουν. Οὐ μήν ἀλλ᾿ ἐπεί πάντες «οἱ μαρτυρηθέντες διά τῆς (σελ. 488) πίστεως οὐκ ἐκομίσαντο τήν ἐπαγγελίαν, τοῦ Θεοῦ περί ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μή χωρίς ἡμῶν τελειωθῶσι», τελειωθέντες ἆρ᾿ οὗτοι τά ἐπηγγελμένα οὐκ ὄψονται; Ἤ ὄψονται μέν, ἀλλ᾿ οὐχ ὑπέρ πᾶσαν νόησιν ὄψονται; Ἤ καί ὑπέρ πᾶσαν νόησιν, ἀλλ᾿ ὡς καί πλίν ἤ τελειωθῆναι; καί πῶς ἄν ἔχοι τοῦτο λόγον; Οὐκοῦν ὄψονται καί ὑπέρ πᾶσαν νόησιν ὄψονται καί οὐχ ὡς πρότερον ἑώρων, ἀλλ᾿ ὡς ἀπόλαυσιν τῶν ἐπηγγελμένων εἶναι τήν ὅρασιν. Ἔστιν ἄρα ὅρασις ὑπέρ πᾶσαν νόησιν καί ἔτι ὑπέρ τοῦτο˙ καί γάρ ἡ μέν πίστις αὕτη ὑπέρ νοῦν ὅρασίς ἐστιν, ἡ δέ τῶν πιστευθέντων ἀπόλαυσις, ὅρασις ὑπέρ τήν ὑπέρ νοῦν ὅρασιν ἐκείνην. Ἔστι δή καί τό κατ᾿ αὐτήν ὁρατόν τε καί ἀπολαυστόν, ὅ ὑπέρ πάντα τά αἰσθητά καί νοητά ὑπάρχον οὐσία τοῦ Θεοῦ οὐκ ἔστιν, ἀλλ᾿ ὑπεροχικῶς καί αὐτοῦ ἐξήρηται ἡ οὐσία τοῦ Θεοῦ. Τοιαύτη γάρ πᾶσα ἡ τῶν μελλόντων ἀγαθῶν ὑπόστασις. Συνῆκας ὅσον τῆς θεοπρεποῦς μεγαλειότητος περιαιροῦνται οἱ ταύτην μή γινώσκοντες τήν ὑπέρ νόησιν ὅρασιν, ὅσον δ᾿ ὑπέρ αὐτούς μεγαλύνουσι Θεόν οἱ ταύτης ἤ διά καθαρότητα καρδίας μετρίως γευσάμενοι καί τόν ἀρραβῶνα σχόντες ἐν ἑαυτοῖς τοῦ μέλλοντος αἰῶνος, ἤ παραδεξάμενοι πίστει τῇ πολυτρόπως προξένῳ τῶν ἀπορρήτων ἀγαθῶν; Ἀλλ᾿ ὁ φιλόσοφος τό ὕψος τῆς διανοίας ταύτης οὐ χωρήσας, οὔτε τόν Θεόν προσεκύνησεν ἤ ἐδόξασεν ἀξίως ἑαυτοῦ ἐν Πνεύματι καί τούς ἐν Πνεύματι Θεοῦ δοξάζοντας πᾶν ἡγεῖται τοὐναντίον πράττειν καί πρός τόν τῶν βλασφημούντων κατασπᾷ κατάλογον τούς μόνους ὑψηλούς καί ἀσφαλεῖς θεολόγους. Ἀλλά γάρ ἐνδιατρίψωμεν ἔτι περί τήν πίστιν καί τήν κατ᾿ αὐτήν θείαν καί τερπνήν χριστιανοῖς θεωρίαν, πίστιν, τό τῆς εὐαγγελικῆς δυνάμεως ὄχημα, τήν ἀποστολικήν ζωήν, τό ἀβραμιαῖον δικαίωμα, πίστιν, ἐξ ἧς νῦν ἄρχται καί εἰς ἥν καταλήγει πᾶσα δικαιοσύνη καί ἀφ᾿ ἧς δίκαιος ζήσεται, ὁ δ᾿ ὑποστελλόμενος τῆς εὐδοκίας ἐκπεσεῖται τῆς θείας, (σελ. 490) καί γάρ «χωρίς πίστεως ἀδύνατον εὐαρεστῆσαι Θεῷ», πίστιν, τήν παντοδαπῆς πλάνης τό γένος ἡμῶν ἐλευθεροῦσαν ἀεί καί ἐνιδρύουσαν ἡμᾶς τῇ ἀληθείᾳ καί ἡμῖν τήν ἀλήθειαν, ἧς οὐδείς ἡμᾶς τῶν ἁπάντων ἀποκινήσει, κἄν μαινομένους ἡγήσηται, διά τῆς ὄντως πίστεως ἐξεστηκότας τήν ὑπέρ ἔννοιαν ἔκστασιν, ἔργῳ τε καί λόγῳ μαρτυροῦντας ὡς οὐ «περιφερόμεθα παντί ἀνέμῳ τῆς διδασκαλίας», ἀλλά τῆς ἑνιαίας τῶν χριστιανῶν ἀληθογνωσίας ἐχόμεθα καί τήν ἁπλουστέραν καί θειοτέραν καί ὡς ἀληθῶς ἀπλανῆ θεωρίαν πρεσβεύομεν. Ἵνα τοίνυν, τῶν μελλόντων ἀρτίως ἀφέμενοι, τήν ἐκ πίστεως ὑπέρ νοῦν θεωρίαν ἀπό τῶν γεγονότων ἐξ ἀρχῆς ἐποπτεύσωμεν, «πίστει νοοῦμεν κατηρτίσθαι τούς αἰῶνας ρήματι Θεοῦ, εἰς τό μή ἐκ φαινομένων τά βλεπόμενα γεγονέναι». Ποῖος νοῦς χωρῆσαι δύναιτ᾿ ἄν ὡς ἐκ μηδαμῇ μηδαμῶς ὄντος τόδε γέγονε τό πᾶν καί ταῦτα λόγῳ μόνῳ; Ἐκεῖνο γάρ πάντως οὐχ ὑπεραναβαίνει τάς νοεράς ἐνεργείας, ὅ καταληπτόν ἐστι αὐταῖς. Ταῦ᾿ ἄρα καί οἱ σοφοί τῶν Ἑλλήνων, κατανοοήσαντες ὡς μεταχωρεῖ τό μή ὄν τῶν φθειρομένων οὐδέν, γίνεταί τε ἐκ μή ὄντος τῶν γινομένων οὐδέν, ἀγένητον καί ἀτελεύτητον τόν κόσμον ἐδόξασαν. Ἀλλ᾿ ὑπεραναβάσα ἡ πίστις τάς ἀπό τῆς τῶν κτισμάτων θεωρίας ἐγγινομένας ἐννοίας ἥνωσεν ἡμᾶς τῷ πάντων ὑπερανῳκισμένῳ λόγῳ καί τῇ ἀκατασκεύῳ καί ἁπλῇ ἀληθείᾳ καί κατενοήσαμεν κρεῖττον ἤ κατά ἀπόδειξιν, ὡς οὐ μόνον ἐκ μή ὄντων ἀλλά καί μόνῳ ρήματι Θεοῦ ἅπαντα παρήχθη. Τί οὖν ἡ πίστις αὕτη; Ἆρα φυσική τις δύναμις ἤ ὑπερφυής; Ὑπερφυής δήπου˙ διό οὔ δύναταί τις ἐλθεῖν πρός τόν Πατέρα, εἰ μή δι᾿ Υἱοῦ, τοῦ ὑπεράνω τιθέντος ἡμῶν αὐτῶν ἡμᾶς καί τήν θεοποιόν ἁπλότητα διδόντος καί πρός τήν τοῦ συναγωγοῦ Πατρός ἐπιστρέφοντος ἑνότητα (σελ. 492) Διά τοῦτο Παῦλος «ἔλαβε χάριν εἰς ὑπακοήν πίστεως», διά τοῦτο, «ἐάν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν καί πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι Θεός αὐτόν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ», διά τοῦτο τῶν ἰδόντων καί πιστευσάντων εἰς τόν ἐκ νεκρῶν ζῶντα καί ἀρχηγόν τῆς αἰωνίου ζωῆς, οἱ μή ἰδόντες καί πιστεύσαντες μακαριώτεροι˙ ἅ γάρ καί ὀφθαλμός βλέπων ἑαυτῷ ἀπιστεῖ καί διάνοια καταλαβεῖν οὐκ ἔχει, ταῦτα διά τῶν τῆς πίστεως ὑπερκοσμίων ὀφθαλμῶν καί εἶδον καί ἐσεβάσθησαν. «Αὕτη ἐστίν ἡ νίκη ἡ νικήσασα τόν κόσμον, ἡ πίστις ἡμῶν»˙ αὕτη ἐστίν, εἰ καί παράδοξον εἰπεῖν, ἡ καί τόν κάτω πρότερον κατά διαφόρους τρόπους καί καιρούς συστησαμένη κόσμον, εἶθ᾿ ὕστερον ἐπί τό θειότερον μετασκευάσασα καί ὑψοῦ τῶν οὐρανῶν αὐτόν θεῖσα καί τήν γῆν οὐρανώσασα. Τίς δευτέρου κόσμου σπέρματα ἐφύλαξεν; Οὐχ ἡ τοῦ Νῶε πίστις; Τίς τόν Ἀβραμ Ἀβραάμ καί πολλῶν ἐθνῶν πεποίηκε πατέρα, τῶν τε τῇ ψάμμῳ παρεικαζομένων καί τῶν τοῖς ἀστράσι παραπλησίων; Οὐχ ἡ περί τάς ἀκαταλήπτους τότε ἐκείνας ὑποσχέσεις πίστις; Τόν γάρ μονογενῆ διάδοχον προκείμενον εἶχεν σφαγήν καί δι᾿ αὐτοῦ πολυτεκνίαν, ὤ τοῦ θαύματος, ἀνενδοιάστως ἐπίστευσε. Τί οὖν, οὐχί μωραίνειν ἄν τότ᾿ ἔδοξεν ὁ γέρων τοῖς λογισμῷ τά πράγματα ὁρῶσιν; Ἀλλ᾿ ἔδειξεν ἡ διά τῆς χάριτος τοῦ Θεοῦ τῶν πραγμάτων ἔκβασις τήν πίστιν οὐκ ἀφροσύνην οὖσαν, ἀλλά γνῶσιν πάντα λογισμόν ὑπερέχουσαν. Νῶε δ᾿ αὖθις ἀπό τῆς κυρτῆς οὐρανοῦ περιφερείας ἀβύσσους προσεδόκησεν ὑδάτων. Ποῦ τά τῆς παρά σοί σεπτῆς φιλοσοφίας ληρήματα; Ἐπί τό κάτω καί μέσον φύσει πάντα φέρεται τά βάρη˙ τά κοῦφα, καθ᾿ ὅσον κοῦφα, κατά τοσοῦτο ἀπέχειν τοῦ μέσου. Ποῦ σοι τό μανόν καί συμπεπιλημένον, τό μέν οὐκ ἔχον στέγειν, τό δέ διαδύνον, καί τά μή πάνυ ἀραιά τήν φύσιν; Ποῦ τά ἀκριβῆ σφαιρώματά τε καί (σελ. 494) κυρτώματα καί αἱ πολυειδεῖς καί τάχισται κινήσεις, δι᾿ ὧν σύ τήν ἐν τοῖς οὖσιν ἀλήθειαν ζητῶν σαυτόν καί τούς σοί πειθομένους ἀποβουκολήσεις ταύτης καί παρανάλωμα κατακλυσμοῦ ποιήσεις, ἅ διά τῆς γνώσεως κακῶς ἠγνόησαν, ταῦτα πικρῶς διά τῆς πείρας μανθάνοντας; Ἡ δέ πίστις καί πρό τῆς ἐκβάσεως δι᾿ ἀγνωσίας καλῶς προσάξει τῇ ἀληθείᾳ καί ἀπειράστους παντάπασι καί ἀπαθεῖς κακῶν διά τῆς πείρας ποιήσεται καί διά τῶν πραγμάτων αὐτῶν μωράν ἀποδείξει τήν ἔξω πᾶσαν φιλοσοφίαν, μήτε τότε μήτε νῦν εἰδυῖαν τό ὑπό τοῦ μεγάλου Πέτρου εἰρημένον, ὅτι «οὐρανοί ἦσαν ἔκπαλαι ἐξ ὕδατος καί δι᾿ ὕδατος συνεστῶντες, δι᾿ ὧν ὁ πάλαι κόσμος ὕδατι κατακλυσθείς ἀπώλετο˙ οἱ δέ νῦν οὐρανοί τεθησαυρισμένοι εἰσί πυρί, τηρούμενοι εἰς ἡμέραν κρίσεως καί ἀπωλείας τῶν ἀσεβῶν». Τί οὖν; ἡ τοῖς χριστιανοῖς ἐνυπάρχουσα θεογνωσία καί ἡ δι᾿ αὐτήν σωτηρία διά γνώσεως φιλοσοφίας ἤ διά πίστεως, ἥτις δι᾿ ἀγνωσίας τήν ταύτης γνῶσιν καταργεῖ; Ἀλλ᾿ εἰ διά γνώσεως, κεκένωται ἡ πίστις καί κατήργηται ἡ λέγουσα ἐπαγγελία ὅτι, «ἐάν πιστεύσῃς ἐν τῇ καρδίᾳ σου Κύριον Ἰησοῦν σωθήσῃ». Ὥστε οὐχ ὁ τήν τῶν ὄντων γνῶσιν ἔχων ἐν καρδίᾳ διά ταύτην ἔχειν τόν Θεόν, ἀλλ᾿ ὁ πιστεύσας ἐν τῇ καρδίᾳ Κύριον Ἰησοῦν διά τῆς ἀπεριέργου πίστεως ἐν ἑαυτῷ ἐνιδρυμένον ἔχει τόν Θεόν. Καί παρῶμεν νῦν τούς διά τῆς γνώσεως ταύτης ἀγνοήσαντας Θεόν καί ὅτι μή πᾶσα ἀληθής ἐστιν ἡ ἐκ φιλοσοφίας γνῶσις. Ἀλλά θῶμεν εἶναι πᾶσαν ἀληθῆ καί προθῶμεν τούς δι᾿αὐτῆς τῆς τῶν κτισμάτων γνώσεως ἐπιγνόντας τόν Θεόν. Ἡ γοῦν διά τούτων θεωρία καί ἐπίγνωσις φυσικός καλεῖται νόμος˙ διό καί πρό τῶν πατριαρχῶν καί προφητῶν καί τοῦ γραπτοῦ νόμου τό γένος τῶν ἀνθρώπων ἐνεκαλεῖτο καί ἐπέστρεφε πρός τόν Θεόν καί ὑπεδείκνυ τόν (σελ. 496) δημιουργόν τοῖς μή καί τῆς κατά φύσιν γνώσεως κατά τούς Ἑλλήνων σοφούς ἐξεστηκόσι. Τίς γάρ νοῦν ἔχων καί ἰδών ἐμφανεῖς μέν οὐσιῶν διαφοράν τοσαύτας, ἀφανῶν τε δυνάμεων ἐναντιότητας καί ἀντιρρόπους κινήσεως ὁρμάς, ἔτι δέ στάσιν τρόπον ἕτερον ἀντίρροπον, διαδοχάς τε ἐνεκλείπτους ἐξ ἐναντιοπαθείας καί φιλίαν ἀσύγχυτον ἐξ ἀσυμβάτου νείκους, συνοχάς τε τῶν διακεκριμένων καί ἀσυμμιξίας τῶν ἡνωμένων, νῶν, ψυχῶν, σωμάτων, τήν διά τοσούτων ἁρμονίαν, τάς μονίμους σχέσεις τε καί θέσεις, τάς οὐσιώδεις ἕξεις τε καί τάξεις, τό ἀδιάλυτον τῆς συνοχῆς, τίς τά τοιαῦτα πάντα ἐπί νοῦν λαβών τόν ἐν ἑαυτῷ ἕκαστον καλῶς ἱδρύσαντα καί πρός ἄλληλα θαυμασίως ἁρμοσάμενον οὐκ ἐννοήσειεν, ὡς ἀπ᾿ εἰκόνος καί αἰτιατοῦ γινώσκειν τόν Θεόν; Τίς δ᾿ οὕτω γνούς Θεόν ἕν τι τῶν αἰτιατῶν ἤ τῶν κατ᾿ εἰκόνα τούτου προκειμένων ἡγήσεται αὐτόν; Ὥστε καί τήν ἐξ ἀποφάσεως θεογνωσίαν ἕξει. Ἐπέστρεφε τοίνυν ἡ τῶν κτισμάτων γνῶσις πρός θεογνωσίαν τό γένος τῶν ἀνθρώπων πρό νόμου τε καί προφητῶν, καί νῦν αὖθις ἐπιστρέφει, καί σχεδόν πᾶν τό πλήρωμα τῆς οἰκουμένης, ὅσοι μή τοῖς εὐαγγελικοῖς θεσπίσμασιν εἴκουσι, δι᾿ αὐτῆς μόνης, οὐχ ἕτερον ἀρτίως ἔχουσι Θεόν, ὅτι μή τόν ποιητήν τοῦδε τοῦ παντός. Οὗτοι τοίνυν ἐκ μόνης τῆς τῶν κτιστῶν γνώσεως γινώσκουσι Θεόν, οἱ μή διά νόμου νόμῳ ἀποθανόντες, ἵνα τήν ἐν Χριστῷ ζήσωσι ζωήν, μᾶλλον δέ οἱ νόμου Θεοῦ μηδέποτε μηδένα προσέμενοι. Σύ δέ νῦν ἡμᾶς, ἡνίκα ὁ Θεός ἐφανερώθη ἐν σαρκί, ἐπιστεύθη ἐν ἔθνεσιν, ἐκηρύχθη ἐν κόσμῳ καί ὁ τῆς χάριτος νόμος ἀνεκαλύφθη τοῖς πέρασιν, ἡνίκα «τό Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, ἵνα εἰδῶμεν τά ἐκ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν», ἡνίκα διδακτοί Θεοῦ ἐγενόμεθα καί τοῦ παρακλήτου παιδεύματα, κατά τήν σωτήριον ἐπαγγελίαν («ἐκεῖνος» γάρ, φησί, «διδάξει ὑμᾶς πᾶσαν τήν ἀλήθειαν», ὡς μηδέπω δήπου ἐγνωσμένην), ἡνίκα νοῦν ἔχομεν Χριστοῦ καί (σελ. 498) ὀφθαλμούς πνευματικούς, πάλιν εἰς τοὐπίσω στρέφεις ὑπό διδασκάλου τοῖς τοῦ κόσμου ζῆν στοιχείοις, ἄνθρωπε; Τί λέγεις; «Καινόν οὐρανόν καί καινήν γῆν κατά τό ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν», καί οὐκ ἐκ ἐκείνου τόν Θεόν ὑπερκοσμίως νοήσομέν τε καί δοξάσομεν, ἀλλ᾿ἐκ τοῦ παλαιοῦ τούτου μόνου καί ἀλλοιωτοῦ ἐπιγνωσόμεθα αὐτόν; Οὐκ ἀλλοιωτοῦ δέ μόνον ἀλλά καί φθαρτοῦ. Καί γάρ καινόν εἰπών ἐκεῖνον, παλαιόν τοῦτον ἐδειξε˙ πᾶν δέ τό παλαιούμενον καί γηράσκον εἰς ἀφανισμόν. Ἀλλά πόθεν τόν καινόν τοῦτον ἐδιδάχθημεν κόσμον καί τήν μή παλαιουμένην ζωήν; Ἆρ᾿ ἀπό τῆς τῶν κτισμάτων θεωρίας ἤ παρά τοῦ «ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, κατά Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν»; Οὐχ εἷς ἡμῶν καί καθηγητής, ὁ Χριστός; Ποῦ τοίνυν τῶν αὐτοῦ λόγων περί τῆς τοῦ φθειρομένου κόσμου φύσεως ἐδιδάχθημεν; Οὐ αὐτός ἐνετείλατο μή καλεῖν καθηγητήν ἐπί τῆς γῆς; Πῶς οὖν ἡμεῖς Ἕλλησι καί Αἰγυπτίοις ὡς σωτήριόν τι μαθησόμενοι φοιτήσομεν; Θεόν αὐχεῖ διδάσκαλον ἡ καθ᾿ ἡμᾶς θεογνωσία˙ οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ᾿ αὐτός ὁ Κύριος ἐδίδαξε καί ἔσωσεν ἡμᾶς. Οὐκέτι ἐκ τοῦ εἰκότος γινώσκομεν Θεόν˙ τοιαύτη γάρ ἡ ἀπό τῶν κτισμάτων γνῶσις τοῦ Θεοῦ˙ νῦν δέ «ἡ ζωή ἐφανερώθη, ἥτις ἦν πρός τόν Πατέρα καί ἐφανερώθη ἡμῖν» καί ἀνήγγειλεν ἡμῖν ὅτι «ὁ Θεός φῶς ἐστι καί σκοτία ἐν αὐτῷ ὑπάρχει οὐδεμία», καί τούς πιστεύσαντας αὐτῷ τέκνα ἐποίησε φωτός, «καί οὔπω ἐφανερώθη τί ἐσόμεθα», ὅτι «ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι καί ὀψόμεθα αὐτόν καθώς ἐστιν». Ἔχεις πάλιν ἔφοδον συκοφαντίας˙ «καθώς γάρ ἐστιν ὀψόμεθα αὐτόν». Ἀλλ᾿ ὁ ταῦτα λέγων, τῇ ἐν Σιών τεθείσῃ πέτρᾳ προσεχῶς ἐπῳκοδομημένος, ταύτῃ παραπλήσιός ἐστιν ἐν πᾶσιν˙ «ὁ πεσών οὖν ἐπ᾿ αὐτόν συντριβήσεται, καί ἐφ᾿ ὅν ἄν πέσῃ, λικμήσει αὐτόν». (σελ. 500) Ἡμεῖς δέ σκεψώμεθα πόθεν ὁ φιλόσοφος κατασκευάζει ὡς ὑπέρ πάσας τάς νοεράς ἐνεργείας ὅρασις οὐκ ἔστιν, ἐκεῖνο πρότερον εἰπόντες, ὡς ἀνώνυμόν τε καί ὑπερώνυμον ἐκεῖνο ἴσμεν, περί οὗ ἡμῖν ὁ λόγος. Εἰ γοῦν καί ὅρασιν αὐτό φαμεν, ἀλλά καί ὑπέρ ὅρασιν αὐτό ὑπάρχον ἐπιστάμεθα, κἄν τις ἐθέλῃ νόησιν αὐτό καλεῖν, ὅτι καί ὑπέρ νόησίν ἐστιν ἐκεῖνο πιστεύων ἤ διά τῆς πείρας ἐπιστάμενος, κατά τοῦθ᾿ ἡμῖν ὁμολογεῖ. Τά γοῦν συντεταγμένως καταφασκόμενά τε καί ἀποφασκόμενα νοήματά τε καί ὁράματα αὐτῷ παρείσθω πάνθ᾿ ὡς μάταια καί μηδέν ὄντα πρός ἡμᾶς καί τόν προκείμενον λόγον. Ὅτι δέ ἐστιν ὅρασις ὑπέρ πᾶσαν νόησιν, ἐκεῖνος μέν οὐκ ἐνόησεν οὐδέ ἐπίστευσεν, ἡμεῖς δέ καί μή νοοῦντι συνέγνωμεν ἄν, ἐπειδή τό ὑπέρ νοῦν νοεῖν οὐκ ἔνι φύσει τῇ καθ᾿ ἡμᾶς καί ταῖς κατ᾿ αὐτήν μελέταις, καί μή πάντῃ πιστεύοντα παρεδεξάμεθ᾿ ἄν, χρῆν εἰδότες κατά τόν ἀπόστολον «τόν ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθαι». Τό δέ καί τούς πιστεύοντας περιτρέπειν ἐγχειρεῖν καί συγγράμμασιν ἐναγωνίοις χρῆσθαι κατ᾿ αὐτῶν τε καί τῆς ἀληθείας καί παντί τρόπῳ σκανδαλίζειν σπεύδειν οὐ τούς μικρούς μόνον, ἀλλά καί τούς προήκοντας ἀρετῇ καί εὐσεβείᾳ, τοῦτο δέ τίς ἄν ἐνέγκοι σιωπῇ τῆς ἀληθείας θεραπευτής εἶναι προαιρούμενος; Ἐκεῖνος μέν οὖν ὡς ἔστιν ὅρασις καί νόησις ὑπέρ πᾶσαν ὅρασιν καί νόησιν, ὑπερώμενός τε οὖσα καί ἀποδεούσας ἑαυτῆς κεκτημένη τάς ἐπωνυμίας οὐκ ἐνόησεν, οὐδέ ἐπίστευσε, καί ὅ δέ ὑπέρ νοῦν λέγειν τούς θεολόγους οἴεται, τήν κατά ἀπόφασιν θεολογίαν, οὐδέ τοῦτ᾿ εἶναι ὑπέρ νοῦν καί αὐτός ὁμολογεῖ. «Τά γάρ ἐγνωσμένα», φησίν, «ἀποφάσκουσιν, οὐ τά μή ἐγνωσμένα»˙ καί ἡμεῖς ἴσμεν ὡς ἐν τῇ θεολογίᾳ ταύτῃ τά ἀπεφαίνοντα τῷ Θεῷ διανοεῖται ὁ νοῦς, ὥστ᾿ οὐδ᾿ αὕτη ἡ θεολογία τάς νοεράς ἐνεργείας ὑπερβέβηκε. Περί δέ τῆς ὑπέρ νοῦν ὁράσεως τοῦτ᾿ ἄν εἴποιμεν, ὡς, εἰ μέν οὐκ εἶχεν ὁ ἡμέτερος νοῦς ὑπεραναβαίνειν ἑαυτόν, (σελ. 502) οὐδ᾿ ἄν ἦν ὑπέρ τάς νοεράς ἐνεργείας ὅρασις καί νόησις˙ ἐπεί δέ καί ταύτην ἔχει τήν δύναμιν καί κατά ταύτην μόνην κυρίως ἑνοῦται τῷ Θεῷ, δι᾿ αὐτοῦ κατά τόν καιρόν τῆς προσευχῆς προϊοῦσαν εἰς ἐνέργειαν, ἔστιν ἄρα ὑπέρ τάς νοεράς πάσας ἐνεργείας ὅρασις, ἥν ὅρασιν ὑπέρ νόησίν φαμεν˙ ὅ τοίνυν οὐ μᾶλλόν ἐστιν ἀνοησία ἤ νόησις, πῶς μόριον ἔσται τῆς καθόλου γνώσεως; Πῶς δ᾿ ἀντιδιαιρεθήσεται τοῖς εἴδεσιν αὐτῆς; Οὐδέ γάρ τήν οὐσίαν διεῖλέ ποτέ τις τῶν σοφῶν εἰς σῶμα καί ἀσώματον καί ὑπερούσιον, οὐδέ τήν αἴσθησιν εἴς τε τάς πέντε αἰσθήσεις καί τό ὑπέρ αἴσθησιν˙ τό γάρ ὑπέρ τήν οὐσίαν, πῶς ἄν εἴη ὑπό τήν οὐσίαν καί ὑπ᾿ αἴσθησιν τό ὑπέρ αἴσθησιν; Οὕτως ἄρα οὐδέ τό ὑπέρ τήν γνῶσιν, γνώσεως εἶδος. Ὅτι δέ ἔχει δύναμιν ὑπερβαίνειν ἑαυτόν ὁ νοῦς καί δι᾿ αὐτῆς τοῖς ἑαυτόῦ κρείττοσιν ἑνοῦσθαι καί ὁ μέγας Διονύσιος ἀριδηλότατά φησι, καί οὐχ ἁπλῶς τοῦτο λέγει, ἀλλά καί τήν τοιαύτην εἴδησιν χριστιανοῖς τῶν ἀναγκαιοτάτων εἶναι προσημαίνειν˙ «δέον» γάρ, φησίν, «εἰδέναι τόν καθ᾿ ἡμᾶς νοῦν, τήν μέν ἔχειν δύναμιν εἰς τό νοεῖν, δι᾿ ἧς τά νοητά βλέπει, τήν δέ ἕνωσιν ὑπεραίρουσαν τήν τοῦ νοῦ φύσιν, δι᾿ ἧς συνάπτεται πρός τά ἐπέκεινα ἑαυτοῦ». Ἧ μέν οὖν ὑπεραίρει τήν τοῦ νοῦ φύσιν, ὑπέρ πάσας ἐστί τάς νοεράς ἐνεργείας καί γνῶσις οὐκ ἔστι καθ᾿ ὑπεροχήν˙ᾗ δέ σύνδεσμός ἐστι νοῦ τε καί Θεοῦ, κρεῖττον ἀσυγκρίτως τῆς συνδούσης τόν νοῦν πρός τά κτιστά δυνάμεως, δηλαδή τῆς γνώσεως. Ἀλλά πῶς ὁ ἀντιλέγων ἡμῖν κατασκευάζει ὡς οὐκ ἔστιν ὑπέρ πάσας τάς νοεράς ἐνεργείας ὅρασις; «Ἐπειδή», φησί, «τῆς κατά ἀφαίρεσιν θεολογίας ὑψηλότερον οὐδέν». Ἀλλ᾿ ἕτερον, ὦ βέλτιστε, θεωρία θεολογίας, ἐπεί μηδέ ταὐτόν λέγειν τι περί Θεοῦ καί κεκτῆσθαι καί ὁρᾶν Θεόν. Λόγος μέν (σελ. 504) γάρ καί ἡ κατά ἀπόφασιν θεολογία, θεωρίαι δέ εἰσι καί ὑπέρ λόγον, καί τοῦτ᾿ ἔδειξεν ὁ ἀποκαλυφθείς τά ἄρρητα. Ἐπεί τοίνυν λόγος καί ἡ δι᾿ ἀποφάσεως θεολογία, καί ὑπέρ αὐτήν ἄρα ἐστίν ἤ ὑπέρ λόγον θεωρία, καί ὑπεραναβαίνουσι ταύτην οἱ θεωρητικοί τῶν ὑπέρ λόγον, οὐ λόγῳ, ἔργῳ δέ καί ἀληθείᾳ καί χάριτι Θεοῦ καί τοῦ πάντα δυναμένου Πνεύματος, ὅ δίδωσιν ἡμῖν ὁρᾶν «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσεν». Ἀλλ᾿ ἐκεῖνος ταῦτα οὐδέ μετρίως συνιείς, τόν μέγαν οἴεται συμμαρτυρεῖν αὐτῷ Διονύσιον λέγοντα, «ἐν τῷ θείῳ γνόφῳ γίνεται πᾶς ὁ Θεόν γνῶναι καί ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μή ὁρᾶν μηδέ γινώσκειν, ἀληθῶς ἐν τῷ ὑπέρ ὅρασιν καί γνῶσιν γινόμενος»˙ καί ἀλλαχοῦ, «μόνοις ὑπάρχει εἰσδύεσθαι εἰς τόν γνόφον, οὗ ὄντως ἐστίν ὁ πάντων ἐπέκεινα, τοῖς πάντα καί τά καθαρά καί πᾶσαν πασῶν ἁγίων ἀκροτήτων ἀνάβασιν καί πάντα τά θεῖα φῶτα ὑπερβᾶσιν». «Εἰσέρχεται δέ τις», φησίν ὁ φιλόσοφος, «εἰς τοῦτον τόν γνόφον διά τῆς τῶν πάντων τῶν ὄντων ἀφαιρέσεως, καί τοῦτό ἐστιν ἡ τελεωτάτη θεωρία, ὁ γνόφος οὗτος, ἡ δι᾿ ἀποφάσεως θεολογία μόνη, καί τοῦ μηδέν γινώσκειν οὐδέν ἐστιν ἐπέκεινα, ὥστε καί τό θεῖον φῶς ἐκεῖνο, ὅ τί ποτέ ἐστιν, ὅ λέγεται ὑμεῖς, ἀπολιπεῖν δεῖ, ἵνα πρός τήν κατά ἀπόφασιν θεολογίαν τε καί θεωρίαν ἀναδράμητε». Ἀλλά μήν φῶς ἡμεῖς τῆς χάριτος ἐκεῖνο λέγομεν, ὅ φησιν αὐτός ὁ μέγας Διονύσιος πάντοτε αἰωνίως καί ἀδιαλείπτως περιαστράπτειν τούς ἁγίους ἐν τῇ μακαριωτάτῃ ἐκείνῃ διαγωγή τοῦ μέλλοντος αἰῶνος, «ὡς καί τούς μαθητάς ἐν τῇ θειοτάτῃ μεταμορφώσει». Τίς ἄν οὖν γένοιτο μηχανή τοῦ ἀϊδίως περιλάμποντος καί ἀνεκλείπτως ὁρωμένου τότε (καί ταῦτ᾿ οὐ μόνον αἰσθητῶς ἀλλά καί νοερῶς, μᾶλλον δέ καί ὑπέρ ταῦτα πενυματικῶς καί θεϊκῶς, ὡς πολλάκις (σελ. 506) καί διά πολλῶν ἐδείξαμεν), τίς οὖν μηχανή, τίς δ᾿ ὄνησις ἀπολελύσθαι, τοῦ κρεῖττον ἤ καθ᾿ ἡμᾶς τοῖς νοῦ κρείττοσιν ἑνοῦντος αἰωνίως καί διδόντος τά ὑπέρ ὑμᾶς ὁρᾶν; Ὡς γάρ ὁ νοῦς ἀφράστως τῇ αἰσθήσει συνημένος ὁρᾷ τά αἰσθητά καί ὡς ἡ αἴσθησις συμβολικῶς καί αἰσθητῶς προτίθεται τά νοητά διά τῆς πρός τόν νοῦν συναφείας, ἐν καταλήψει γενομένη τούτων, οὕτω καί τῷ Πνεύματι ταῦτ᾿ ἄμφω συνημμένα τό ἀόρατον φῶς πνευματικῶς θεάσονται, μᾶλλον δέ συνδιαιωνίσουσι θεώμενα. Τίς οὖν μηχανή τοῦ ἀϊδίως οὕτω περιαυγάζοντος τόθ᾿ ἡμᾶς φωτός ἀφεῖσθαι, ἵνα τῆς σοί νομιζομένης τελεωτάτης θεωρίας ἀπολαύσωμεν; Εἰ δέ νῦν μέν ἀφιέναι τοῦτο τό φῶς καί ὑπερβαίνειν δυνάμεθα, τότε δ᾿ οὔ, κρείττων ἄρ᾿ ἡμῖν ὁ παρών αἰών τοῦ μέλλοντος καί εἰκότως ἐπτόηνται περί αὐτόν οἱ τῷ αἰωνίῳ πολεμοῦντες καί ἀληθινῷ φωτί. Ἆρ᾿ οὖν Διονύσιος ὁ μέγας τούτοις συμφωνεῖ; Καί πῶς ἆρ᾿ ὁ τό φῶς τοῦτο ἐξυμνήσας πάντων μάλιστα; Τοῦτο μέν οὖν καί προαπεδείξαμεν διά πλειόνων ἐν τοῖς Περί φωτός καί φωτισμοῦ θείου προεξενηνεγμένος λόγοις, ὡς ὅ γε μάλιστα πάντων ἀντικείμενος τοῖς τῷ μεγάλῳ φωτί ἀντικειμένοις, οὗτός ἐστιν ὁ ἐξ Ἀρείου Πάγου τῆς οἰκουμένης φανότατος φωστήρ. Ἀλλά καί νῦν ἀναλαβόντες ἴδωμεν τἀκείνου ὑπ᾿ αὐτῶν προβεβλημένα ρήματα. Δωροθέῳ τοίνυν οὗτος ἐπιστέλλων λειτουργῷ, «ὁ θεῖος», φησί, «γνόφος ἐστί τό ἀπρόσιτον φῶς δι᾿ ὑπερβολήν ὑπερουσίου φωτοχυσίας˙ ἐν τούτῳ γίνεται πᾶς ὁ Θεόν γνῶναι καί ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μή ὁρᾶν μηδέ γινώσκειν ἐν τῷ ὑπέρ ὅρασιν καί γνῶσιν γινόμενος, τοῦτο αὐτό γινώσκων, ὅτι μετά πάντα ἐστί τά αἰσθητά καί νοητά». Ἐνταῦθα τοίνυν τό αὐτό καί γνόφον λέγει καί φῶς, καί ὁρᾶν καί μή ὁρᾶν, καί γινώσκειν καί μή γινώσκειν. Πῶς οὖν καί σκότος τοῦτο τό φῶς; «Δι᾿ ὑπερβολήν», (σελ. 508) φησί, «φωτοχυσίας», ὥστε φῶς μέν κυρίως, σκότος δέ καθ᾿ ὑπεροχήν, ὡς ἀόρατον τοῖς δι᾿ αἰσθήσεως ἤ νοῦ ἐνεργειῶν προσιέναι καί ὁρᾶν ἐπιχειροῦσιν. Ἐπεί δ᾿ ἐν αὐτῷ τῷ ἀπροσίτῳ γίνεται πᾶς ὁ Θεόν γνῶναι καί ἰδεῖν ἀξιούμενος, τίς ἐστιν οὗτος ὁ τοῦ τοιούτου ἀξιούμενος, προσελθεῖν τῷ ἀπροσίτῳ καί ἰδεῖν τόν ἀόρατον; Ἆρα πᾶς θεοσεβής; Ἀλλά Μωσέως μόνου καί τῶν κατ᾿ αὐτόν τό γενέσθαι ἐν τῷ θείῳ γνόφῳ, ἡ δέ δι᾿ ἀποφάσεως θεολογία παντός ἐστι θεοσεβοῦς˙ νῦν δέ μετά τήν δεσποτικήν διά σαρκός ἐπιδημίαν, καί παντός ἀνθρώπου, ὡς προαποδέδεικται. Ἄλλο ἄρα τό κυρίως τοῦτο φῶς καί ὁ θεῖος αὐτός γνόφος καί ἀσυγκρίτως ὑπερέχον τῆς κατά ἀπόφασιν θεολογίας˙ ἔστω δ᾿ ὅμως ὁπόσον ὁ Μωϋσῆς ὑπερέχει κατά τήν θεοπτίαν τῶν πολλῶν. Ἀλλ᾿ ὁ ἐν τῷ φωτί τούτῳ γεγονός ὁρᾷ, καί οὐχ ὁρᾷ. Πῶς ὁρῶν οὐχ ὁρᾷ; Ὅτι, φησίν, ὑπέρ ὅρασιν ὁρᾷ, ὥστε κυρίως μέν γινώσκει καί ὁρᾷ, οὐχ ὁρᾷ δέ ὑπεροχικῶς, μηδεμιᾷ ἐνεργείᾳ νοῦ τε καί αἰσθήσεως ὁρῶν, αὐτῷ τῷ μή ὁρᾶν μηδέ γινώσκειν, τουτέστι τῷ ὑπερβῆναι τόν τοιοῦτον πᾶσαν γνωστικήν ἐνέργειαν, ἐν τῷ ὑπέρ ὅρασιν καί γνῶσιν γινόμενος, δηλονότι κρειττόνως ἤ καθ᾿ ἡμᾶς καί ὁρῶν καί ἐνεργῶν, ὡς κρεῖττον ἤ κατ᾿ ἄνθρωπον γενόμενος καί Θεός ἤδη κατά χάριν ὤν καί Θεῷ ὑπάρχων ἡνωμένος καί διά Θεοῦ Θεόν ὁρῶν. Οἱ τοίνυν τήν κατά ἀποφασιν μόνην θεωρίαν πρεσβεύοντες καί περαιτέρω ταύτης μηδεμίαν ἐνέργειαν ἤ ὅρασιν δοξάζοντες, καί ταύτην μέν ὑπό τήν καθόλου γνῶσιν εἶναι λέγοντες, τῆς δέ γνώσεως μηδεμίαν ὑψηλοτέραν θεωρίαν, τούς κατ᾿ αὐτούς τῆς κατά ἀπόφασιν τελεωτάτης ταύτης ἐφικνουμένους θεωρίας κυρίως μή ὁρᾶν μηδέ γινώσκειν ἐοίκασιν οἰόμενοι καί στέρησιν ἔχοντας γνώσεώς τε καί ὁράσεως. Οὐκοῦν ἔλαθον ἑαυτούς τήν ὄντως ἀγνωσίαν, ταύτην δέ κατά στέρησιν, κρεῖττον πάσης γνώσεως (σελ. 510) ἀποφαινόμενοι καί σεμνυνόμενοι τῷ κατ᾿ ἔλλειψιν ἀγνώστως ἔχειν. Οὕτως οἱ τῷ μεγίστῳ μή πιστεύοντες φωτί καί τοῦ φωτός τῆς γνώσεως ἐκπίπτουσι. Καί μήν, εἰ ταὐτόν ἥ τε κατά ἀπόφασιν θεωρία καί ὁ θεῖος γνόφος, αὕτη δέ ἡ θεωρία στέρησιν κυρίως παρέχει τοῦ ὁρᾶν, κατά τούς λέγοντας ὡς οὐκ ἔστι περαιτέρω θεία θέα, οὐκοῦν καί ὁ θεῖος γνόφος οὖτος κυρίως ἐστί καί κατά στέρησιν σκότος καί τούς ἐν αὐτῷ γινομένους ἄφρονας ἀποτελεῖ καί ποιεῖ γε τοιούτους ὡς ἀληθῶς τούς περί αὐτοῦ τοιαῦτα ἀποφαινομένους, οἵ πρίν ἀποτάξασθαι τῇ αἰγυπτίᾳ καί ψευδωνύμῳ καί ἀγόνῳ μητρί, ἥν καλῶς λέγουσιν οἱ πατέρες τήν ἔξω νοεῖσθαι παίδευσιν, πρίν καθαρῶς γνῶναι ὠς δύο πολεμίων μεταξύ βιοτεύομεν καί προσθέσθαι τοῖς κρείττοσι, πρίν δι᾿ αὐτῶν ἐπιθέσθαι τοῖς πονηροῖς καί τούς μέν τρέψασθαι καί φονεῦσαι καί κατορύξαι, τούς δέ φυγεῖν (ὅσα δηλονότι τῶν πονηρῶν παθῶν φυσικήν ἔχοντα πρός ἡμᾶς οἰκειότητα, τῶν αἰτίων καί συνεργούντων παρόντων, ἡμῶν τήν ἀρχήν ἐπικρατέστερα γίνεται), πρίν τήν πονηράν χρῆσιν ἐξελέγξαι τῶν ἀδίκως ἀπό τῶν φρεάτων τῆς κτίσεως τήν τοῦ Θεοῦ σοφίαν ἀρυομένων, δηλαδή τῶν καθ᾿ Ἕλληνας σοφῶν, πρίν συνοικῆσαι τοῖς εἰρήνην πρός ἀλλήλους ἄγουσι καί μή διαφωνοῦσι καί ἀντιφωνοῦσιν ἀλλήλοις, τοῖς τά θεῖα δηληνότι σοφοῖς, πρίν δι᾿ ἀναχωρήσεως καί ἡσυχίας ἐπιστῆσαι τῶν οἰκείων προβάτων, ταὐτόν δ᾿ εἰπεῖν νοημάτων, πρίν ἀναδραμεῖν εἰς τό ὄρος, τήν ἀκρότητα τῆς καθ᾿ ἡμᾶς ψυχῆς, πρίν πόρρωθεν ἐνατενίσαι τῷ καινῷ φωτί, πρίν προσεγγίσαι, πρίν ἀκοῦσαι καί τά ὑποδήματα τῶν ποδῶν ὑπολύσασθαι, ὡς οὐκ ἐξόν ψαύειν τῆς ἁγίας γῆς, τῶν νεκρῶν καί μή ὄντως ὄντων μεσιτευόντων, πρίν ἀλλοιωθῆναι τήν δεξιάν ἐγκόλπιον γενομένην, τουτέστι τόν νοῦν εἰς ἑαυτόν καταδύντα, πρίν διά τῆς πάντα δυναμένης βακτηρίας, δηλαδή τῆς πίστεως, τό τοῦ τυράννου κράτος (σελ. 512) καθελεῖν κατά κράτος καί τήν ἁλμυράν τοῦ βίου θάλασσαν ποσίν ἀβρόχοις ἐμπεριπατῆσαι, πρίν τήν πικρανθεῖσαν καί σκληρυνθεῖσαν φύσιν ἡμῶν πηγήν ὑπερφυοῦς εὐφροσύνης δι᾿ εὐχῆς καί θεαρέστου πράξεως ἀποτελέσαι, πρίν τῆς ἄνωθεν ἐπιρρεούσης γεύσασθαι τροφῆς καί τούς ἀντιπάλους οὐκέτι φεύγειν ἀλλά καταδιώκειν ἅπαντας προθυμεῖσθαί τε καί δύνασθαι, πρίν διά τῆς τῶν τοιούτων ἁπάντων παρασκευῆς τελείως σαββατίσαι τήν τῶν κακῶν ἀπραξίαν καί ἀκοῦσαι καί ὑπερβῆναι τάς πολυφώνους σάλπιγγγας καί ἰδεῖν καί παραλλάξαι τά πολύχυτα φῶτα (ταῦτα δέ ἐστιν ἡ διά τῶν πολυειδῶν κτισμάτων τοῦ Θεοῦ ἐξαγγελλομένη δόξα τοῦ Θεοῦ, ἔστω δέ καί τό διά προφητῶν καί ἀποστόλων καί πατέρων κήρυγμα καί πάνα τά διεξοδικά τῶν θείων παιδεύματα), πρίν προκατορθῶσαι τοσαῦτα καί μετά τῶν ἐκκρίτων καθιερωμένων τῷ Θεῷ πρός τήν τῶν θείων ἀναβάσεων ἀκρότητα φθάσαι καί τόν τόπον τοῦ Θεοῦ ἰδεῖν, εἶτα καί αὐτῷ τῷ Θεῷ ἀπερινοήτως ἑνωθῆναι, τούτων πάντων ἀπολελυμένοι, τολμῶσι λέγειν ὡς εἰς τόν ὑπέρφωτον εἰσδύνουσι γνόφον διά τῆς κατά ἀπόφασιν θεολογίας. Ἡμεῖς δέ ταύτην ἐν τοῖς προτέροις Περί φωτός λόγοις ἱκανῶς ἐξητακότες, εἰκόνα μέν ἐδείξαμεν τῆς ἀνειδέου ἐκείνης θεωρίας καί τῆς κατά νοῦν ὑπέρ νοῦν ἐν ἁγίῳ Πνεύματι θεωρητικῆς ἀποπληρώσεως, ἀλλ᾿ οὐκ αὐτήν ἐκείνην οὖσαν. Διό καί πάντες μέν οἱ πιστοί παραδέξασθαι καταξιωθέντες τό μυστήριον, ὑμνεῖν δι᾿ ἀποφάσεως δύνανται Θεόν, οὐ μέντοι καί ἑνοῦσθαι καί ὁρᾶν διά φωτός αὐτόν, εἰ μή καί διά τῆς τῶν θείων ἐντολῶν πληρώσεως τήν ὑπερφυᾶ δύναμιν τῆς θεωρίας δέξονται. «Ἀλλά καί πάντα τά θεῖα φῶτα δεῖν ἀπολιπεῖν», φησί, «κατά τόν ἐξ Ἀρείου Πάγου Διονύσιον εἰς τόν μυστικόν εἰσδύοντας γνόφον˙ οὐκοῦν καί αὐτό τό θεῖον φῶς, εἴγε καί ὅλως τί ποτέ ἐστιν ἅ ὑμεῖς πρεσβεύετε, χρῆν ἀφεῖναι κάτω, (σελ. 514) κἀντεῦθεν δείκνυται ὡς τό μηδαμῇ μηδέν ὁρᾶν, τοῦτ᾿ ἔστιν ὁ μυστικός ἐκεῖνος γνόφος». Τί φατε καί οὕτω πολλοῖς ἐναρίθμιον τίθεσθε τό φῶς ἐκεῖνο τό συνδιαιωνίζον τοῖς ἁγίοις, τήν δόξαν τῆς φύσεως τῆς θείας, τήν καλλονήν τοῦ μέλλοντος καί μένοντος αἰῶνος, τήν ἄναρχον καί ἀδιάδοχον βασιλείαν τοῦ Θεοῦ; Οὕτω γάρ τουτί τό φῶς αὐτός ὁ ἐπί τοῦ ὄρους καί αὐτό λάμψας ἐπωνόμασε. Τί δ᾿ ὁ θεῖος Διονύσιος οὗτος; Οὐκ ἐν τῇ Μυστικῇ θεολογίᾳ φανερῶς φησιν, ὡς ἡ ἀγαθή πάντων αἰτία, πάντων μέν ὑπερουσίως ὑπέρκειται, μόνοις δέ ἀπερικαλύπτως ἐκφαίνεται τοῖς καί τά ἐναγῆ πάντα καί τά καθαρά διαβαίνουσιν; Εἰ γοῦν ἐκείνοις ἐκφαίνεται, καί ταῦτα ἀπερικαλύπτως, πῶς οὐδαμῶς ἐκφαίνεται; Εἰ δέ ἡ ἔκφανσις αὕτη ἡ κατά ἀπόφασίν ἐστι θεολογία καί αὐτή μόνη ἡ ἀκαταληψία, καθάπερ ὑμεῖς διισχυρίζεσθε, κατά ταύτην δέ καί Ἕλληνες θεολογοῦσιν, ὡς καί τοῦθ᾿ ὑμεῖς φατε, οὐκοῦν κἀκεῖνοι πᾶσαν καθαρότητα ὑπερέβησαν καί αὐτό τό θεῖον φῶς, τήν τῶν μελλόντων ἀγαθῶν ὑπόστασιν. Φεῦ, ὅτι τῶν μεμωραμένων σοφῶν ἡ γνῶσις οὐ μόνον καταλαμβάνει, ἀλλά καί ὑπερβαίνει τάς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν. Ἀλλ᾿ οὐχ ὁ Θεοῦ λαλῶν σοφίαν Διονύσιος τοῦτ᾿ ἄν ποτε φαίη˙ τά γάρ θεῖα φῶτα καί τούς οὐρανίους ἤχους καί τάς πασῶν ἁγίων ἀκρότητας, ἅ δεῖν ἀπολιμπάνειν ἐφεξῆς εὐθύς ἐκεῖ κατέλεξε, τάς πρό τῆς ὑπωρείας ἐν Χωρήβ τοῦ Μωσέως καθάρσεις, τούς μετά τήν ὑπώρειαν ἀπαντήσαντας ἤχους καί τά προφανέντα τῶν φώτων θεάματα, τόν ἀπό τῶν πολλῶν ἀφορισμόν, τήν μετά ταῦτα πάντα οὐχ ὅρασιν Θεοῦ, ἀλλά τοῦ τόπου ἐν ᾧ ἔστη τοῦτο σημαίνοντος, ὅτι πᾶν ὅ αἰσθήσεως ἐνεργείᾳ ἤ νοός ὁρᾶται, ὑποθετικοί τινές εἰσι λόγοι τῶν ὑποβεβλημένων τῷ πάντα ὑπερέχοντι, δι᾿ ὧν ὑπέρ πᾶσαν ἐπίνοιαν οὐκ αὐτός μόνον, ἀλλά καί ἡ παρουσία αὐτοῦ δείκνυται˙ ὥστε (σελ. 516) ἡ τοῦ τόπου ἐκείνη θέα καί τήν κατά ἀπόφασιν θεολογίαν ὑπερβέβηκεν, ἥ τοῦτο ἔδειξεν αὐτό. Εἰ μέν οὖν μέχρι τῆς τοῦ τόπου τούτου θέας ἡ τοῦ Μωϋσέως ἦν ἀνάβασις, καλῶς ἄν ἴσως ἀπό τῶν τοιούτων μηδεμίαν θεωρίαν εἶναι μετά τήν κατά ἀπόφασιν θεολογίαν ἐδογμάτιζον. Ἐπεί δέ καί τῆς θέας τοῦ τόπου τούτου ἀπολύεται καί τότε εἰς τόν γνόφον εἰσδύνει τόν ὄντως μυστικόν ἐν τῇ πάσης γνωστικῆς ἐνεργείας ὑπεροχικῶς ἀποθέσει, «τῷ ἀγνώστῳ κατά τό κρεῖττον ἑνούμενος καί ὁρῶν καί γινώσκων τοῦτον ὑπέρ νοῦν», πῶς μόνον ἐν τῇ κατά ἀπόφασιν θεολογίᾳ τε καί θεωρίᾳ περικλείσομεν τήν ἐν τῷ θείῳ γνόφῳ θέαν; Ταύτην γάρ καί πρό τοῦ εἰσελθεῖν εἰς τόν ὑπέρφωτον γνόφον διά τοῦ τόπου ὁ Μωϋσῆς ἐθεάσατο˙ ὥστ᾿ ἄλλο τί ἐστι σαφῶς ἡ ἐν τῷ γνόφῳ ἕνωσις καί θέα, τῆς τοιαύτης θεολογίας διαφερόντως ὑψηλότερον. Καί τί δεῖ λόγοις ἔτι διδάσκειν καί μή πράγματι δεικνύναι τήν ἀσφαλῆ τῶν ὑφ᾿ ἡμῶν λεγομένων ἀλήθειαν; Ἆρα γάρ ὁ Μωϋσῆς, πάντων ἀπολυθείς τῶν τε ὁρωμένων καί τῶν ὁρώντων πραγμάτων τε καί νοημάτων καί τήν θέαν ὑπερβάς τοῦ τόπου καί εἰς τόν γνόφον εἰσελθών, ἐν αὐτῷ ἑώρακεν οὐδέν; Ἀλλά μήν ἐκεῖ εἶδε τήν ἄϋλον σκηνήν , «ἥν δι᾿ ὑλικῆς μιμήσεως τοῖς κάτω ὑπέδειξεν»˙ αὕτη δ᾿ ἄν εἴη, κατά τούς τῶν ἁγίων λόγους, Χριστός ἡ Θεοῦ δύναμις καί Θεοῦ αὐθυπόστατος σοφία, ἄϋλος έν οὖσα καί ἄκτιστος τῇ ἑαυτῆς φύσει, προδεικνῦσα δέ διά τῆς μωσαϊκῆς σκηνῆς ὅτι δέξεταί ποτε κατασκευήν καί εἰς σχῆμα ἥξει καί οὐσίαν ὁ ὑπερούσιος καί ἀσχημάτιστος λόγος, ἡ πάντα ὑπερέχουσα καί προέχουσα καί περιέχουσα σκηνή, ἐν ἧ ἔκστισται καί συνέστηκεν ὅσα τε ὁρατά καί ὅσα ἀόρατα, καί σῶμα λαβών θέσει τοῦτο ὑπέρ ἡμῶν, ἀρχιερεύς μέν ὤν αὐτός προαιώνιος, ὕστερον δέ καί ὡς ἱερείῳ ἑαυτῷ χρώμενος ὑπέρ ἡμῶν. Διά τοῦτο, ἐν τῷ θείῳ γνόφῳ γεγονώς ὁ Μωϋσῆς, οὐ τήν ἄϋλον σκηνήν εἶδε μόνον καί δι᾿ ὕλης ὑπέγραψεν, ἀλλά καί αὐτήν τήν τῆς θεαρχίας (σελ. 518) ἱεραρχίαν καί τά κατά τήν νομικήν ἱερωσύνην ὑλικῶς καί ποικίλως διεζωγράφησε. Σύμβολα μέν οὖν αἰσθητά ἤ τε σκηνή καί τά κατά τήν σκηνήν πάντα, ἱερωσύνη τε καί τά καθ᾿ ἱερωσύνην παραπετάσματα τῶν ἐν τῷ γνόφῳ Μωσέως ὑπῆρχε θεαμάτων. Ἐκεῖνα δέ αὐτά τά θεάματα σύμβολα οὐκ ἦν˙ τοῖς γάρ καί τά ἐναγῆ πάντα καί τά καθαρά διαβαίνουσι καί εἰς τόν μυστικόν εἰσδύνουσι γνόφον ἀπερικαλύπτως ἐκεῖνα ἐκφαίνεται. Πῶς δ᾿ ἄν εἴη σύμβολα τά γυμνά παντός περικαλύμματος ἐκφαινόμενα; Διό καί ὁ τῆς Μυστικῆς θεολογίας ὑποφήτης εὐχόμενος, ἀρχόμενος, «τριάς ὑπερούσιε», φησίν, «ἴθυνον ἡμᾶς ἐπί τήν τῶν μυστικῶν ἀκροτάτην κορυφήν, ἔνθα τά ἁπλᾶ καί ἀπόλυτα καί ἄτρεπτα τῆς θεολογίας μυστήρια κατά τόν ὑπέρφωτον ἐγκεκάλυπται γνόφον». Ἔτ᾿ οὖν ἔχει τις εἰπεῖν ὡς οὐδέν ὁρᾶται ἐν τῷ θείῳ γνόφῳ καί μετά τήν κατά ἀπόφασιν θεολογίαν ὑψηλότερον θέαμα οὐδέν; ἤ τοῦτο γοῦν ὅτι συμβολικά πάντα τά τῶν ἁγίων θεάματα; καί συμβολικά τοιαῦτα, ὡς φαίνεσθαι μέν ποτε, εἶναι δ᾿ οὐδέποτε; Μωϋσῆς γάρ εἶδεν ἅ εἶδεν «ἐν τεσσαράκοντα ἡμέραις καί τοσαύταις νυξί», κατά τόν Νύσσης Γρηγόριον, τῆς ἀειδοῦς ζωῆς ὑπό τόν γνόφον μετέχων», ὥστε ἀνείδεα ἦν τά θεάματα ἐκεῖνα. Πῶς οὖν συμβολικά; Ἀλλά καί ἐν τῷ γνόφῳ ἑωρᾶτο˙ πάντα δέ τά ἐν τῷ γνόφῳ ἁπλᾶ καί ἀπόλυτα καί ἄτρεπτα. Τί δέ τῶν κυρίως συμβόλων, τῶν μεριστῶν καί αἰσθητῶν, οὐ τρεπτόν, οὐ σύνθετον, οὐ τοῖς οὖσι συνημμένον δηλονότι τοῖς κτιστοῖς; Ἐπεί δ᾿ ἑώρα, ὁρατἀ ἦσαν τά προκείμενα˙ ἤ οὖν φῶς, ἐν φωτί ἄλλῳ ὑπῆρχον ὁρατά˙ ἀλλά ἁπλά πάντα τά ἐκεῖ˙ φῶς ἄρα πάντ᾿ ἐκεῖνα. Ἐπεί δ᾿ ἑαυτόν ὑπεραναβάς καί ἐν τῷ γνόφῳ γενόμενος ἑώρα, οὔτε κατ᾿ αἴσθησιν ἑώρα οὔτε κατά νοῦν˙ αὐτοπτικόν ἄρα ἐστί τό φῶς ἐκεῖνο καί τούς μέν μή ἀνομμάτους γενομένους νόας ὑπεροχικῶς ἀποκρύπτεται (πῶς γάρ τό αὐτοπτικόν καί αὐτονόητον δι᾿ ἐνεργείας νοῦ (σελ. 520) ὁραθείη οἱασοῦν;), ὅταν δ᾿ ὑπεραναβάς πᾶσαν νοεράν ἐνέργειαν ὁ νοῦς ἀνόμματος ὑπεροχικῶς τελέσῃ, πληροῦται τῆς ὑπερκάλου ταύτης ἀγλαΐας, ἐν Θεῷ χάριτι γενόμενος καί διά τῆς ὑπέρ νοῦν ἑνώσεως αὐτό δι᾿ ἑαυτοῦ τό αὐτοπτικόν φῶς ἔχων ἀπορρήτως καί ὁρῶν. Τί οὖν; Οὐκέτι λοιπόν κρυφίον τό θεῖον εἴποι τις ἄν; Καί πῶς, ὅ γε οὐκ ἐξίσταται τῆς κρυφιότητος, ἀλλά καί τοῖς ἄλλοις μεταδίδωσι, κρύπτον αὐτούς ὑπό τόν θεῖον γνόφον; Οὐ γάρ ἔτι Μωσῆς ἑωρᾶτο τότε μόνος ἐν αὐτῷ γενόμενος, κατά τό γεγραμένον˙ τό δ᾿ ἔτι μεῖζον, ὅτι καί αὐτόν ἑαυτοῦ ὑπεραναβιβάσας καί ἀπολύσας ἀπορρήτως ἑαυτοῦ καί ὑπέρ πᾶσαν θείς αἰσθητικήν καί νοεράν ἐνέργειαν, κρύφιον αὑτόν ἑαυτῷ, ὤ τοῦ θαύματος, ἐποίησεν, ὡς καί τόν θεῖον Παῦλον, ὥσθ᾿ ὁρῶντας, αὑτούς μή εἰδέναι ἀλλά διαπορεῖν, τί ἦν ἐκεῖνο τό ὁρῶν˙ τό δ᾿ αὖθις ἔτι πᾶσαν παράδοξον ὑπερβολήν ὑπερβολήν καθ᾿ ὑπεροχήν ἐκβαῖνον, ὅτι καί ἐν αὐτῇ τῇ ἀπορρήτῳ καί ὑπερφυεῖ ἐκφάνσει κρύφιος ἐκεῖνος μένει καί αὐτοῖς τοῖς ἀπολυθεῖσι καί κρυβεῖσιν, οὐ τούς ἄλλους πάντας μόνον, ἀλλά καί ἑαυτούς. Τεκμήριον δέ τῆς ὑπεραγνώστου ταύτης κρυφιότητος, ἡ τοῦ Μωσέως ἐπί τήν τρανοτέραν θέαν ἔφεσίς τε καί αἴτησις καί ἀνάβασις, ἀλλά καί ἡ τῶν ἀγγέλων καί τῶν ἁγίων ἐν ἀπείρῳ αἰῶνι διηνεκής ἐπί τά φανότερα τῶν θεαμάτων προκοπή, ὥστε καί ὁρῶντες αὐτῇ τῇ ὁράσει ὑπέρ ὅρασιν γινώσκουσι τό φῶς ἐκεῖνο, πόσῳ μᾶλλον τόν δι᾿ αὐτοῦ ἐπιφαινόμενον Θεόν. Καί ὁ ὀφθαλμός γάρ ὁ ἡμέτερος, τῷ ἡλιακῷ ἐνατενίσας δίσκῳ, ὁρπων αὐτόν, ὑπέρ ὅρασιν γινώσκει. Καί μηδείς πάλιν τῷ μή πάντῃ καταλλήλῳ τοῦ παραδείγματος ἐπιφυέσθω˙ τοῦτο δ᾿ ἐνοείτω μόνον, ὅτι τοῖς ἐν ἀποκαλύψει τό θεῖον θεωμένοις φῶς τό ὑπερβάλλον τῆς κρυφιότητος τῆς θείας μηδέν ἦττον ὅτι μή καί μᾶλλον καί (σελ. 522) καί διαφερόντως μᾶλλον ἤ ἡμῖν ἐπιγινώσκεται, τοῖς διά συμβόλων ἤ τῶν ἀπό τούτων νοημάτων ἤ δι᾿ ἀποφάσεως ἐπιχειροῦσι τό ἀκατάληπτον συνορᾶν τῆς θείας φύσεως, ὅτι ἀκατάληπτον. Οἶδε γάρ καί ὁ τυφλός, ἀκούσας καί πιστεύσας, ὅτι ἡ φαιδρότης τοῦ ἡλίου τήν συμμετρίαν ὑπερβαίνει τῶν αἰσθητῶν ὀμμάτων, ἀλλ᾿ οὐχ ὡς ὁ ὁρῶν˙ καί τοῦ ἡλίου δ᾿ ὄντος ὑπό γῆν, νοητῶς ἔχομεν ὁρᾶν αὐτόν, οὐ μόνον οἱ δ᾿ ὑγιοῦς ὄψεως πεπειραμένοι, ἀλλά καί ὅστις τῶν πεπηρωμένων μέν, τοῖς δ᾿ ὁρῶσι πειθομένων. Καί οὐ μόνον, ἀλλ᾿ ὅτι καί ὑπέρ τήν ὄψιν ἔχει τήν λαμπρότητα ὁ τοῦ ἡλίου δίσκος εἰδείη ἄν καί ὁ τούς ὀφθαλμούς ἐκκεκομμένος˙ μετέχειν δέ καί ἀπολαύειν τοῦτον τοῦ φωτός ἀμήχανον. Οὕτω τοίνυν καί τόν Θεόν νοητῶς ὁρᾶν καί ὑπέρ νοῦν αὐτόν δι᾿ ἀποφάσεως γινώσκειν γένοιτ᾿ ἄν καί τοῖς πρός βραχύ πεπειραμένοις τῆς ἐκείνου θέας καί τοῖς μήπω διάρασι τό ὑπέρ νοῦν ἐκεῖνο τῆς ἑνώσεως ὄμμα πρός αὐτόν, πειθομένοις δ᾿ ὅμως τοῖς διάροσιν, ἀλλ᾿ οὐχ ἕνωσίς ἐστιν αὕτη ἡ ὄρασις˙ καί ὁ μή πιστεύων δέ τοῖς διά τῆς ὑπέρ νοῦν ἑνώσεως ὁρῶσιν ὑπέρ νοῦν καί αὐτός τό θεῖον δοξάσειεν ἄν, ἀλλ᾿ ὑπέρ τάς νοητικάς αὐτοῦ δυνάμεις μόνας. Ὁ δέ πᾶσαν τήν πρός τά κάτω σχέσιν τῆς οἰκείας ἀφελών ψυχῆς καί ἐκ πάντων ἀπολυθείς δά τῆς τῶν ἐντολῶν τηρήσεως καί τῆς ἐκ ταύτης ἀπαθείας, καί ὑπερβάς πᾶσαν γνωστικήν ἐνέργειαν δι᾿ ἐκτενοῦς καί εἰλικρινοῦ καί ἀΰλου προσευχῆς, κἀκεῖ δι᾿ ἑνώσεως ἀγνώστου καθ᾿ ὑπεροχήν περιλαμφθείς τῷ ἀπροσίτῳ φέγγει, μόνος οὗτος, φῶς γεγονώς καί διά τοῦ φωτός θεώμενος καί φῶς ὁρῶν ἐν τῇ τοῦ φωτός ἐκείνου θέᾳ τε καί ἀπολαύσει, καί τό ὑπερφαές καί ἀπερινόητον ὄντως γινώσκει τοῦ Θεοῦ, οὐχ ὑπέρ τήν νοητικήν μόνην δύναμιν τοῦ νοῦ, τήν ἀνθρωπίνην ταύτην, δοξάζων τόν Θεόν – πολλά γάρ καί τῶν κτιστῶν ὑπέρ αὐτήν εἰσιν -, ἀλλά καί ὑπέρ τήν ὑπερφυεστάτην ἕνωσιν ἐκείνην, (σελ. 524) δι᾿ ἧς μόνης τοῖς τῶν νοητῶν ἐπέκεινα ὁ νοῦς ἑνοῦται «ἐν θειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νόων». Ἀλλά τούτων μέν ἅλις. Ἐκεῖνο δ᾿ ἐπαναλαβόντες λέγομεν, ὡς τήν ὑπέρ θέαν ὅρασιν ταύτην, εἴ τις νόησιν ὑπέρ πᾶσαν νοεράν ἐνέργειαν ἐθέλει καλεῖν, διαφέρεται πρός ἡμᾶς οὐδέν. Ὁ μέντοι φιλόσοφος οὗτος, νομίσας ὅρασιν ἡμᾶς τουτί μόνον ἀφωρισμένως, ἀλλ᾿ οὐχί καί νόησιν ἀπερινόητον καλεῖν, κατ᾿ αὐτοῦ τοῦ ὀνόματος τῆς ὁράσεως, ἐμάνη, καί μανείς οὐμενοῦν ἐπαινετήν μανίαν, ἐγκαταλειφθείς περί τούς λόγους τούτους, κατά τῆς προφητικῆς χάριτος ἥμαρτεν ὡς πλεῖστα. Τριῶν δ᾿ ἡμεῖς ἤ τεττάρων ἁμαρτημάτων ἔλεγχου διά βραχέων ποιησάμενοι τῶν ἄλλων ἀφεξόμεθα. Δεῖξαι τοίνυν αὐτός ἀγωνιζόμενος ὡς ἡ ὅρασις πολλῷ χείρων τῆς νοήσεως, «πάντα τά τοῖς προφήταις δεδειγμένα, χείρους νοήσεως», φησιν «ὁράσεις, ὡς διαπεπλασμένα καί διαγεγραμμένα καί κατά φαντασίαν ἐκπεφασμένα». Ὅτι μέν οὖν ἐν ἐκστάσει γενόμενον τῶν προφητῶν οἱ πλείους τάς πλείους εἶδον τῶν ὁράσεων, οὐδείς ὅς ἀμφιγνοεῖ τῶν κατ᾿ αὐτούς λογίων καί μετρίων ἐπακούσας. Τί οὖν; τήν ἐπί τό χεῖρον ἔκστασιν πάσχοντες Θεόν ἑώρων οἱ προφῆται; Καί τίς ἄν τοῦτο εἴποι, μή τήν ἐπί τό χεῖρον ἔκστασιν αὐτός παθών; Τί δ᾿ ὅτε τῷ Μωϋσῇ φανῆναι ὁ Θεός αὐτός φησιν «ἐν εἴδει καί οὐ δι᾿ αἰνιγμάτων»; Ἆρα καί τότε τήν χείρω ἔκστασιν ἐξέστησεν αὐτόν; Τί δ᾿ ὅτε τεσσαράκοντα ἡμέρας ὅλας ἑαυτοῦ ἐξεστηκώς καί τῆς ἀειδοῦς ζωῆς ὑπό τόν γνόφον μετέχων, ἑώρα τε καί ἤκουεν; Ἆρα τήν χείρω ἔκστασιν ἐξέστη; Ὄντως τῆς ἀληθείας ὡς πορρωτάτω ἐξέστηκεν ὁ ταῦτα γράφων. Διπλασιάζεται δέ αὐτῷ ἐνταῦθα τό ἁμάρτημα˙ τοῦ γάρ μεγάλου Διονυσίου κἀνταῦθα, ὡς ταὐτά φρονοῦντος καί τάς προφητικάς ὁράσεις πάσας ὡς χείρους νοήσεως εἰπόντος, καταψεύδεται ἐκεῖνο˙ τῶν αὐτῷ γεγραμμένων προβαλλόμενος, ὡς «ἀπό τινων θείων φαντασμάτων τούς μύστας ἤ (σελ. 526) τούς προφήτας καταλαμψάντων, κατ᾿ ἄλλας καί ἄλλας αἰτίας τε καί δυνάμεις, ὁ Θεός ὀνομάζεται». Καί μήν οὗτος σαφῶς κἀνταῦθα «κατ᾿ ἄλλας καί ἄλλας αἰτίας τε καί δυνάμεις» φησίν, ὡς καί ὁ Θεός λέγει ὅτι τῷ μέν ὄναρ, τῷ δέ ὕπαρ – δι᾿ αἰνιγμάτων μέντοι – τῷ δέ Μωϋσῇ «ἐν εἴδει καί οὐ δι᾿ αἰνιγμάτων» ὤφθη. Πῶς οὖν πάντες οἱ προφῆται κατά μόνην τήν φανταστικήν τῆς ψυχῆς δύναμιν ἑώρων; Ἀλλά καί ἡ θεία φαντασία πολύ διενήνοχε τῆς καθ᾿ ἡμᾶς ἀνθρωπίης φαντασίας˙ καί γοῦν ἐκείνη μέν τό καθ᾿ ἡμᾶς ἡγεμονικόν καί ὄντως ἀσώματον τυποῖ, ἡ δέ καθ᾿ ἡμᾶς φαντασία ἐν τῷ σωματοειδεῖ γίνεται τῆς καθ᾿ ἡμᾶς ψυχῆς˙ καί τό μέν τυπούμενον ἐκεῖ τῆς λογικῆς ψυχῆς ἐστι τό κορυφαῖόν τε καί ἀκρότατον, ἐν ἡμῖν δέ τό τῶν ψυχικῶν δυνάμεων σχεδόν ἔσχατον˙ καί τυποῦται τοῦτο μέν ὑπό τῶν ἀπ᾿ αἰσθήσεως κινημάτων, ἐκεῖ δέ, τί ἐστι τό τυποῦν τό ἡγεμονικόν τῶν προφητῶν, εἰ θέλεις μαθεῖν, τοῦ μεγάλου Βασιλείου ἄκουσον˙ ἑώρων γάρ, φησίν, οἱ προφῆται «τυπούμενοι τῷ Πνεύματι τό ἡγεμονικόν»˙ ὥστε τό Πνεῦμα ἐστι τό ἅγιον τό ἐφιζάνον τῷ νῷ τῶν προφητῶν καί ὡς ὕλῃ χρώμενον τῷ ἡγεμονικῷ καί ἐν αὐτῷ δι᾿ ἑαυτοῦ τά μέλλοντα προκαταγγέλλον αὐτοῖς καί δι᾿ αὐτῶν ἡμῖν. Πῶς οὖν τοῦτο φαντασία, τῇ ἡμετέρᾳ φαντασίᾳ κατάλληλός τε καί ὁμότιμος; Πῶς δέ χείρων τῆς καθ᾿ ἡμᾶς νοήσεως ἡ φαντασία αὕτη; Μᾶλλον δέ πῶς οὐχί καί ἀπό τούτου δείκνυται φῶς ὄν, νῷ θεωρητόν, ἕτερον παρά τήν νόησιν, καί ὁράσεις οὔτε αἰσθηταί οὔτε φαντασταί, καί ἄλλαι παντάπασι παρά τήν ἀπό τῆς διανοίας γνῶσιν; Ἀλλ᾿ ὁ φιλόσοφος καί ἄλλην χρῆσιν παράγει τοῦ μεγάλου λέγουσαν, «ὁ τήν ὅρασιν διαπλάσας ἄγγελος, εἰς τό μυῆσαι τά θεῖα τόν θεολόγον, κἄν τούτοις φησί, «τῷ μέν εἰπεῖν διαπλάσας τό κατά φαντασίαν δεδήλωκεν˙ οὐδείς γάρ τῶν (σελ. 528) ὅσα ὁ νοῦς δι᾿ ἑαυτοῦ θεᾶται διαπέπλασται». Τούτῳ τοίνυν εἴ τις πεισθείη τῷ φιλοσόφῳ, καί τάς οὐρανίους ὑπολήψεται κυριότητάς τε καί δυνάμεις ἔκστασιν νοήσεως, ὤ τοῦ θαύματος, ἐπί τό χεῖρον πάσχειν καί σωματοειδεῖς κατά φαντασίαν αὐτῶν εἶναι τάς ὁράσεις, καί μή μόνον τάς ὁράσεις τούτων, ἀλλά καί αὐτάς τάς ὑποστάσεις αὐτῶν καί οὐσιώδεις ὑπάρξεις φαντασίᾳ τυγχάνειν ἐμφερεῖς. Φησί γάρ ὁ αὐτός ἅγιος ἐν ὀγδόῳ τῆς Οὐρανίας Ἱεραρχίας, τήν τῶν ἁγίων κυριοτήτων ἐκφαντορικήν ἐπωνυμίαν ἐξυμνῶν, ὡς τῆς ὄντως κυριαρχίας ἡ κυριότης αὐτῶν ἐφίεται «πρός τήν αὐτῆς κυρίαν ἐμφέρειαν ἑαυτήν τε καί μεθ᾿ ἑαυτήν ἀγαθοειδῶς διαπλάττουσα». Εἰ τοίνυν μηδέν ὅσα ὁ νοῦς δι᾿ ἑαυτοῦ θεᾶται διαπέπλασται καί τά διαπλαττόμενα πάντα φανταστά ἐστιν ἤ καί αἰσθητά καί κατά τοῦτο πολλῷ χείρῳ τῶν νοουμένων ὑφ᾿ ἡμῶν, οὐ νοητήν λοιπόν ἔχουσιν αἱ κυριότητές τε καί δυνάμεις τήν πρός τόν Θεόν ἐμφέρειαν, ἀλλά σωματοειδῆ καί φαντασιώδη καί ἀνθρωπίνης χείρονα νοήσεως, ὡς διαπεπλασμένην οὖσαν. Εἰ δέ τήν πρός Θεόν ἐμφέρειαν τοιαύτην ἔχουσι, πῶς ἄν εἶεν ἐκεῖναι νοεραί τήν φύσιν; Ὁ δέ φιλόσοφος καί ἐξ ἑτέρας αὖθις τοῦ αὐτοῦ ρήσεως συνάγειν τό αὐτό˙ τοῦ τυποῦντος γάρ ἀκούσας τήν ὅρασιν ἀγγέλου, κατά δύναμιν τῷ θεολόγῳ μεταδιδόντος τῆς οἰκείας ἱερογνωσίας, «πῶς», φησίν, «ἡ τυπωθεῖσα ὅρασις οὐκ ἄν εἴη φανταστόν»; Ἀλλ᾿ ἡμεῖς πάλιν ἐκ τῆς Οὐρανίου χορείας ἐκτρέψομεν αὐτόν. «Αἱ γάρ ἅγιαι», φησί, «τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις, νοητῶς ἐπί τό θεομίμητον ἑαυτάς ἀποτυποῦσαι καί πρός τήν θεαρχικήν ἐμφέρειαν μορφοῦν ἐφιέμεναι τό νοερόν αὐτῶν εἶδος, ἀφθονωτέρας εἰκότως μετέχουσι τῆς θείας κοινωνίας». Ὁρᾷς καί τύπους νοητούς; Πῶς οὖν ἀπό τῶν ὀνομάτων τούτων τήν χείρω πάσχειν ἔκστασιν ὠήθης τούς προφήτας; Ἐγώ γάρ ἀπό τῶν ὀνομάτων τούτων οὐκ ἀνθρωπίνης χείρω διανοίας τά προφητικά θεάματα ἐνάγομαι (σελ. 530) νομίζειν, ἀλλά νοῦ τοῦ καθ᾿ ἡμᾶς κρείττω, καί ἰσαγγέλους εἰδέναι διδάσκομαι τάς αὐτῶν θεωρίας. Πρός γάρ ἀγγελικήν ἕνωσιν ἐπιτηδείους ἑαυτούς ἐκεῖνοι διά καθαρότητα ποιήσαντες καί τῇ πρός τό θεῖον ἀνατάσει συνημμένοι τούτοις, διαπλάττονται καί αὐτοί τυποῦνται ὑπ᾿ αὐτῶν ὡς ἐκεῖνοι ὑπό τῶν προβεβηκότων ἀγγέλων κατά τάξιν καί τό νοερόν αὐτῶν εἶδος πρός θεοειδῆ μόρφωσιν μετασκεύαζονται καί διά τῆς ἱερᾶς μορφώσεως ταύτης τήν ἱερογνωσίαν ὥσπερ ἑαυτοῖς ἐγγεωργοῦσιν ἐκεῖθεν καταβεβλημένην. Καί τί θαυμαστόν, εἰ τῶν ἰσαγγέλων τύπων διαπλάσεων ἡ προφητική τυγχάνει καθαρότης, συλλειτουργός κατά τήν θεολογίαν ὑπάρχουσα αὐτῶν, ὅτε καί αὐτούς τούς τοῦ Θεοῦ τύπους αὕτη δέχεσθαι μαρτυρεῖται δύνασθαι; «Καρδίαι» γάρ, φησί, «καθαρά ἐστιν ἡ παντάπασιν ἀνείδεον τῷ Θεῷ παραστήσασα τόν νοῦν καί τοῖς αὐτοῦ ἕτοιμον ἐνσημαίνεσθαι τύποις, δι᾿ ὧν ἐμφανής πέφυκε γίνεσθαι». Ζαχαρίας δέ ὁ Βαραχίου καί αὐτό τό ἐν ἡμῖν Πνεῦμα πλάττεσθαι ὑπό Θεοῦ ἐδίδαξεν, εἴτε τήν ἐκ τοῦ μή ὄντος εἰς τό εἶναι προαγωγήν ἐκ Θεοῦ εἶναι τοῦ καθ᾿ ἡμᾶς Πνεύματος δεικνύς, εἴτε τήν ἐπί τό κρεῖττον ἀνάπλασιν καί εἰς τό εὖ εἶναι μεταποίησιν˙ «λῆμμα» γάρ, φησί, «λόγου Κυρίου ἐπί τόν Ἰσραήλ˙ λέγει Κύριος, ὁ ἐκτείνων τόν οὐρανόν καί θεμελιῶν τήν γῆν καί πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ». Τί οὖν; Καί τό ἐν ἡμῖν πνεῦμα σῶμα, ἐπειδή πλάττεται προαγόμενον ἤ μετασκευαζόμενον; Ὁ δέ πλάστης μέν ἀγαθός αὐτός εἶναι καί τοῖς ποθοῦσι εὐχόμενος, διαπλασθῆναι δέ φάσκων ἔτ᾿ ὄντα παῖδα τόν φίλον ἑταῖρον ὑπό τῷ κοινῷ παιδευτῇ τοῦ Πόντου, «πλάσιν τήν ἀρίστην τε καί καθαρωτάτην», ἆρα τήν πλαστικήν τῶν σωμάτων τέχνην ἐγκωμιάζει καί ποθεινήν ἡγεῖται καί εὔχεται; Πῶς δέ καί συνίησιν ὁ Θεός εἰς πάντα τά ἔργα ἡμῶν κατά τόν θεῖον Δαυίδ διά τό πλάσαι κατά μόνας τάς καρδίας ἡμῶν, εἰ μή καρδίαν ἐνταῦθα (σελ. 532) παρ᾿ αὐτοῦ πλασθεῖσαν τόν ἔσω νοήσομεν ἄνθρωπον; Καί ὁ Μωϋσῆς δέ, διημερεύων τε καί διανυκτερεύων ὑπό τόν γνόφον ἐν τῇ ἀνειδέῳ ἐκείνῃ ζωῇ, οὐ θείους τύπους εἶδε; «Ποιήσεις» γάρ, φησί, πάντα «κατά τόν τύπον τόν δειχθέντα σοι ἐν τῷ ὄρει». Τί οὖν; κἀκεῖνος ἐν τῷ θείῳ γνόφῳ γεγονώς ἐπί τό χεῖρον ἐξέστη καί φανταστικῶς ἑώρα, ἐπειδή τύπον ἀναγέγραπται ἰδών; Ἀλλ᾿ ὁ μηδεμίαν διαφοράν αἰσθητῶν καί φανταστῶν καί νοητῶν καί θείων τύπων ἐπιστάμενος φιλόσοφος, ἀκούων ὅτι ἐμάνθανε τοῖς ὁρωμένις ὁ θεολόγος τά καί τά καί ὑπό τῆς διαπλασθείσης ὑπό τοῦ ἀγγέλου ὁράσεως ἐμυεῖτο καί πρός τήν νοητήν γνῶσιν ἀνήγετο τῶν ὄντων ἤ ὁρωμένων, κἀντεῦθεν συνάγει ὅτι «κρεῖττον γνῶσις θεωρίας, ἐπειδή ἀπό ταύτης ὁ προφήτης ἐπί τήν γνῶσιν ἀνήγετο, φησίν, ἀλλ᾿ οὐ κατήγετο». Οὐκοῦν, εἴποι τις ἄν, καί πάντες οἱ διεξοδικῶς ἡμῶν τόν τῶν λογίων ἑρμηνεύοντες νοῦν ὡς ἀπό χειρόνων ἐπί τό βέλτιον ἡμᾶς ἀνάγουσι, καί ὁ μέν Κύριος λόγον συντετμημένον τό εὐαγγέλιον δούς ἐπί τῆς γῆς, τό χεῖρον δέδωκεν ἡμῖν, οἱ δέ διευκρινοῦντες ἐξιστᾶσι τοῦ εὐαγγελίου καί ὡς ἐπί τι κρεῖττον τήν ἐκείνων ἡμᾶς ἀνάγουσι διάνοιαν; Ἄπαγε τῆς κακονοίας˙ ἀλλά τῶν μέν λογίων οὐκ ἀφιστᾶσιν, ἐξ ἐκείνων δέ, ὡς αἰτίων γνώσεως ὄντων καί πηγῆς φωτός ἀενάου λαβόντες καί αὐτοί οἱ διδάσκοντες τήν γνῶσιν, ἐκ τῆς προσούσης ἡμῖν ἀμαθίας ἐπί τό κρεῖττον τήν γνῶσιν ἀνάγουσιν. Ἐπί γάρ τῶν τοιούτων αἱ προθέσεις αὗται, ποῦ μέν κινήσεώς εἰσι δηλωτικαί, ποῦ δέ αἰτίας. Ὅταν οὖν λέγῃ ἡ Γραφή, ὡς ἐκ τῆς θεωρίας ὁ προφήτης ἐμυεῖτο ἤ ἄγγελος αὐτόν ἀνῆγεν ἐκ τῆς θεωρίας εἰς τήν μύησιν, οὐ τοῦτό φησιν, ὡς ἀπεκίνει αὐτόν τῆς θεωρίας, ἀλλ᾿ ὡς ἐξ αἰτίας ἐκείνης καί χορηγοῦ τῆς γνώσεως τά πρίν μή γινωσκόμενα ὁ προφήτης ἐδιδάσκετο, καί ὁ ἄγγελος, καθαρώτερον συνιεῖς τά τῆς θεωρίας ὅτε (σελ. 534) ἄγγελος, ἐξηγεῖτο τῷ προφήτῃ καί ἀνῆγεν αὐτόν ἀπό τῆς ἀμαθίας ἐπί τήν σύνεσιν. Ἡ μέν οὖν ἀμαθία, ἐξ ἧς ἀπεκινεῖτο, χεῖρον τῆς γνώσεως εἰς ἥν ἀνήγετο, ἡ δέ διδοῦσα τήν γνῶσιν ὅρασις, καί ἡ θεομιμήτως συνεπτυγμένην ἔχουσα αὐτήν ἐν ἑαυτῇ, πῶς οὐ κρεῖττον τῆς παρ᾿ αὐτῆς χορηγουμένης γνώσεως; Ἔδει δ᾿ ὅμως τόν κατά τῶν πατέρων χωρήσαντα μηδέ τούς προφήτας ἀνεπηρεάστους καταλεῖψαι. Πρῶτοι γάρ εἰσιν ἐκεῖνοι πατέρες καί τῶν πατέρων πατέρες ἐν Πνεύματι˙ ἔδει τοίνυν κοινωνῆσαι καί τῆς ἐπηρείας. Κόρον δ᾿ ἤδη λαβών τῆς πρός τούς πατέρας τε καί προφήτας ἀγωνίας ὁ πρόφασιν τούς ἡσυχίαν ἀσπαζομένους εὑρόμενος εἰς τό πᾶσιν, ὡς εἶπεν, ἐπιθέσθαι τοῖς θείοις, τῶν μυστικωτάτων ἔπειτα τοῦ εὐαγγελίου ρημάτων ἐξηγητήν ἑαυτόν προκαθίζει καί διδάσκειν ἀξιοῖ, πῶς οἱ κεκαθαρμένοι τήν καρδίαν ὁρῶσι τόν Θεόν καί πῶς σύν τῷ Πατρί ὁ Υἰός ἔρχεται καί μονήν ποιεῖται παρ᾿ αὐτοῖς. «Ὁρῶσι τοίνυν», φησίν, «οἱ κεκαθαρμένοι τήν καρδίαν τόν Θεόν οὐκ ἄλλως, ἀλλ᾿ ἤ κατά ἀναλογίαν ἤ κατ᾿ αἰτίαν ἤ κατά ἀπόφασιν˙ θεοπτικώτερος δ᾿ ἐκεῖνος, ὅς πλείω οἶδε τῶν τοῦ κόσμου μερῶν ἤ τά κρείττω, καί ἔτι μᾶλλον ὁ μᾶλλον οὗ γινώσκει τήν γνῶσιν ἔχων, θεοπτικώτατος δ᾿ ἁπάντων ὅς τάς τε ἐμφανεῖς ἔγνω τοῦ κόσμου μερίδας καί τάς ἀφανεῖς δυνάμεις, τάς πρός γῆν καί τἄλλα τῶν στοιχείων συμπαθείας καί τάς πρός ἄλληλα ταῦθ᾿ ἅπαντα ἐναντιοπαθείας, τάς διαφοράς, τάς ἰδιότητας, τάς κοινωνίας, τάς ἐνεργείας, τάς συναφείας, τάς ἐφαρμογάς, τάς ἁρμονίας καί ἁπλῶς τ᾿ ἄρρητα καί τά ρητά τοῦ ὅλου τοῦδε συνθήματα˙ ᾧ γάρ ἄν», φησί, «καλῶς ὑπῆρξε ταῦτα πάντα θεωρεῖν, ἐκεῖνος καί ὡς τούτων πάντων αἴτιον τόν Θεόν γινώσκειν δύναται καί ἐκ τούτων πάντων αἴτιον τόν Θεόν γινώσκει καί τούτων πάντων ὑπερτιθείς δι᾿ ἀποφάσεως αὖθις ὑπέρ πάντ᾿ ἐπίσταται αὐτόν. «Ἐπεί γάρ», φησίν, «ἐκ τῶν ὄντων μόνων ὁ Θεός γινώσκεται, οὐκ ἐξ ὧν δήπου (σελ. 536) ἀγνοεῖ τις, ἀλλ᾿ ἐξ ὧν μόνων γινώσκει γνώσεται Θεόν. Ὥστε ὅσῳ πλείω τις γινώσκει καί σεμνότερα καί ἀκριβέστερον, τοσούτῳ διαφέρει τῶν ἄλλων πρός τό γινώσκειν τόν Θεόν˙ καί αὐτός δέ ὁ κατά ἀπόφασιν τῆς θεογνωσίας τρόπος, ὅς δοκεῖ μάλιστα τήν τῶν ὄντων ἀτιμάζειν ἐπί Θεοῦ γνῶσιν, τῆς τῶν ὄντων ἁπάντων γνώσεως χωρίς παραγενέσθαι οὐ πέφυκεν˙ὧν γάρ τάς ὑπάρξεις γινώσκομεν, τούτων μόνων χωρεῖ καί τάς ἀναιρέσεις γινώσκειν». Ὤ οἵας ἀφῆκε καθ᾿ ἑαυτοῦ τάς φωνάς, οὐδέν δ᾿ ὅμως ἀπᾳδούσας ταῖς ἄλλοθι γνώμαις αὐτοῦ˙ τέλειον γάρ οὗτος ἄνθρωπον ἀλλαχοῦ καί σοφόν ὁρίζεται τόν πάντα εἰδότα. Εἰ τοίνυν, ὡς ἄρτι κἀνταῦθ᾿ οὗτος ἀπεφήνατο, τούτων μόνων ἔνι καί τάς ἀναιρέσεις γινώσκειν καί ἐκ τούτων μόνων ἀποφάσκειν τό θεῖον, ὧν ἔχομεν τήν κατάληψιν, Θεόν εἶναι δεήσει, βαβαί τῆς ἀτοπίας, τόν ἐκ τῆς πάντων ἀφαιρέσεως Θεόν γνωσόμενον. Ἤ γάρ τά ὄντα πάντα τις εἰδείη ἄν, ὡς ἄν ἐκ τῆς πάντων ἀφαιρέσεως εἰδείη Θεόν, καί Θεόν ἡμῖν ἑαυτόν εἰσάγει – Θεοῦ γάρ μόνου τό εἰδέναι τά πάντα - ἤ, εἴ τι ἀγνοεῖ, τοῦτο ἥγηται Θεόν˙ ὅ γάρ ἀγνοεῖ, ἀφαιρεῖν αὐτοῦ τό θεῖον, ὡς οὗτος ἔφησεν, ἀδύνατον. Καί εἰ, ὧν αὖθις γινώσκει τις, τούτων μόνων αἴτιον γινώσκει Θεόν, ὅσα τήν γνῶσιν αὐτοῦ διαπέφευγε, τούτων οὐκ αἴτιον ἡγεῖται Θεόν˙ οὐκοῦν, συμμετρήσει τῷ κόσμῳ τήν θείαν δύναμιν, οὐ γάρ πλείω γνώσεται τοῦδε τοῦ παντός οὗτος. Ἀλλ᾿ ἡμεῖς, ὑπεραρθέντες τῆς γνώσεως, μυρίους ἀναπεπείσμεθα κόσμους, οὐχ ὁμοίους μόνον ἀλλά καί διαφόρους, Θεῷ προαγαγεῖν τῶν εὐχερεστάτων ὄν καί ἐκ πάντων ὁλικῶς ἀποφάσκομεν τό θεῖον, κἀκ τῶν μήπω ἐγνωσμένων γινώσκομεν τήν ἀπειροδύναμον δύναμιν. Οὕτως ὁ Παῦλός φησι καθῆσθαι τόν Χριστόν ἐπάνω παντός ὀνόματος οὐ μόνον τοῦ ὀνομαζομένου, τουτέστιν ἐγνωσμένου, ἐν τῷ νῦν αἰῶνι, ἀλλά καί ἐν τῷ μέλλοντι γνωσθησομένου, καί ἀπό (σελ. 538) τῶν μή ἐγνωσμένων αὐτῷ τήν μεγαλωσύνην τοῦ Θεοῦ ἐξαίρων οὕτως ἀλλαχοῦ που τῶν ἐπιστολῶν, εἰπών «τίς ἡμᾶς χωρήσει ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ;» καί ἀπαριθμήσας πάντα τά αἰσθητά καί νοητά, τά ἐνεστῶτα καί τά μέλλοντα, ἐπήγαγεν, «οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπό τῆς ἀγάπης τοῦ Θεοῦ», ἐκ τῶν ὄντων καί τά μή ὄντα συνορῶν καί κατ᾿ ἐκείνων ὡς ὄντων ἀποφαινόμενος. Οἱ δέ ἐξ ἑνός μυρίους καί ἐκ τοῦ πεπερασμένου τήν ἄπειρον συνιέντες δύναμιν, πῶς οὐκ ἐκ μετρίων τῶν κατ᾿ αὐτόν ἅπαντα γνωσόμεθα, ὡς ἐξ ὀνύχων φασί τόν λέοντα καί ἐκ κρασπέδου τό ὕφασμα, καί οὕτω πάντων αἴτιον ἐπιγνωσόμεθα Θεόν καί ἀπό πάντων τούτων ἀφαιρήσομεν καί τό τήν ἐκ τῶν ὄντων θεογνωσίαν ὑπερβαῖνον, ὡς ἐξ οὐκ ὄντων λόγῳ μόνῳ ἅπαντα παρήχθη, διά πίστεως προσθήσομεν; Κοινή μέν οὖν αὕτη πᾶσι τοῖς εἰς Χριστόν πεπιστευκόσιν ὑπέρ ἔννοιαν γνῶσις˙ τό δέ δή τῆς ἀληθοῦς πίστεως ταύτης τέλος, ὅ διά τῆς τῶν ἐντολῶν ἐργασίας προσγίνεται, οὐκ ἐκ τῶν ὄντων μόνων καί γνωστῶν καί ἀγνώστων τήν θεογωσίαν παρέχεται - ὄντα γάρ ἐνταῦθα τά κτιστά πάντως λέγομεν - ἀλλ᾿ ἐκ τοῦ ἀκτίστου φωτός, ὅ Θεοῦ ἐστι δόξα καί Χριστοῦ Θεοῦ καί τῶν τῆς χριστοειδοῦς ἐφικομένου λήξεως˙ ἐν τῇ δόξῃ τοῦ Πατρός ὁ Χριστός ἐλεύσεται, ἐν τῇ δόξῃ τοῦ Πατρός αὐτῶν Χριστοῦ «οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος» καί φῶς ἔσονται καί φῶς ὄψονται, τό μόνης τῆς κεκαθαρμένης καρδίας ἐπίχαρι καί πανίερον θέαμα, ὅ νῦν μέν καί τοῖς τἀ ἐναγῆ πάντα δι᾿ ἀπαθείας καί τά καθαρά διά τῆς εἰλικρινοῦς καί ἀΰλου διαβεβηκόσι προσευχῆς ἐν ἀρραβῶνος μέρει μετρίως προφαίνεται, τότε δέ τούς υἱούς τῆς ἀναστάσεως ἐμφανῶς θεοποιήσει, συνδιαωνίζοντας καί συνδοξαζομένους τῷ μεταδόντι τῇ καθ᾿ ἡμᾶς φύσει θείας δόξης τε καί λαμπρότητος. Δόξα δέ καί λαμπρότης οὐδ᾿ ἐπί τῶν (σελ. 540) κτιστῶν οὐσία ποτ᾿ ἄν εἴη˙ πῶς οὖν Θεοῦ δοξάσειεν ἄν τις οὐσίαν εἶναι τήν Θεοῦ δόξαν, Θεοῦ ὅς, ἀμέθεκτος ὤν καί ἀόρατος καί ἀναφής, καθ᾿ ὑπερούσιον δύναμιν μεθεκτός γίνεται καί χωρεῖται καί διαφαίνεται καί ἕν ἐν θεωρίᾳ Πνεῦμα μετά τῶν διά καθαρᾶς καρδίας ἐντυγχανόντων γίνεται, κατά τήν πρός τόν ἴδιον πατέρα τοῦ κοινοῦ Πατρός ὑπέρ ἡμῶν μυστικωτάτην καί ἀπόρρητον εὐχήν; «Δός γάρ αὐτοῖς», φησίν, «ἵνα καθάπερ ἐγώ, Πάτερ, ἐν σοί καί σύ ἐν ἐμοί, καί αὐτοί ἐν ἡμῖν ἕν ὦσιν» ἐν ἀληθείᾳ. Τοιαύτης τοίνυν οὔσης θέας τοῦ Θεοῦ, ἥν μόνοι οἱ τῆς μακαρίας κατηξιωμένοι λήξεως ὄψονται κατά τόν ἄληκτον αἰῶνα, ἥν καί νῦν οἱ ἔκκριτοι τῶν ἀποστόλων ἐν Θαβώρ κατεῖδον καί ὁ Στέφανος λιθαζόμενος καί ὁ Ἀντώνιος καθ᾿ ἡσυχίαν ἀγωνιζόμενος, μᾶλλον δέ πάντες οἱ ἅγιοι, ταὐτόν δ᾿ εἰπεῖν οἱ κεκαθαρμένοι τήν καρδίαν, ὡς ἐκ τῶν ἀναγεγραμμένων οἰκείων λόγων καί τῶν κατ᾿ αὐτούς βίων ἔξεστι μανθάνειν τῷ βουλομένῳ (φαίην δ᾿ ἄν ἔγωγε καί προφήτας καί πατριάρχας ἀγεύστους οὐκ εἶναι τοῦ φωτός τούτου, μᾶλλον δέ πλήν ὀλίγων τά πάντα ἐκείνων θεάματα, καί μάλιστα τά θειότατα, μή ἀμοιρεῖν τούτου τοῦ φωτός˙ τί γάρ ἄν καί ὑποκρίνοιτο φῶς ἀλλότριον ὁ φῶς αἰώνιον οἰκεῖον ἔχων, τοῖς καθαροῖς τήν καρδίαν, εἰ καί ἀπορρήτως, ὅμως ὁρατόν, νῦν τε κἀπί τοῦ μέλλοντος αἰῶνος, ὡς καί ὁ Διονύσιος ὁ μέγας λέγει; -, τοιαύτης τοίνυν οὔσης θέας τοῦ Θεοῦ, πῶς οὐ ταύτην ἐπαγγέλλεται τήν αἰώνιον ὁ μακαρίζων τούς καθαρούς τήν καρδίαν, ἀλλά τήν ἀπό τῶν κτισμάτων γνῶσιν, ἥ γένοιτ᾿ ἄν καί τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς; Ὅτι δέ τήν ἀπό τῶν κτισμάτων γνῶσιν τελεωτάτην θεοπτίαν ὁ φιλόσοφος ἡγεῖται, προλαβών ἐδίδαξεν ἡμᾶς τοῦτο, εἰπών μηδενί μηδεμίαν ἀπολιπεῖν ταύτης ὑπερβολή, ὅς ἔγνω πάσας τάς ἐμφανεῖς τοῦ κόσμου μερίδας καί τάς (σελ. 542) ἀφανεῖς δυνάμεις. Ἀλλ᾿ «ἐκ τῆς ἐνεργείας τόν ἐνεργοῦντα ἀναλογίσασθαι καί ἐκ τῆς τοῦ κόσμου εὐαρμοστίας τῆς ὑπερκειμένης σοφίας ἡ κατανόησις γένοιτ᾿ ἄν καί τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς», φησίν ὁ Νύσσης θεῖος Γρηγόριος˙ ἐγώ δ᾿ ἄν φαίην καί τοῖς μή σοφοῖς καί τοῖς μή πιστοῖς, ὡς νῦν ὁρῶμεν καί τούς βαρβάρους πάντας ἕνα Θεόν εἰδότας τοῦ παντός ποιητήν, ᾧ καί ἡ κατά ἀπόφασιν θεολογία ἐξ ἀνάγκης ἕπεται. Ὁ γάρ ποιητής τοῦ παντός τῶν ποιημάτων οὐδέν. Τί δέ, οὐχί καί τῶν κακοδόξων πολλοί τήν σοφίαν τοῦ αἰῶνος ἔχουσι τούτου καί τήν ἀπ᾿ αὐτῆς τοῦ Θεοῦ κατανόησιν; Ἆρ᾿ οὖν αὐτούς μακαρίζει ὁ Κύριος; Τί δ᾿ ἄν τῶν Ἑλλήνων οἱ κατά φιλοσοφίαν πολλῷ τῶν νῦν χριστιανῶν διαφέροντες καί ἀπό τῆς τῶν κτισμάτων γνώσεως φιλοσοφοῦντες; Ἆρα καί τοῦ μακαρίου καί αἰωνίου ἔτυχον ἐπάθλου καί πάντων, καί αὐτῶν «τῶν μηδέν εἰδότων εἰ μή Κύριον Ἰησοῦν Χριστόν καί τοῦτον ἐσταυρωμένον», οὐχ ἧττον ὅτι δή καί μᾶλλον; Πῶς γάρ οὐχί καί διαφερόντως μᾶλλον, εἴγε ἀπό τῶν κτισμάτων μόνον ὁ Θεός γινώσκεται, καί θεοπτικώτεροι τῶν ἄλλων οἱ πλείω τούτων γινώσκοντες; Καίτοι πάντες ἡμεῖς ἀπό τῆς πατρικῆς φωνῆς, ἄνωθεν ἡμᾶς διδασκούσης, τόν Υἱόν ἐγνώκαμεν˙ καί αὐτό τό Πνεῦμα τό ἅγιον καί αὐτό τό φῶς τό ἄρρητον τόν ἐκ τοῦ Πατρός ἀγαπητόν μαρτυρούμενον ὑπέδειξεν ἡμῖν˙ καί αὐτός ὁ Υἱός τό ὄνομα τοῦ οἰκείου Πατρός ἐφανέρωσεν ἡμῖν καί τό Πνεῦμα τό ἅγιον ἀναλαμβανόμενος εἰς οὐρανούς ἐπηγγείλατο πέμψειν πρός ἡμᾶς, «ἵνα μένῃ μαθ᾿ ἡμῶν εἰς τόν αἰῶνα»˙ καί αὐτό τό Πνεῦμα τό ἅγιον, ἐπελθόν καί μεῖναν ἐν ἡμῖν, ἀνήγγειλεν ἡμῖν καί ἐδίδαξε πᾶσαν τήν ἀλήθειαν. Πῶς οὖν ἐκ τῶν κτισμάτων μόνων γινώσκομεν Θεόν, καί οὐκ ἐξ ὧν τοῦτον ἀγνοοῦμεν, ἀλλ᾿ ἐξ ὧν γινώσκομεν; Ἆρ᾿ εἰ καί μή γάμου τις λάβοι πεῖραν, οὐ τήν τοῦ Θεοῦ πρός τήν Ἐκκλησίαν οἶδε συνάφειαν, ἐπεί τήν ἀναλογίαν ἐξ ἐκείνου συνορᾶν οὐκ ἔχει, καί συμβουλεύσεις πάντας φεύγειν (σελ. 544) τήν παρθενίαν, ἵνα τήν σήν θεογνωσίαν εὕρωσιν; Ἀλλ᾿ ὑπό Παύλου ἐξελεγθήσῃ, ὅς, ἄγαμος ὤν, «τό μυστήριον τοῦτο μέγα ἐστί» πρῶτος ἐξεβόησεν, «ἀλλ᾿ εἰς Χριστόν καί εἰς τήν Ἐκκλησίαν». Καιρός δή εἰπεῖν τήν θεσπεσίαν ἐκείνην φωνήν˙ «εὐχαριστοῦμέν σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅτι», ἑνώσας σύ σαυτόν ἡμῖν καί φανερώσας σαυτόν διά σαυτοῦ ἡμῖν, καί φανερώσας σαυτόν διά σαυτοῦ ἡμῖν, «ἀπέκρυψας τοῦτο ἀπό σοφῶν καί συνετῶν», οἵ συνετοί εἰσι καθ᾿ ἑαυτούς καί ἐνώπιον αὑτῶν ἐπιστήμονες˙ διό καί τῶν ἁγίων σου λαλούντων ἀκούοντες, τούς μέν ἀθετοῦσι, τῶν δέ παρεξηγοῦνται τάς ρήσεις, ἔστι δ᾿ ἅς καί τολμῶσι παραχαράττειν ὡς πάντας λήσοντες. Γρηγορίου μέν γάρ τοῦ Νύσσης ἐξηγουμένου τί ἐστιν ἡ τοῖς τήν καρδίαν κεκαθαρμένοις ἀποκαλυπτομένη Θεοῦ θωρία καί μετά τό εἰπεῖν ὅτι «γένοιτ᾿ ἄν καί τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς ἐκ τῆς εὐαρμοστίας τοῦ κόσμου κατανοῆσαι Θεόν» ἐπενεγκόντος, «ἀλλ᾿ ἕτερόν μοι δοκεῖ ὑφηγεῖσθαι ἡ τοῦ μακαρισμοῦ μεγαλοφυΐα», τό ἐκείνῳ μή δοκοῦν αὐτοί σαφῶς διαβεβαιοῦνται. Τοῦ δέ Ἀρεοπαγίτου μεγάλου Διονυσίου λέγοντος, πῶς ἡμεῖς γινώσκομεν Θεόν «οὔτε νοητόν ὄντα οὔτε αἰσθητόν», καί ἐπιφέροντος, διαπορητικῶς μέντοι, «μήποτε οὖν ἀληθές εἰπεῖν, ὡς οὐκ ἐκ τῆς αὐτοῦ φύσεως, ἀλλ᾿ ἐκ τῆς τῶν ὄντων διατάξεως γινώσκομεν αὐτόν», εἶτα καί τήν θειοτάτηνγνῶσιν ἐκκαλύψαντος ἡμῖν, κατά τήν πρός τό ὑπερφαές φῶς ὑπερφυᾶ ἕνωσιν ὑπέρ νοῦν καί γνῶσιν τελουμένην, αὐτοί τήν μέν ὑπέρ νοῦν γνῶσιν ὡς οὐδέν οὖσαν ἀπολελοίπασι, τήν δέ διαπορητικήν φωνήν ἐκείνην, ὡς μάτην προσκειμένην, οὐδεμιᾶς ζητήσεως ἠξίωσαν, ἀλλά προβάλλονται τήν τοῦ ἁγίου φωνήν περιῃρημένην τῶν καιριωτάτων ἑκατέρωθεν, ὡς ἰσχυριζομένην ἐκ τῶν κτισμάτων μόνων τόν Θεόν γινώσκεσθαι. Καί οὐδ᾿ ἐκεῖνο συνιδεῖν ἴσχυσεν ὁ φιλόσοφος, ὅτι περί τῆς ἀνθρωπίνης (σελ. 546) γνώσεως ὁ λόγος ἐνταῦθα τῷ ἁγίῳ, τῆς φυσικῶς ἐνούσης πᾶσιν, οὐ τῆς ὑπό τοῦ Πνεύματος χροηγουμένης. Ἐπειδή γάρ, φησί, πᾶς ἄνθρωπος αἴσθησιν καί νοῦν ἔχει, φυσικάς τάς γνωστικάς δυνάμεις, πῶς γνωσόμεθα κατ᾿ αὐτάς τόν μήτε αἰσθητόν ὄντα μήτε νοητόν Θεόν; Οὐκ ἄλλοθέν γε πάντως ἤ ἐκ τῶν ὄντων, αἰσθητῶν καί νοητῶν˙ καί γάρ αἱ γνώσεις, τῶν ὄντων οὖσαι καί εἰς τά ὄντα τό πέρας ἔχουσαι, καί τό θεῖον ἐντεῦθεν δεικνύουσιν. Οἱ δέ μή μόνον αἰσθητικάς καί νοητικάς ἔχοντες δυνάμεις, ἀλλά καί τῆς πνευματικῆς καί ὑπέρ φύσιν χάριτος εὐμοιρηκότες, οὐκέτ᾿ ἐκ τῶν ὄντων μόνων ἀλλά καί πνευματικῶς, Πνεῦμα ὄντα τόν Θεόν, ὑπέρ αἴσθησιν γνώσονται καί νοῦν, ὅλοι Θεοῦ γινόμενοι καί ἐν Θεῷ γινώσκοντες Θεόν. Κατά ταύτην οὖν τά θεῖα νοητέον, ὡς ὁ αὐτός ἅγιος προτρέπεται, ἀλλ᾿ οὐ καθ᾿ ἡμᾶς, ὅλους δ᾿ ἑαυτούς ὅλων ἑαυτῶν ἐξισταμένους καί ὅλους Θεοῦ γεγομένους˙ κρεῖττον γάρ εἶναι Θεοῦ καί μή ἑαυτῶν˙ οὕτω γάρ ἔσται τά θεῖα δοτά τοῖς μετά Θεοῦ γενομένοις. Ὁρᾷς ὅπως ἀπήγαγεν ἡμᾶς τοῦ ζητεῖν ἐκ τῶν ὄντων γινώσκειν τόν Θεόν, ἀνακαλύψας γνῶσιν ἑτέραν ὑπερφυᾶ καί θείαν καί πνευματικήν, ἥτις μετά τήν ἀφαίρεσιν τῶν ὄντων κατά τήν ὑπέρ νοῦν ἕνωσιν ἡμῖν προσγίνεται, καί εἰπών ὅτι κατά ταύτην γίνεται δοτά τά θεῖα καί κατά ταύτην δίκαιον νοεῖν τά θεῖα, δηλαδή πνευματικῶς ἀλλ᾿καθ᾿ ἡμᾶς, οὐδ᾿ αἰσθήσει τε καί νῷ τήν ἐκ τῶν ὄντων ἐρανιζομένους γνῶσιν τοῦ Θεοῦ; Ἀτελής γάρ ἡ γνῶσις αὕτη καί ἀτελέσι πρέπουσα φρονήμασιν. Ἀλλά γάρ τί βούλεται τῷ ἁγίῳ ἐπί τῆς τῶν ὄντων καί καθ᾿ ἡμᾶς τοῦ θείου γνώσεως τό «μήποτε» προσκείμενον, ὅ παρῶπται τῷ φιλοσόφῳ ὡς παρέλκον; Ἐπεί καί αἰσθητοῖς ὄμμασι καί αἰσθητοῖς ὠσίν ἀπορρήτως φῶς εἴδομεν καί ἠκούσαμεν Θεοῦ φωνήν, διά τοῦτο τελέως ἀποφήνασθαι (σελ. 548) γινώσκειν ἐκ τῶν κτισμάτων μόνων τόν Θεόν καί κατ᾿ αὐτάς τάς γνωστικάς καί κατ᾿ ἄνθρωπον δυνάμεις εὐλαβητέον ἔδοξεν αὐτῷ. Καί μήν τοῖς ἐφικέσθαι δυναμένοις δι᾿ ἀκριβείας τῶν ρημάτων ἐκείνων τοῦ ἁγίου κἀκεῖ σαφῶς μόνην τήν εἰσαγωγικήν περί Θεοῦ γνῶσιν ἐκ τῆς τῶν ὄντων γνώσεως προσγινομένην δῆλός ἐστι διδάσκων, διό ἐπήγαγεν˙ «ἀπό ταύτης εἰς τό ἐπέκεινα πάντων ὁδῷ καί τάξει κατά δύναμιν ἄνιμεν». Διά τοῦτο καί πρό νόμου τοῖς νηπίοις ἔτι πρός θεογνωσίαν κατάλληλος ἦν, καί Ἀβραάμ τήν ἀρχήν τῆς θεογνωσίας ἀπό ταύτης εἰληφέναι λέγεται, ἀλλ᾿ ὕστερον οὐκ ἀπό ταύτης ὡμίλει τε καί ἐγίνωσκε Θεόν. Τί δέ ὁ Ἰώβ, ὅς καί ἀνεβόησεν ἰδών τρανότερον, ὡς «ἀκοῇ μέν ὠτός ἤκουόν σου τό πρότερον, νῦν δέ ὁ ὀφθαλμός μου ἑώρακέ σε»; Τί δέ ὁ Μωϋσῆς, ὁ ἐν τῷ ἐπέκεινα τῶν ὄντων γνόφῳ τεσσαράκοντα ἡμέρας ὅλας τόν Θεόν ὁρῶν; Καί γάρ ἦν εἰκός προβεβλῆσθαι τῶν ἀοράτων τοῦ Θεοῦ καί τό τοῦ κόσμου φαινόμενον τοῖς ἀτελέσι τήν γνῶσιν, ὥσπερ καί τοῖς ἐνειλουμένοις αἰσθήσεσιν αἱ συμβολικαί νομικαί δι᾿ αἰσθητῶν παρεδόθησαν θεολογίαι˙ ἀλλ᾿ ὥσπερ αὖθίς εἰσιν οἵ τῶν τελεωτέρων καί προκαλυμμάτων ἐκτός θεολογίας σαφοῦς εὐμοίρησαν, οὕτως εἰσίν οἱ καί εἰς τά ἀόρατα τοῦ Θεοῦ παρακύψαντες, ὡς Μωϋσῆς τε καί Παῦλος καί οἱ κατ᾿ αὐτούς, εἰ καί ἀπό τῶν ὁρωμένων ἡμῖν οἰκείως πρός τήν κατανόησιν ἐκείνων ἡμᾶς χειραγωγοῦσι. Τί δή σοι, ὦ φιλόσοφε, βούλεται τά πολυειδῆ ἐκεῖνα καί λοξά τῆς κακοτεχνίας σοφίσματα, ὅτι «εἰδέναι δεῖ τό ἔστι, τό τίἐστι καί τό ἕν καί τήν ἀρχήν καί τήν δύναμιν τόν ἕν τι εἰδότα καί ὄν καί ἀρχήν καί δυνάμενον»; Εἰ μέν γάρ ἔλεγέ τις μηδαμῶς ἐκ τῶν ὄντων γινώσκεσθαι Θεόν, καλῶς ἄν ταῦτα τά πάσῃ προσόντα φύσει λογικῇ προὔφερες˙ ἐπεί δ᾿ ἡμεῖς τήν (σελ. 550) διά τοῦ Πνεύματος γνῶσιν τῶν μυστηρίων τοῦ Πνεύματος ὑπερτίθεμεν τῆς φύσει καί κοινῇ πᾶσι προσούσης γνώσεως, τί σοι συμπράξει τῷ πρός ταῦτ᾿ ἀντιλέγοντι τό τήν εἰσαγωγικωτάτην τοῦ Θεοῦ γνῶσιν ἐκ τῶν ὄντων προσγίνεσθαι; Σύ δ᾿ ὅμως οὕτως ἀντιλέγειν εἴωθας ἐπεί καί τοῖς πνευματικοῖς ἀνδράσι λέγουσιν εἶναι φῶς νῷ θεωρητόν, οὐχί τήν γνῶσιν μόνην, σύ διά πολλῶν δεικνύεις φῶς καί τήν γνῶσιν λεγομένην, καί νικᾶν διά τούτου κατά κράτος δοκεῖς ἀντιταττόμενος. «Ἀλλά χωρίς τῆς εἰσαγωγικῆς ταύτης, οὐδέ λογικός τις ἔσται», φησίν, «οὐδ᾿ ἡ πρός τά τελεώτερα τῶν λογικῶν πρόοδος». Οὐδ᾿ ἀνήρ ἔσται ποτέ πρίν γενέσθαι νήπιον˙ ἀλλ᾿ ἀνήρ γενόμενος, τά τοῦ νηπίου κατήργηκεν. Εἰ δ᾿ ἐν ἀνδράσι τά τῶν νηπίων φρονεῖ καί τούτοις σεμνύνεται, πῶς οὐ καταγέλαστος ἔσται; Πῶς δ᾿ οὐ τοιοῦτος ὁ χριστιανός εἶναι λέγων καί τά ἑλληνικά παιδεύματα μετιών, ἵν᾿ ἐκεῖθεν τήν θεογνωσίαν καρπώσηται; Τί δ᾿ ὅτι «νοσοῦν ψυχῆς λογικόν ἐξ ἐπιμελείας νοερόν οὐκ ἄν γένοιτο»; Ὄντως γάρ νοσεῖ τό λογικόν τῆς ψυχῆς τοῦ τήν οἰκείαν διάνοιαν πιστοτέραν ἡγουμένου τῶν λογίων τοῦ Πνεύματος καί μή μέγα καί τέλειον ἴαμα ψυχῆς τ΄ς θείας ἐντολάς οἰομένου. Πρῴην μέν γάρ ἐξ ἡμισείας καθαίρειν ἔφασκε ταύτας δύνασθαι, νῦν δέ τό καθαρτικόν αὐτῶν ἅπαν ἀφελών τῇ γνώσει προσένειμεν, ἀρχήν καί μέσον καί τέλος θεογνωσίας τε καί ὑγιείας ψυχῆς καί καθάρσεως ἐκ τοῦ πολλά καί πλείω καί πάνα εἰδέναι λέγων προσγίνεσθαι καί δεῖν μηδαμῶς ἀγνοεῖ τά πολλά, ἵνα καί συνελεῖν εἴς τι καθόλου δυνηθείημεν καί τήν κυκλικήν περί τά ὄντα γνῶσιν κατορθοῦν τουτέστι, τήν ἐγκύκλιον μανθάνειν παίδευσιν, ἵνα καί τῶν ἰσαγγέλων καταξιωθείημεν νοήσεων, τῶν ἑνιαίων καί ἀμερῶν, ὥσπερ ἄν εἴ τις ἔλεγε δεῖν τόν σημεῖον (σελ. 552) ἀμερές ἰδεῖν βουλόμενον, πολυμερές αὐτό πρότερον προσθέσθαι καί τήν μονάδα μή τῇ ἀφαιρέσει τῶν πολλῶν δύνασθαι γενέσθαι, ἀλλά τῇ συναιρέσει μόνῃ, καίτοι πᾶν τό ἐκ συναιρέσεως ἕν καί μεριστόν, ἐκεῖ δέ τό ἑνιαῖον καί ἀμερές ὑπόκειται. Ἐγώ δέ οἶδα παρά τῶν πατέρων μεμυημένος, ἤδη δά καί τινων αὐτῶν ἀκούσας τε καί πιστεύσας, ὠς καί τά πολλά ταῦτα καί τόν αἰσθητόν ἅπαντα τοῦτον κόσμον, οὐκ κατ᾿ αἴσθησιν, οὐ κατά λογισμόν, ἀλλά κατ᾿ οἰκείαν τοῦ θεοειδοῦς νοῦ δύναμιν καί χάριν ἐθεάσαντο, ἥ καί τά μακράν ὡς ὑπ᾿ ὀφθαλμούς ποιεῖ καί τά μέλλοντα ὡς παρόντα ὑπερφυῶς παρίστησι. Τόν δ᾿ ἐξ Ἀρείου Πάγου θεορρήμονα οὐ θαυμαστόν κάι ἐκ τῶν φυσικῶς ἡμῖν ἐνυπαρχόντων ἐξυμνεῖν τόν τῆς φύσεως δημιουργόν, ἐπεί καί δι᾿ ἀψύχων καί δι᾿ ἀναισθήτων καί δι᾿ ἀλόγων καί διά λογικῶν αὐτός ἐστι μόνος ὁ δοξαζόμενος, ἀλλά καί αὐτῷ μόνῳ ἐξαιρέτως πρέπει ἡ ἐν Πνεύματι λατρεία, ἥν καί μόνην ποθεινήν Θεῷ ὁ Θεός αὐτός προσεῖπεν. Τῶν δή τοῦ μεγάλου Διονυσίου ρήσεων, ὅσας ἔλαθεν ὁ φιλόσοφος καθ᾿ ἑαυτοῦ προβαλόμενος, πολλάς ἔτ᾿ οὔσας καταλιπών, μιᾶς μνημονεύσω, τῆς τελευταίας. Φησί τοίνυν ἐν τῷ πρώτῳ τῆς Ἐκκλησιαστικῆς ἱεραρχίας˙ «ἁπάσῃ τοῦτο κοινόν ἱεραρχίᾳ τό πέρας, ἡ πρός Θεόν καί τά θεῖα προσεχής ἀγάπησις, ἐνθέως τε καί ἑνιαίως ἱερουργουμένη, καί πρό γε τούτου ἡ τῶν ἐναντίων παντελής καί ἀνεπίστροφος ἀποφοίτησις, ἡ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἡ τῆς ἱερᾶς ἀληθείας ὅρασίς τε καί ἐπιστήμη, ἡ τῆς ἑνοειδοῦς τελειώσεως ἔνθεος μέθεξις». Συλλογίζεται τοίνυν ἐκ τούτων ὁ φιλόσοφος οὕτως˙ «τῶν ἡμῖν ὑπό Θεοῦ δεδομένων ἱεραρχία τό κράτιστον˙ τέλος δέ ταύτης ἡ γνῶσις τῶν ὄντων, ὡς ἡ ρῆσις αὕτη διδάσκει˙ τῶν ἐν ἠμῖν ἄρα τό ἄριστον ἡ γνῶσις τῶν ὄντων ἐστί, ταὐτόν δ᾿ εἰπεῖν ἡ φιλοσοφία». Ρημάτων ὄντως ἔοικεν (σελ. 554) ἤχου, ἀλλ᾿ οὐ διανοίας ἐπαΐειν ἁγίας. Τοῦτο γάρ φησιν ὁ ἅγιος, ὅτι ἡ ἀληθής τῶν ὄντων γνῶσις, «ἡ παντελής ἀποφοίτησίς ἐστι τῶν ἐναντίων», τουτέστιν ἡ ἀποχή καί ἀπραξία τῶν κακῶν, πρό τῆς ἱερᾶς ἐργασίας οὖσα, τῆς ἐνθέου καί ἑνιαίας. Ἐπεί γάρ καί ὁ πονηραῖς ἐπιθυμίαις ἁλισκόμενος καί ἀγόμενος τῶν αὐτῷ δοκούντων ἐφίεται καλῶν καί δι᾿ ἔργων ἄγνοιαν δείκνυσιν ἔχων τοῦ ὄντος καλοῦ, καί ὁ θυμῷ κρατούμενος τῷ ἀνθισταμένῳ πρός τά δοκοῦντα αὐτῷ καλά καί ἀγαθά μάχεται, καί ἁπλῶς πᾶς ὁ τοῦ χείρονος ἀντεχόμενος βίου ὡς αὐτῷ δοκοῦντι καλλίονι πρόσκειται, ἀλλ᾿ οὐχ ὡς ὄντος ὄντι, μόνος δέ ὁ τῶν χειρόνων ἀποφοιτήσας, τήν ψευδοδοξίαν ταύτην ἀποβαλόμενος, τά ὄντως ὄντα χείρω καί χείρω ἡγεῖται καί γνῶσιν ἔχει τῶν ὄντων ἀληθῆ τήν οὖσαν, οὐ τήν δοκοῦσαν, διά τοῦτο ἡ τῶν κακῶν ἀποφοίτησις «γνῶσίς» ἐστι «τῶν ὄντων ᾗ ὄντα ἐστί», πρό τῆς ἱερᾶς ἐργασίας οὖσα, τῆς ἐνθέου καί ἑνιαίας˙ ἱερά δέ καί ἑνιαία καί ἔνθεος ἐργασία ἡ τήρησίς ἐστι τῶν ἐντολῶν τοῦ Θεοῦ, τῇ φυγῇ τῶν πονηρῶν καί τῇ ἐπιμόνῳ καί προσεχεῖ ἀγαπήσει Θεοῦ καί τῶν θείων ἐκτελουμένη. Τοῦτο τοίνυν ἐστί, φησί, πάσῃ κοινόν ἱεραρχίᾳ τό πέρας, τό μισῆσαι τά ἀντικείμενα ταῖς τοῦ Θεοῦ ἐντολαῖς καί ἀγαπῆσαι ταύτας καί τόν δόντα Θεόν καί διά τήν πρός αὐτόν ἀγάπην ὑπό ταύταις ζῆν. Τοῦτό ἐστιν «ἡ τῶν ὄντων ᾗ ὄντα γνῶσις», τοῦτο ἡ τῆς ἀληθείας ὅρασις, τοῦτο ἡ τῆς τελειώσεως μέθεξις, τοῦτο ἡ τῆς πενυματικῆς ἐποψίας ἑστίασις, ἀποκαλυπτομένης κατά τήν ἐπαγγελίαν καί φωτιζούσης καί θεούσης καί τρεφούσης νοητῶς πάντα τόν διά τῆς καθαρᾶς καρδίας νοερῶς, μᾶλλον δέ πνευματικῶς, ἐνδιαιτώμενον αὐτῇ. Τοῦτο δή καί αὐτός ἑαυτόν δῆλον ποιεῖται λέγοντα˙ μικρόν γάρ προαγαγών τόν λόγον, εἶτ᾿ ἐπαναλαβών, ἐξηγητής αὐτός ἑαυτοῦ γενόμενος διά τούς μή θέλοντας νοεῖν τά θεῖα θείως, ἀλλά καί πρός τάς οἰκείας κακοδοξίας περιτρέπειν (σελ. 556) ἐγχειροῦντας, «εἴρηται τοίνυν ἡμῖν ἱερῶς», φησί, «ὡς οὗτός ἐστι τῆς καθ᾿ ἡμᾶς ἱεραρχίας ὁ σκοπός, ἡ πρός Θεόν ἡμῶν, ὡς ἐφικτόν, ἀφομοίωσίς τε καί ἕνωσις˙ ταύτης δέ, ὡς τά θεῖα διδάσκει λόγια, ταῖς τῶν θείων ἐντολῶν ἀγαπήσεσι καί ἱερουργίαις μόνως τευξόμεθα˙ “τηρήσει” γάρ, φησίν, “ὁ ἀγαπῶν με τούς λόγους μου, καί ὁ Πατήρ ἀγαπήσει αὐτόν καί ἐλευσόμεθα πρός αὐτόν καί μονήν παρ᾿ αὐτῷ ποιήσομεν”». Ὁρᾷς ποίαν λέγει γνῶσιν τῶν ὄντων ἀληθῆ; Τήν ἐργασίαν τῶν ἀρετῶν. Τί δέ τό ταύτης τέλος; Ἡ πρός Θεόν ἕνωσίς τε καί ἀφομοίωσις. Πῶς δέ ἐκεῖ ἀγάπην εἶπε ταύτην τήν ἀφομοίωσιν; Ὅτι ἡ ἀγάπη ἐστί τῶν ἀρετῶν τό πλήρωμα καί αὕτη τῇ εἰκόνι προσχρωσθεῖσα τελείαν τήν πρός Θεόν ἀποσώζει ἐμφέρειαν. Διά δέ τοῦ ἐνθέως καί ἐνιαίως καί τῆς ἱερᾶς ἐργασίας τήν τήρησιν τῶν θείων ἐντολῶν ἠνίξατο, τήν διά μόνην τήν πρός Θεόν καί τά θεῖα γινομένην διάθεσιν˙ τό γάρ καλόν οὐ καλόν, ἄν μή καί διά τό καλόν μόνον πράττηται˙ ἡ δέ διηνεκής τῶν ἐναντίων ἀποφοίτησις καί ἡ γνῶσις τῶν ὄντων καί ἡ ἱερά τῆς ἀληθείας ὅρασις καί ἐπιστήμη τό πρός τά πονηρά πάθη παρίστησι μῖσος καί τήν τῆς ἁμαρτίας κατάγνωσιν καί τήν ἀπό ταύτης ἀνεπίστροφον φυγήν˙ τῇ δέ ἑνοειδῆ τελειώσει καί ἐνθέῳ μεθέξει τοῦ ἑνός καί τῇ νοητῶς τρεφούσῃ καί θεούσῃ ἐποψίᾳ τήν κατ᾿ ἐπαγγελίαν θείαν ἐπιφοίτησιν καί μονήν ὑπέδειξε, τελειοῦσαν τῇ ἑνώσει καί τρέφουσαν τῇ ἐποψίᾳ τό πνευματικόν ἐκεῖνο ὄμμα. Εἰ γοῦν διά μόνης τῆς τῶν ἐντολῶν τηρήσεως ἡ ἀληθής προσγίνεται γνῶσις καί ἡ πρός τόν Θεόν ἕνωσις καί ὁμοίωσις, ὅπερ ὁ φιλόσοφός φησι γνῶσιν , ψευδογνωσία ἐστίν. Ἀρχόμενος γάρ καί αὐτός σαφῶς εἶπεν «ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως μή δυνατόν εἶναι ταύτην προσγίνεσθαι τήν γνῶσιν», καί μικρόν ἀνωτέρω δεικνύς, ὅθεν ἡ γνῶσις αὕτη προσγίνεσθαι πέφυκεν, «ἐκ τοῦ μή ἀγνοεῖν», φησί, «τά πολλά, (σελ. 558) μηδέ τούς λόγους τῶν ὄντων, μᾶλλον δέ ἐκ τοῦ γινώσκειν πάντα καί πάντα σπεύδειν μανθάνειν, ὅ τί τίς ἐπαγγέλλεται εἰδέναι, κἄν Ἕλλην ἦ κἄν Αἰγύπτιος, ἵνα μηδενός», φησί, «τῶν περί κόσμου φύσεως εἰρημένων τε καίκ ἐγνωσμένων λειπόμενος, ἐξ ἐκείνου ἀγνοήσῃ Θεόν», ἐπεί καί κατ᾿ αὐτόν ἐκ τῶν ὄντων μόνων ὁ Θεός γινώσκεται, ὅμοιόν τι ποιῶν, ὥσπερ ἄν εἴ τις ἀκούσας ἐκ τῶν ἐδωδίμων μόνων τρέφεσθαί τε καί συνίστασθαι τό σῶμα, δεῖν ἔλεγε μηδενός ἀπολελεῖφθαι τῶν ἐδωδίμων, εἴ τις τοῦ ζῆν ἐφίεται, μηδέ διαλιμπάνειν σιτιζόμενον ὁσημέραι τε καί ὧραι, καί οὕτω τήν περί τάς πολυτελεῖς τραπέζας ἄχρηστον μανίαν καί τό τῆς γαστριμαργίας πάθος ὡς ἀναγκαιότατα τῷ βίῳ τῶν ἀνθρώπων ἔπειθε δοξάζειν, μηδενός τῶν κρειττόνων ὀρεγομένους. Οὕτω γάρ καί τῷ διανοητικῷ τῆς ψυχῆς ὕλην ὁ Θεός ὑπέθετο τούς τῆς φύσεως λόγους, ἀλλ᾿ ὡς πρός τήν ὑψηλοτέραν γνῶσιν χειραγωγεῖν δυναμένους. Ἡμεῖς οὖν τό αὔταρκες ἐκ τούτων ἀπολαμβάνοντες τά περιττά παραλείπομεν τοῖς μή χωροῦσιν τήν τελεωτέραν τροφήν˙ κἄν, ὑπερήλικες ὄντες οὗτοι, τῆς νηπίοις καταλλήλου τροφῆς οὐκ ἀπανίστασθαι βούλωνται, ἐπαλείφομεν καί τινα Σκύλλαν τῷ παγκοσμίῳ τούτῳ μαστῷ, τό μή πάνυ λυσιτελεῖν ἔστιν ὅτε μετρίως ἐκτείνοντες ὡς ἀπαναστήσοντες τῆς ἀκαίρου τροφῆς. Οἵ δ᾿ ὡς οὐκέτι παῖδες, ἀλλ᾿ ὡς τέλειοι τήν κακίαν, ἡμῖν ἐπανίστανται καί φιλονεικοῦσιν ἡμᾶς κατασπᾶσαι μᾶλλον ἤ αὐτοί πρός τό προσῆκον μέτρον ἀναδραμεῖν. Διό καί τόν Υἱόν μετά τοῦ Πατρός ἥκειν καί τήν μονήν ποιεῖσθαι ἐν ἐκείνῳ φασίν, «ὅς τούς λόγους οἶδε τῆς τοῦ κόσμου φύσεως˙ γινώσκει γάρ οὗτος τό ἀληθές. Θεός δέ ἡ ἀλήθεια καί ὁ τῆς ἀληθείας Πατήρ˙ ἀλλά καί πᾶν τό γινῶσκον ἐν τῷ γινωσκομένῳ ἐστήρικταί τε καί μένει˙ οὐκοῦν ἐν τῷ Θεῷ ἔσται μονίμως ἱδρυμένος ὁ τήν τῶν ὄντων γνῶσιν εἰδώς˙ τούτου δ᾿ ἐν Θεῷ τήν μονήν ἀμετάβλητον (σελ. 560) ἔχοντος, οὐκ ἀπεικός ἐκεῖνόν γε παρά τοῦτον ἐλθεῖν λέγεσθαι καί τήν μονήν πεποιῆσθαι˙ «οὗτος ἐστι», φησί, «καί ὁ φωτός θείου καί νοητοῦ ἔμπλεων τόν νοῦν κεκτημένος». Αὕτη ἐστίν ἡ τελεωτάτη τοῦ φιλοσόφου θεογνωσία. Ἐγώ δέ ἀκούω τοῦ εὐαγγελίου λέγοντος, ὅτι ὁ διάβολος «ψεύστης ἐστί καί ὁ πατήρ τοῦ ψεύδους αὐτοῦ». Οἶδα δέ καί τῶν ἐναντίων τήν αὐτήν οὖσαν αἴσθησιν καί γνῶσιν καί ἐπιστήμην. Ὁ γοῦν εἰδώς τήν ἀλήθειαν καί τό ψεῦδος ἐπίσταται. Εἰ γοῦν, κατά τούς τοῦ φιλοσόφου λόγους, τό γινῶσκον ἐν τῷ γινοσκομένῳ ἐστήρικταί τε καί μένει καί διά τοῦτο κατ᾿ αὐτόν ὁ τήν γνῶσιν ἔχων τῶν ὄντων ἐν τῷ Θεῷ ἐστι καί ὁ Θεός ἐν αὐτῷ, οὐκοῦν καί τό ψεῦδος καί ὁ τοῦ ψεύδους Πατήρ ἐν αὐτῷ πεποίηται τήν μονήν, καί ὁ αὐτός οὗτός ἐστι λοιπόν ὁ καί σκότους νοητοῦ ἔμπλεων τήν ψυχήν κεκτημένος˙ καί ὄντως πολύ σκότος ἐπηλυγάζει τήν ψυχήν ἥ τοιαῦτα πρφέρει διανοήματα. Τί γάρ, ὁ λέγων, «οἶδα σε τί εἶ, ὁ ἅγιος τοῦ Θεοῦ», διά τήν γνῶσιν ταύτην ἐν ἑαυτῷ εἶχε τόν Χριστόν; Τί δέ, ὁ γινώσκων καί μή ποιῶν τό θέλημα τοῦ Θεοῦ ἐν ἑαυτῷ ἔχει μονίμως ἐνιδρυμένον τόν Θεόν; Καί πῶς «δαρήσεται πολλάς»; Καί μήν ὁ μέν Χριστός ἐν εὐαγγελίοις ἐκ μέν τῆς τῶν ἐντολῶν τηρήσεως προσγίνεσθαι φησι τήν αὐτοῦ καί τοῦ Πατρός ἐνοίκησιν, ἐκ δέ τῆς ἐνοικήσεως τήν ἐμφάνειαν. Οὗτος δέ ἀντεστραμμένος μέν ἐκείνῳ ἐκ τῆς αὐτῷ δοκούσης ἐμφανείας φησί τήν ἐνοίκησιν, ὑπεναντίως δέ σαφῶς, οὐκ ἐκ τῶν ἐντολῶν, ἀλλ᾿ ἐκ γνώσεως τήν ἐμφάνειαν, καί γνώσεως, ἥν ἐκ τῆς τηρήσεως τῶν θείων ἐντολῶν μηδαμῶς προσγίνεσθαι πρότερον ἀπεφήνατο. Τοιούτου φωτός καί ἀληθείας τόν οἰκεῖον νοῦν ἔμπλεων κατεσκεύασεν. Οὐ μόνον δέ τάς θείας ἐντολάς ἀδυνάτως ἔχειν τήν γνῶσιν ταύτην πορίζειν πρότερον εἴρηκε, ἀλλά καί φιλοσοφίαν ταύτην ἐκάλει διά τῶν κατά φιλοσοφίαν μαθημάτων χορηγουμένην καί μωρίαν εἶναι παρά τῷ Θεῷ ταύτην ἔφασκεν˙ ἥν οὖν μωρία τότε προσεῖπε, (σελ. 562) Θεόν αὐτήν εἶναι νῦν ἀποφαίνεται καί αὐτόν μετά τοῦ Πατρός τόν τοῦ Πατρός μονογενῆ Λόγον˙ τοιούτου φωτός καί ἀληθείας τόν οἰκεῖον νοῦν ἔμπλεων κατεσκεύασεν. Ἀλλ᾿ ἐπεί καί τῶν ἐναντίων ἡ αὐτή ἐστιν αἴσθησις, σύ, ὦ φιλόσοφε, πότ᾿ ἄρ᾿ εἶ θερμός, ὅταν κατά τήν ποιότητα ταύτην διακέηταί σου τό σῶμα, ἤ ὅτε κατεψυγμένον τοῦτ᾿ ἔχων τήν ἐναντίαν εἰδείης θερμότητα; Πάντως τότε καί τήν θερμότητα ἐν σεαυτῷ φέρων αἰσθάνῃ, ὅτε κατά ταύτην διάκεισαι. Τότε τοίνυν καί τόν Θεόν ἕξεις ἐν σεαυτῷ ἀληθῶς, ὅτε τήν θείαν ἕξιν ἐν σεαυτῷ κατά ψυχήν ἔχεις˙ θεία δέ ὄντως ἕξις ἡ πρός τόν Θεόν ἀγάπη ἐστί˙ προσγίνεται δ᾿ αὕτη διά μόνης τῆς τῶν θείων ἐντολῶν ἱερᾶς ἐργασίας˙ εἰ γάρ καί ἀρχή τούτων ἐστίν, ἀλλά καί μέσῃ καί κορυφαία˙ ὁ Θεός γάρ ἀγάπη ἐστίν, ὅς ἐν τούτῳ μόνῳ καί τήν οἰκείαν ἔλευσιν καί μονήν καί ἐμφάνειαν ἐπηγγείλατο. Τότε τοίνυν καί σαυτῷ χρήσῃ πρός διόρθωσιν ἑτέρων ἀληθῶς, ὅτε τήν τοιαύτην σχήσεις ἐκ τῶν τοιούτων διάθεσιν˙ νῦν γάρ, τόν διορθοῦντα ὑποκρινόμενος, διαστρέφων καί διασύρων δῆλος εἶ. Ἀλλ᾿ ὡς μέν διαστρέφεις διορθοῦν ἐπαγγελόμενος, ἐκδηλότερον ἔσται προϊόντος τοῦ λόγου. Τοῦ δ᾿ ἐν σχήματι διορθώσεως διασύρειν προθυμεῖσθαι δεῖγμα σαφές τό διά μεγίστης σε σπουδῆς ποιήσασθαι μή ἐλθεῖν ἡμῖν εἰς ὄψιν τά πρός ἡμετέραν διόρθωσιν ἐπιστρεπτικά σοι δοκοῦντα ταυτί συγγράμματα, ὥσπερ ἄν εἴ τις ἰατρῶν πόμα μέν σκευάσαι τῷ νοσοῦντι λυσιτελέστατον ἔφασκε, χρήσασθαι δέ παντάπασιν ἀπηγόρευσεν. Ὅθεν καί τοῦτο γέγονεν δήπου δῆλον, ὡς καί αὐτός τοῦτ᾿ οἶσθα, πρότερον, ὅ νῦν ἐξεφάνη, δηλητηρίων ἔχοντα δύναμιν τά κεκλημένα φάρμακα˙ καί τοῦτ᾿ ἄρα προσεγίνωσκες ὡς οὐ λήσῃ κλέπτων, τούτων προφανέντων ἡμῖν. Ταῦτ᾿ ἄρα καί νῦν οὐχ ἑκόντος εἶναι καί πρός τάς ἡμετέρας (σελ. 564) ἥκει χεῖρας ταυτί σου τά γράμματα, ἐν οἷς τελευτῶν φής ὡς ἀνεμέσητον ἐπί διορθώει χρήσασθαι σαυτῷ, ὧν οὐκ ὀρθῶς περί θεογνωσίας εἴρηκέ τις τῶν σῶν φίλων.Τό δέ μή ὀρθῶς εἰρημένον τῷ φίλῳ τοῦτο λέγεις εἶναι˙ «ἴσασιν οἱ κεκαθαρμένοι τήν καρδίαν διά τῆς ἐγγινομένης αὐτοῖς ἱερᾶς φωτοφανείας, ὅτι ἔστι Θεός καί οἷον φῶς ἐστι, μᾶλλον δέ πηγή φωτός νοεροῦ τε καί ἀΰλου˙οἱ δέ μή πρός τοῦτο θεωρίας ἀναβεβηκότες ἐκ τῆς περί πάντα προμηθείας τόν κοινόν προμηθέα συνορῶσιν, ἐκ τῶν ἀγαθυνομένων τήν αὐτοαγαθότητα, ἐκ τῶν ζωοποιουμένων τήν αὐτοζωήν, καί ἁπλῶς ἐκ πάντων τόν τά πάντα ὄντα καί ὑπερανιδρυμένον πάντων». Τοῦτό ἐστιν ὅ φησιν ὁ φιλόσοφος οὐκ ὀρθῶς ἔχειν. Οἶδα δέ αὐτόν καί ἄλλοτε κακῶς πρός αὐτό διατεθέντα˙ ‘γνοήσας γάρ ὅτι τό “οἷον” παραδειγματικῶς τῷ φωτί προσήρτηται, τόν Θεόν ἔλεγε φάσκειν ἡμᾶς εἰδέναι, ὁποῖον φῶς ὑπάρχει. Δείξαντες δέ ἡμεῖς προσπαρακείμενον τό “πηγή φωτός” , καί συνημμένως ἀναγνόντες ὅτι «ἔστι Θεός οἷον πηγή φωτός», ἠρωτῶμεν αὐτόν, τί βούλεται λοιπόν ἐνταυθοῖ τό “οἷον”˙ ὁ δ᾿ ἄκων ὡμολόγησε τήν ἄγνοιαν καί ἤτησε συγγνώμην˙ οὐδέ γάρ δυνατόν ἄλλως ἤ ἀντί τοῦ ὡσανεί παραληφθῆναι. Νῦν δ᾿ ἄλλως ἐπελάβετο˙ «φανεροῦ γάρ ὄντος», φησίν, «ὡς καί τοῖς θεωρητικωτάτοις ἐκ μόνων τῶν ὄντων ὁ Θεός γινώσκεται, ἡ ἐνταῦθα παραδιδομένη γνῶσις Θεοῦ διά νοερᾶς φωτοφανείας, ὡς ἑτέρα τῆς ἐκ τῶν ὄντων οὖσα, οὐδαμῶς ἐστιν ἀληθής». Ἀνθυπενεγκεῖν δή πρός τοῦτο δεῖ, ὡς φανεροῦ γενομένου διά πλείστων τῶν ἀνωτέρω εἰρημένων, ὡς οὐκ ἐκ τῶν ὄντων μόνων ὁ Θεός γινώσκεται, ἀλλά καί ἐκ τῶν καθ᾿ ὑπεροχήν μή ὄντων, τουτέστι τῶν ἀκτίστων, πρός δέ καί διά φωτός αἰωνίου καί τῶν ὄντων πάντων ὑπερανῳκισμένου, νῦν τε ἐν ἀρραβῶνος μέρει τοῖς ἀξίοις διδομένου καί κατά τόν ἄληκτον αἰῶνα περιαυγάζοντος αὐτούς ἀλήκτως, ἐξ ἀνάγκης (σελ. 566) καί ἡ θεωρία αὕτη ἀληθής ἐστι καί ὁ μή ἀληθῆ λέγων ταύτην Θεοῦ θείας γνώσεως ἐκπέπτωκεν. «Ἀλλ᾿ ἐκ τῶν περί αὐτόν», φησίν, «οὐκ ἐκ τῶν κατ᾿ αὐτόν πᾶσα γνῶσις τοῦ Θεοῦ». Καί ποῦ ἐν τῇ ρήσει ταύτῃ λέγομεν ὡς ἡ θεοφάνεια αὕτη τῶν περί Θεόν οὐκ ἔστι; Πάντων μέν γάρ τῶν ἄλλως ὄντων ὑπερτίθεμεν αὐτήν˙ ὡς δ᾿ ἐκ τῶν κατ᾿ αὐτόν ἐστι Θεῷ, οὐδαμῶς ἐστι προσκείμενον. Εὕροις δ᾿ ἄν τούς θεολόγους οὐ ταύτην μόνην, ἀλλά καί πολλάς ἄλλας θεωρίας τῆς ἀπό τῶν κτιστῶν θεογνωσίας ὑπερτιθέντας ἐς τά μάλιστα, ταύτην δέ καί τῶν ἄλλων πασῶν ἀποδιαστέλλοντας καί θεωνυμίας ἐξόχως ἀξιοῦντας, ὡς μόνην Θεοῦ θεοποιόν ἐμφάνειαν. Δεῖν δ᾿ ἡμῖν ἀρτίως εἰς πολύ μῆκος ἐκεινομένῳ δοῦναι τῷ λόγῳ πέρας, εἰς τό ἑξῆς ταμιευσαμένους τῶν Περί γνώσεως λόγων τοῦ φιλοσόφου ἀπελέγξαι τήν ἄγνοιαν. ΛΟΓΟΣ ΠΡΩΤΟΣ ΚΑΤΑ ΤΩΝ ΔΕΥΤΕΡΩΝ (Σελ. 568) ΕΛΕΓΧΟΣ ΤΩΝ ΣΥΜΒΑΙΝΟΝΤΩΝ ΑΤΟΠΩΝ ΕΚ ΤΩΝ ΔΕΥΤΕΡΩΝ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΒΑΡΛΑΑΜ ΣΥΓΓΡΑΜΜΑΤΩΝ Ἤ ΠΕΡΙ ΘΕΩΣΕΩΣ Ἀλλ᾿ εἰ μέν Κατά Μασσαλιανῶν, καθάπερ καί ἐπιγέγραπται, τό βιβλίον πεποίηται, τί παθών τά τῶν θείων ἡμῶν πατέρων ἀναμίξ ταἰς ἐκείνων κακοδοξίαις προβάλλεται καί κατ᾿ αὐτῶν ἔπειτα πολύς ρεῖ, τῶν κατ᾿ ἐκείνους ἀφέμενος; Εἰ δέ κατά τῶν ἀπ᾿ αἰῶνος ἁγίων καί τῶν αὐτοῖς ὁμολογεῖν αἱρουμένων ἡμῶν δεῖν ἔγνω πόλεμον ἄρασθαι, τί βούλονται Μασσαλιανοί καί Βλαχερνῖται καί τά τοιαῦτα προσρήματα; Ἤ δῆλον ὅτι σκηνή τά τοιαῦτα καί προσωπεῖόν ἐστι, πολλήν καί ποικίλην, μᾶλλον δέ παντοδαπήν, μετά τῆς πρός τούς πολλούς ἀπάτης καί τήν ὕβριν πρός πάντας ἐπιφερόμενα, ἵν᾿ ὦμεν ἅπαντες ὑβρισμένοι καί πολλαχῶς, οἱ μέν ἐξ ἀνθρώπων γεγονότες πατέρες μετά τῶν φωρασάντων τόν δόλον καί μή πεισθέντων, τῷ τε τοῖς αἱρετικοῖς συντετάχθαι καί τῷ κατ᾿ αὐτῶν ἔπειτα διά τῶν λόγων ἐλέγχῳ καί ταῖς μεταξύ τῶν δοκούντων τούτων ἐλέγχων ἀναισχύντοις καί δεινοῖς παροινίαις, ὅσοι δ᾿ ἄν παραχθέντες πεισθεῖεν, δυοῖν θάτερον ἐξ ἀνάγκης παθόντες, ἤ νῦν ἤ πρότερον φανεροί γεγονότες τῶν πεπλανημένων ὑπάρχοντες, τῷ φανεροῖ γεγενῆσθαι σεπτούς πρῴην ἡγούμενοι τούς νῦν κακοδόξους γνωριζομένους, καί ἁπλῶς ἵν᾿ οὕτω πάντες τε ἡμεῖς καί τά καθ᾿ ἡμᾶς ἱερά τε καί σεμνά σχεδόν ἅπαντα γέλως ἀναφανῇ καί χεύη καί παίγνιον; Εἰ δ᾿ ἄρα παίζων ἐν οὐ παικτοῖς, κενάς καί περιττάς καί κιβδήλους λογομαχίας τε καί ἀντιθέσεις καινοτομεῖ, καί ὡς περιττός τις αὐτός νομισθείη καί πολύς τήν σοφιστικήν (σελ. 570) ἀνέδην ὑβρίζει, φεῦ, εἰς τά φρικτά καί σεβάσμια, τί μή πάντες ἐκτρεπόμεθα τοῦτον, ἤ γοῦν ἐκτρέπομεν αὐτόν τοῦ τηλικούτου κακοῦ μετά τῆς προσηκούσης σφοδρότητος; Ἀλλά τοσοῦτον ἀπέχει τοῦ τοιαῦτα φάναι τολμᾶς αὐτός, ὥστε καί τῶν λόγων ἀρχόμενος οὐ μόνον ἐπαγγέλλεται καινοτομήσειν οὐθέν, ἀλά καί τῆς τοῦ Θεοῦ Ἐκκλησίας ὑπεραγωνιεῖσθαι, φιλοσόφῳ πρέποντα ζῆλον κατά τῶν ἐνδιαστρόφοις δόγμασιν ἐντεθραμμένων ἐπιδειξάμενος, ἀφ᾿ οὗ καί τισιν ἔδωκεν ὑπόνοιαν λόγον τινα ποιεῖσθαι τῆς ἀληθείας, καί ταῦτ᾿ ἐν τῇ πρός τούς ἑτεροδόξους ὑποκρίσει κατά τῶν εὐσεβῶς ζώντων ἀγωνιζόμενος. Οὐκοῦν οὐδείς ἡμῖν ἐγκαλέσει δικαίως ὑπέρ αὐτῶν ἀπολογουμένοις καί τά πρός ἐκείνου κατ᾿ αὐτῶν εἰρημένα πρός δύναμιν ἐξετάζουσί τε καί διευθύνουσιν, ἐπεί μηδέ πρός ἐκείνους ἁπλῶς αὐτῷ φαίνται τείνων ὁ τῶν συγγραμμάτων ἀγών, ἤ κατ᾿ ἐκείνων ὤν ὡς ἀνειμένως ζώντων ἤ τι περί τῶν σφῶν αὐτῶν βίον ἐχόντων οὐκ ἐμμελῶς, ἀλλά σαφῶς πρός αὐτήν τήν ὑπ᾿ αὐτῶν πρσεβευομένην εὐσέβειάν ἐστιν ἡ ἀντίθεσις, μᾶλλον δέ πρός αὐτά τά θεῖα τῆς τοῦ Θεοῦ Ἐκκλησίας, καθά προαποδέδεικται, δόγματα καί τάς ἐκ παλαιοῦ κεκρατηκυίας ἐπ᾿ αὐτῆς παραδόσεις καί τά τῶν ἁγίων συγγράμματα, ὑπέρ ὧν ἡμεῖς οὐ λόγους μόνον, ὁποίους ἄν οἷοί τε ὦμεν, ἕτοιμοι προέσθαι, πρός δέ τούτοις καί τάς ἡμετέρας, εἰ δεήσει, ψυχάς˙ μισθόν δέ τῶν λόγων τούτων καί τῆς προθέσεως οὔτε παρ᾿ ἀνθρώπων ζητοῦμεν, ὅν ἔχουσι διδόναι μόνον ἐπί τῶν τοιούτων τόν ἔπαινον, οὐδέ γάρ πρός τοῦτον ὁρῶμεν, οὔτε παρά Θεοῦ˙ μισθός γάρ ἀποδιδοῦσιν οὐ χρεωστεῖται. Τοῦτο μέν οὖν καί ἀνάγκην ἐπιτίθησι γράφειν, τό τῆς ὀφειλῆς ἀπαραίτητον. Ἐκ πολλοῦ μέντοι τῆς περί λόγους μελέτης καί φιλοτιμίας ἀφέμενος, οὐδέν οἷον εἰ μή σύν τέχνῃ τούτους ποιοῦμαι, μηδέ ροδωνιάν (σελ. 572) ἀποδείκνυμι τό βιβλίον, ἤ λύραν ἤ σάλπιγγα, τοῦτο μέν εὔηχόν τι φθεγγόμενος καί τορόν, ἐκεῖνο δ᾿ ὑπό τῆς εὐρύθμου συνθήκης καί τῆς τῶν σχημάτων ὑπαλλαγῆς διά ποικίλων τῶν τοῦ τόνου κρουμάτων μίαν ἁρμονίαν ἐμμελῆ κεραννύς καί διά πάντων ὡραΐζων τόν λόγον. Ἀττικαί γάρ χάριτες καί ὀνομάτων κάλλη καί παρισότητες, οἷον ἄνθη τῶν λειμῶνα τῶν λόγων καταγλαΐζουσιν˙ αἷς εἰ μή καταχρῆσθαι δυναίμην, καίτοι καλληρρομονεῖν ἐφίεσθαι πεφυκώς, ἐναργές ἄν εἴη καί τοῦτο δεῖγμα τοῦ πρός ἀνάγκην, ἀλλά μή πρός ἐπίδειξιν ἡμᾶς ἐπί τό λέγειν ἀφῖχθαι. Τῆς γε μήν ἐναποκειμένης διανοίας τοῖς ρήμασι τοῦτ᾿ ἄν φαίην ἐγώ πρῶτον κάλλος, ὅ καί ψυχῆς ἐφ᾿ ὅσον οἷόν τε πρός τόν Θεόν καί τήν ἀλήθειαν βλέπειν˙ ἐκεῖθεν γάρ αὐτῇ τά μετά τοῦτο καλά, κἄν ἦ τι τούτου πρεσβύτερον τρόπον ἕτερον. Προσῆκον δ᾿ εἶναι νομίζω πρό τῶν κατά μέρος ἐλέγχων ἐκεῖνο ποιῆσαι δῆλον˙ τίνος ἕνεκεν οὗτος τήν τοῦ Πνεύματος θεοποιόν χάριν κτιστήν ἀποφῆναι διά πλείστης ὅσης σπουδῆς ἐποιήσατο, τοῦτ᾿ αὐτός ἑαυτῷ τοῦ λογογραφεῖν ὑπόθεσιν ἐνστησάμενος, καίτοι συνθέμενος καί αὐτός, εἰ καί μή ἑκών εἶναι, θεότητα καί αὐτοθεότητα καί θεαρχίαν ὑπό τῶν ἁγίων τήν τοιαύτην προσειρῆσθαι χάριν; Τίνος οὖν χάριν τήν τοῦ Πνεύματος χάριν ἄκτιστον αὐτός τε φάναι οὐ πείθεται καί τούς πειθομένους δυσεβεῖς ἀποφαίνεται καί πάντα λίθον, τό τοῦ λόγου, κινεῖ πᾶσι ταύτην ὑποδεῖξαι κτιστήν, μίμησιν αὐτήν εἶναι φυσικήν λέγων καί τῆς λογικῆς φύσεως ἕξιν ὡρισμένην τε καί ὁρωμένην αἰσθήσει ᾗ αἰσθήσει; Τοῖς ὁμοφύλοις Λατίνοις ᾗ δυνάμεως ἔχει χαρίζεται, πρός τό ἐκείνων φρόνημα δολίως ἅμα καί βιαίως ἡμᾶς ὑφελκόμενος. Ὅταν γάρ ἀκούσωμεν ἐκ τοῦ Υἱοῦ διδόμενον τό Πνεῦμα καί δι᾿ Υἱοῦ ἐφ᾿ ἡμᾶς προχεόμενον, εἶτα καί τοῦ μεγάλου Βασιλείου λέγοντος, «ἐξέχεεν ἐφ᾿ ἡμᾶς ὁ Θεός τό Πνεῦμα πλουσίως διά (σελ. 574) τοῦ Υἱοῦ αὐτοῦ˙ ἐξέχεεν οὐκ ἔκτισεν, ἐχαρίσατο οὐκ ἐδημιούργησεν, ἔδωκεν οὐκ ἐποίησεν», ὦμεν δ᾿ ἀναπεπεισμένοι κτιστήν τήν χάριν εἶναι, τί ἐροῦμεν δίδοσθαι καί χαρίζεσθαι καί προχεῖσθαι διά τοῦ Υἱοῦ; Οὐκ αὐτό τό τήν χάριν ἐνεργοῦν, εἶπερ ἐκεῖνο μόνον ἄναρχον εἶναι φαῖμεν, πᾶσαν δέ ἐνέργειαν αὐτοῦ κτιστήν, καθάπερ ὁ νέος οὗτος ἰσχυρίζεται θεολόγος; Ἆρ᾿ οὖν οὐ τοῦτ᾿ αὐτό ἐστιν ἄντικρυς τό τῶν Λατίνων φρόνημα, δι᾿ ὅ τῶν τῆς καθ᾿ ἡμᾶς Ἐκκλησίας ἀπελήλανται περιβόλων, ὅτι οὐχ ἡ χάρις, ἀλλ᾿ αὐτό τό Πνεῦμα τό ἅγιον κἀκ τοῦ Υἱοῦ πέμπεται καί διά τοῦ Υἱοῦ προχεῖται; Ὁρᾶτε τήν βαθεῖαν αὐτοῦ συνεσκιασμένην βουλήν καί τό δολερόν καί κακοῦργον τοῦ ἐγχειρήματος; Τί δ᾿ οὐκ ἔμελλεν ἐπί τοῦτο παντί τρόπῳ σπεύδειν καί πᾶσαν μηχανήν κινεῖν καί περιέργως προσβάλλειν, ἐπειδή φανερῶς οὐκ εἶχεν ὁ πέρυσι παρά τοῦ θειοτάτου βασιλέως ἡμῶν πρεσβευτής εἰς Ἰταλίαν καί τάς ἄνω Γαλλίας ἀπεσταλμένος ὡς ἐπί Πέρσας ἐκείνου ἐγεῖραι στείλασθαι προσελαύνοντος ἦρος, αὐτός δέ τοῦ μέν σκοποῦ τῆς πρεσβείας ἐπιλαθόμενος, ὡς ὕστερον ἐκ τῶν ἔργων ἐφάνη, προσχωρήσας δέ τῷ πάπᾳ καί τάς εὐχάς ἐκείνου σωτηρίους αὐτῷ γενέσθαι κατά τήν ὁδόν ἐπειπών, ἅς αὐτός φησιν, ἐπ᾿ αὐτοῦ διετείνατο, εἶτα καί προσφύσας μέν ἐκείνῳ τά χείλη καί τό γόνυ μεθ᾿ ἡδονῆς, ὡς ἔοικε, καί σεβάσματος ἀσπασάμενος, τήν δέ κεφαλήν ὑποθείς ταῖς ἐκείνου χερσί καί τήν ἐκεῖθεν σφραγῖδα χαίρων δεξάμενος; Εἰ γάρ μή χαίρων ὡς ἀληθῶς ἀλλ᾿ ὑποκρινόμενος, τίνι πιστώσεται τό πρός ἡμᾶς ἀνυπόκριτον; Τοῖς πρός ἐκείνους ἐξενηνεγμένοις λόγοις, φαίη τις ἄν. Ἀλλ᾿ ἡ προσγεγραμμένη τελευταία τούτοις εὐχή δείκνυσι αὐτοῦ (σελ. 576) τό τῆς ψυχῆς ἀβέβαιον˙ «παράδος» γάρ, φησίν, «ἀφανισμῷ παντελεῖ τούς τοιούτους λόγους, λέγε προάναρχε, εἴπερ καί ἐκ σοῦ ἐστι τό σόν Πνεῦμα, ἕν αἴτιον καί μίαν ἀρχήν σέ τε καί τόν σόν Πατέρα ἐπαγόμενον, ὅπως μηδενί δι᾿ αὐτῶν τηλικούτου κακοῦ αἴτιος γένωμαι κἀμέ τῆς τοιαύτης κακοδοξίας πρό τοῦ τέλους ἀπάλλαξον». Ποίῳ δέ καί νῦν λόγῳ μετά τήν ἀπ᾿ ἐκείνων ἐπάνοδον εὐθύς τά τοῖς Ἰταλοῖς, ὡς ἀποδέδεικται, συνηγοροῦντα περιέργως συντεθείκει συγγράμματα, καί ταῦτ᾿ ἐξ Ἰταλίας, ὡς αὐτός ἐν προοιμίῳ γράφει, πρός τό Κατά Μασσαλιανῶν γράφειν κεκινημένος, εἰ μή καί τοῦτο ὑπόκρισις, ὅ καί αὐτός ἰσχυρίζεται; Τοιγαροῦν σκηνή πᾶς λόγος αὐτῷ, κωμῳδοῦσα καί παίζουσα τά ἡμέτερα, καί ἥν Ἐκκλησίαν ἐκεῖ καί σύνοδον ἱεράν καί ἁγίαν φησί, τήν τῶν Λατίνων ἔοικε λέγειν. Ὅτι γάρ ἐν πᾶσι μᾶλλον κατ᾿ ἐκείνην φρονεῖν, τεκμηριώσαιτ᾿ ἄν τις καί τῷ μηδ᾿ ὁντινοῦν σχεδόν ἁγιασμόν ἀπό τῆς ἡμετέρας Ἐκκλησίας προσήκασθαι, τούς ἐκεῖθεν ἀπομάττοντα σπίλους, καί ἵνα τἄλλα παρῶ, τοσοῦτον ἤδη χρόνον ἀφ᾿ οὗπερ ἐπεδήμησεν ἡμῖν οὐδείς ἑώρακεν αὐτόν τῆς ἁγιωτάτης εὐχαριστίας ἐν μεθέξει γενόμενον˙ τί χρή λέγειν εὐχήν ἤ ἐπίκλησιν ἱεράν ἤ τήν ἐν θριξί σταυροειδῆ σφραγῖδα καί τἄλλ᾿ ὅσα σύμβολα μοναχικῆς τελειώσεως, ὧν ἄνευ μοναχόν εἶναι παρ᾿ ἡμῖν οὐ νομίζεται τοῖς τῶν ἁγίων πατέρων θεσμοθεσίας ὑπείκουσιν; Οὗτος γάρ οὐδ᾿ ἐπ᾿ εἰσαγωγῇ μοναχικοῦ μυστηρίου εὐχήν γοῦν ἱεράν ἐπεζήτησεν, ἀλλ᾿ αὐτόπλαστός ἐστι μοναχός, οὐ πολύ δ᾿ εἰπεῖν καί ἐπίπλαστος˙ «ἐκ τῶν καρπῶν γάρ, φησί, «τό δένδρον ἐπιγινώσκεται». Τούς γε μήν περί μελλούσης κολάσεως μυστικούς αὐτῷ λόγους λεγέτωσαν οἱ αὐτήκοσι. Ἐγώ δ᾿ ἐκ τῶν τούτων καί τῶν τοιούτων οὐχ ἐπ᾿ ἀγνοίας, (σελ. 578) ἀλλ᾿ ὑπό κακονοίας, κτιστήν αὐτόν ἀποφαίνεσθαι τήν θεοποιόν ὑπενόησα χάριν τοῦ Πνεύματος˙ εἰ δ᾿ ἄρ᾿ ὑπ᾿ ἀγνοίας, ἐπεί καταλογογραφεῖ τῶν εἰδότων, ἀπόνοιαν τῇ περί τά τοιαῦτα συζεύξας ἀγνοίᾳ, χεῖρον, ὡς ἐγὦμαι, τό ἔγκλημα˙ δόγμα γάρ ἀποτόπαιον ἅπαν ἐκ τοιαύτης ἀνερράγη πηγῆς, ἀφ᾿ ἧς καί νῦν οὗτος προστάτης πονηρῶν τε καί πολλῶν αἱρέσεων ἀναπέφηκεν, ὡς ὁ λόγος δείξει προϊών. Ὁ μέν γάρ σοφός τά θεῖα Μάξιμος, συνῳδά τῷ μεγάλῳ Μακαρίῳ καί τοῖς ἄλλοις ἅπασιν ἁγίοις, καθάπερ ἐν τοῖς Περί φωτός θείου ἐξενηνεγμένοις ἡμῖν λόγοις προεξεθέμεθα, τόν ἀρραβῶνα τῆς μελλούσης ἐπαγγελίας, τήν χάριν τῆς υἱοθεσίας, τόν θεοποιόν δωρεάν τοῦ Πνεύματος φῶς εἶναί φησιν ὑπεραρήτου δόξης τοῖς ἁγίοις ἐποπτευόμενον, φῶς ἐνυπόστατον, ἄκτιστον, ἀεί ὄν ἐκ τοῦ ἀεί ὄντος καί ἀνεπινοήτως, νῦν μέν ἐκ μέρους, ἐπί δέ τοῦ μέλλοντος αἰῶνος τελεωτέρως φανερούμενον τοῖς ἀξίοις καί τόν Θεόν αὐτοῖς δι᾿ ἑαυτοῦ φανεροῦν. Ὁ δέ φιλόσοφος οὖτος ξένον ἑαυτόν τοῦ τοιούτου συνορῶν φωτός, ὡς τῆς πρός αὐτό φερούσης μηδέ πρός ὀλίγον ἡμμένος, φέρειν οἷός τε ὤν οὐδαμῶς οὐ τῇ πίστει τήν πρᾶξιν προσέθηκεν, ἵνα δι᾿ αὐτῆς πρός ἐκείνην φθάσῃ τήν θεωρίαν, ἀλλά καί τήν πίστιν ἀπαρνησάμενος καί τούς μή ταύτην ἠρνημένους, ἀλλά καί δι᾿ αὐτῆς ἀνηγμένους, ὡς ὑπέρ αὐτούς τοῖς πολλοῖς αὐτό δόξαι, τοῖς λόγοις ἐξουδενώσας, ἀθετεῖ μέν τήν χάριν, βλασφημεῖ δέ εἰς τόν τῆς χάριτος Κύριον, ἀτιμάζει δέ κοινῇ πάντας τούς ἁγίους, ὅσοις ἐξεγένετο διά πεῖρας μαθεῖν τε καί διδάξαι περί τοῦ φωτός τῆς χάριτος. Ἐπεί δέ τοιαῦτα τολμῆσαι δεῖν ἔγνωκεν, οὐ Σκύθαις ἐνοικῶν, οὐδ᾿ Ἀγαρηνοῖς ἐνστρεφόμενος, ἀλλ᾿ ἐν μέσῃ τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, καί ταῦτα νῦν εἴπερ ποτέ τόν λόγον τῆς ἀληθείας ὀρθοτομούσῃ, πολλῷ χρῆται τῷ δόλῳ καί (σελ. 580) συνεσκιασμένως ἄγαν καί μετ᾿ ἐπικρύψεως ὅ τι πλείστης τούς κατά τῶν ἁγίων προτίθεται λόγοις, ὡς ὑπέρ αὐτῆς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καί τῶν κατ᾿ αὐτήν εὐσεβῶν δογμάτων ὁ ταῦτα περιτρέπων ἀγωνιζόμενος. Ἀφείς τοίνυν πᾶσαν παντός ἁγίου ἐπωνυμίαν, τραπεζούντιόν τινα Θεόδωρον εἰς μέσον προήγαγεν, ὅς προέστι μέν τῶν Βλαχερνῶν, τά Μασσαλιανῶν δ᾿ ἐφωράθη νοσῶν˙ τοῦτον τοίνυν προήνεγκεν ὑπέρ ἑαυτοῦ δῆθεν ἀπολογούμενον καί λέγοντα σαφῶς μή τήν ὑπερούσιον κρυφιότητα νῦν καθάπερ πρότερον ὁρατήν δοξάζειν τοῦ Θεοῦ, ἀλλά τήν δόξαν δ᾿ εἶναι φάσκοντα Θεοῦ φῶς ἐνυπόστατον καί ἀγένητον καί θεότητα καί θεαρχίαν ὀνομαζόμενον, καί ἁπλῶς ὅσα περί τῆς θεοποιοῦ δωρεᾶς τοῦ Πνεύματος οἱ ἅγιοι συνεγράψαντο. Θεαρχίαν γάρ ταύτην καί ἀγαθαρχίαν καί θεότητα, ὡς ἀρχήν τῶν θεουμένων οὖσαν, πολλαχοῦ τῶν λόγων ὁ μέγας Διονύσιος προσεῖπεν, ἧς ἐπέκεινα, φησίν, εἶναι τόν Θεόν ὡς ὑπέρθεον ὄντα καί ὑπεράρχιον. Μάξιμος δέ ὁ θεῖος θέωσιν τήν θεότητα προσηγόρευσεν ταύτην˙ τήν δέ θέωσιν ὁριζόμενος, «ἐνυπόστατον» εἶπεν «ἔλλαμψιν, μή ἔχουσαν γένεσιν, ἀλλ᾿ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν», προσθείς καί τἄλ᾿ ὅσα μικρόν ἀνωτέρω προθέντες ἔφθημεν. Βασιλείου δέ τοῦ μεγάλου ἀκηκόαμεν εἰπόντος ἄκτιστον τό διά τοῦ Υἱοῦ ἐφ᾿ ἡμᾶς ἐκχεόμενον. Ἰωάννης δέ ὁ τήν γλῶτταν χρυσοῦς, τῷ Βασιλείου κράτει τῶν λόγων συναφθείς, τούς τε Λατίνους αἰσχυνεῖ καί τά δολερά τοῦ κενόφρονος τούτου καταλύσει μηχανήματα, «μή τόν Θεόν», λέγων, «ἀλλά τήν χάριν ἐκχεῖσθαι»˙ καί πρό τοῦ Χρυσορρήμονος πατρός ὁ προφήτης Ἰωήλ, μᾶλλον δέ διά τοῦ προφήτου ὁ Θεός εἰπών, οὐκ “ἐκχεῶ τό πνεῦμα μου”, ἀλλ᾿ «ἐκχεῶ ἀπό τοῦ Πνεύματός μου». Εἰ τοίνυν τό Πνεῦμα μή κατακερματίζεται, τί τό ἐκ τοῦ (σελ. 582) Πνεύματος τοῦ Θεοῦ ὑπό Θεοῦ κατ᾿ ἐπαγγελίαν ἐφ᾿ ἡμᾶς ἐκχεόμενον Πνεῦμα; Ἆρ᾿ οὐχ ἡ τοῦ Πνεύματος χάρις τε καί ἐνέργεια, ἐνέργεια οὖσα τῆς οὐσίας τοῦ Πνεύματος; Ἀλλά τό παρά τοῦ Θεοῦ ἐφ᾿ ἡμᾶς ἐκχεόμενον Πνεῦμα οὐκ ἔκτισται κατά τόν μέγαν Βασίλειον. Ἄκτιστος ἡ χάρις ἄρα, καί τοῦτ᾿ ἐστιν ὅ καί δίδοται καί πέμπεται καί χαρίζεται παρά τοῦ Υἱοῦ τοῖς μαθηταῖς, ἀλλ᾿ οὐκ αὐτό τό Πνεῦμα, καί τοῦτ᾿ ἔστι τό δῶρον τό θεοποιόν, ἐνέργεια ὄν οὐκ ἄκτιστος μόνον ἀλλά καί ἀχώριστος τοῦ παναγίου Πνεύματος. Ἄκουσον δή πάλιν τοῦ μεγάλου Βασιλείου˙ «ἥν» γάρ, φησί, «προΐεται ζωήν εἰς ἄλλου ὑπόστασιν τό Πνεῦμα, οὐ χωρίζεται αὐτοῦ»˙ καί ἵνα μή τινι δόξῃ τήν καθ᾿ ἡμᾶς φυσικήν τοῦτον λέγειν ζωήν, καίτοι προέσθαι φάμενον, ἀλλ᾿ οὐχί κτίσαι, μᾶλλον δέ προΐεσθαι, ὅ μετά τοῦ ἀκτίστου καί τοῦ ἀνάρχου πως ἐμφαντικώτερόν ἐστιν, ὅμως ἵνα μή δόξῃ φυσικόν τι λέγειν, ἐπήνεγκε˙ καί οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωήν θείαν καί οὐράνιον κεκτημένοι». Καί τοίνυν ἡ τοιαύτη θεία καί οὐράνιος ζωή τῶν θεοπρεπῶς ζώντων ἐν τῷ μετέχειν τῆς ἀχωρίστου τοῦ Πνεύματος ζωῆς (ὥσπερ καί ὁ Παῦλος ἔζη «τήν τοῦ ἐνοικήσαντος θείαν καί ἀΐδιον» κατά τόν θεῖον Μάξιμον «ζωήν»), ἡ τοιαύτη τοιγαροῦν ζωή ἀεί μέν ἐστι, φυσικῶς ἐνυπάρχουσα τῷ Πνεύματι θεοποιεῖν ἐξ ἀϊδίου πεφυκότι, Πνεῦμα τε καί θεότης προσαγορεύεται δικαίως παρά τῶν ἁγίων, ἅτε δωρεά θεοποιός τοῦ δίδοντος Πνεύματος ἥκιστα χωριζομένη, φῶς δέ ἐστι, δι᾿ ἀπορρήτου ἐλλάμψεως χορηγουμένη καί τοῖς ἠξιωμένοις ἐγνωσμένη μόνοις, ἐνυπόστατός τε μήν, οὐχ ὡς αὐθυπόστατος, ἀλλ᾿ ἐπεί εἰς ἄλλου ὑπόστασιν τό Πνεῦμα προΐεται αὐτήν, ἐν ᾗ καί θεωρεῖται˙ τοιοῦτον γάρ τό κυρίως ἐνυπόστατον, οὐ καθ᾿ ἑαυτό οὐδ᾿ ἐν τῇ οὐσίᾳ, ἀλλ᾿ ἐν τῇ ὑποστάσει θεωρούμενον. Εἰ δέ καί ἕτερός ἐτι τρόπος, δι᾿ ὅν ἐνυπόστατος (σελ. 584) καλεῖται παρά τῶν ἁγίων, ἐροῦμεν προϊόντες. Ὑπέρκειται δέ τῆς ἐν αὐτῷ καί ἐξ αὐτοῦ θεουργοῦ ζωῆς τό Πνεῦμα τό ἅγιον, ὡς οἰκείας ἐμφύτου ἐνεργείας, ἤτις καί ἐμφερής ἐστιν ἐκείνῳ, εἰ καί μή ἀκριβῶς˙ «οὐδεμίαν» γάρ, φησίν, ὁρῶμεν θέωσιν ἤ ζωήν, ἥτις ἀκριβῶς ἐμφερής ἐστι τῇ πάντων ὑπερκειμένῃ κατά πᾶσαν ὑπεροχήν αἰτίᾳ»˙ ὥστε ἐμφερής μέν, ἀλλ᾿ οὐκ ἀκριβῶς. Οὐχ ὡς αἴτιον δέ μόνον ὑπέρκειται τό Πνεῦμα τό ἅγιον, ἀλλά καί διά τό πολλοστόν τοῦ δόματος ἀεί τό λῆμμα εἶναι, μή τό πᾶν τῆς θείας ἐνεργείας χωροῦντος τοῦ λαμβάνοντος. Οὕτω πολυτρόπως ὑπέρ τό τοιοῦτον φῶς καί τήν τοιαύτην ἄκτιστον ἔλλαμψίν τε καί ζωήν καί τά παραπλήσια ὑπάρχει ὁ Θεός. Ταῦτα μέν οὖν ὁ μέγας Βασίλειος. Συμεών δέ ὁ ἔνθεος Μεταφραστής, ἐκ τοῦ πρώτου βιβλίου τοῦ μεγάλου Μακαρίου συνταξάμενος Κεφαλαιώδεις λόγους, περί τοῦ φωτός τούτου καί τῆς δόξης ταύτης ἐμμελῶς ἅμα καί ἐναργῶς ἐξηγεῖται διεξοδικώτερον. Οὐδέν δ᾿ οἷον καί τινα ἐξ αὐτῶν ὡς οἷόν τε συνελόντα καί ὑποτεμόμενον ἐνταυθοῖ προθεῖναι πρός τῷ μέγα τι τῷ προκειμένῳ λόγῳ συντελεῖν, οὐδέν ἧττον λυσιτελοῦντα καί πρός τήν τῶν ἐντυγχανόντων ὠφέλειαν. Ἐν γοῦν τῷ ἑξηκοστῷ δευτέρῳ κεφαλαίῳ φησί˙ «Μωσῆς ὁ μακάριος ὑπέδειξε τύπον διά τῆς τῷ προσώπῳ αὐτοῦ ἐπιλαμπούσης τοῦ Πνεύματος δόξης ᾗ οὐδείς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ τῶν δικαίων ἀναστάσει τά σώματα δοξασθήσεται τῶν ἁγίων, ἥν δόξαν ἀπό τοῦ νῦν ἐν τῷ ἔσω ἀνθρώπῳ αἱ πισταί τῶν ἁγίων ἔχειν καταξιοῦνται ψυχαί˙ ἡμεῖς γάρ, φησίν, “ἀνακεκαλυμμένῳ προσώπῳ”, τουτέστι τῷ ἔσω ἀνθρώπῳ, τήν δόξαν Κυρίου κατοπτριζόμεθα, τήν αὐτήν εἰκόνα μεταμορφούμενοι ἀπό δόξης εἰς δόξαν». Καί ἐν τῷ ἑξηκοστῷ τρίτῳ˙ «τήν δόξαν ἥν ἐντεῦθεν, ὡς εἴρηται, πλουτοῦσιν αἱ τῶν ἁγίων ψυχαί, (σελ. 586) ἐκείνη καλύψει καί ἀμφιάσει τά γυμνά σώματα ἐν τῇ ἀναστάσει καί εἰς οὐρανούς ἀνάρπαστα ποιήσει, περιβεβλημένα τῷ τῶν ἀγαθῶν ἔργων καί τῇ τοῦ Πνεύματος δόξῃ, ἥν ἐντεῦθεν, ὡς ἔφην, αἱ τῶν ἁγίων ἔλαχον ἔχειν ψυχαί˙ καί οὕτω δοξασθέντες οἱ ἅγιοι θείῳ φωτί σύν τῷ Κυρίῳ διαπαντός ἔσονται». Τοῦτ᾿ ἄρα τό φῶς ἐκεῖνο, κατά τόν μέγαν Διονύσιον, ὅ τούς τῶν ἀποστόλων ἐκκρίτους περιέλαμψεν ἐπί τοῦ ὄρους˙ «ὅταν» γάρ, φησίν, «ἄφθαρτοι καί ἀθάνατοι γενώμεθα καί τῆς χριστοειδοῦς καί μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σύν Κυρίῳ, κατά τό λόγιον ἐσόμεθα, τῆς μέν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι φανοτάταις μαρμαρυγαῖς ἡμᾶς περιαυγαζούσης, ὡς τούς μαθητάς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει». Τοῦτ᾿ ἄρα θεϊκόν ἐστι τό φῶς ὡς καί Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔφη καί τοῖς ἁγίοις πᾶσι συνδοκεῖ. Γρηγόριος δέ ὁ τῆς θεολογίας ἐπώνυμος, «ἥξει μέν», φησί, «μετά σώματος, ὡς ὁ ἐμός λόγος, τοιοῦτος δέ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει, ἤ παρεδείχθη, ὑπερνικώσης τό σαρκίον τῆς θεότητος». «Ἀλλ᾿ αἰσθητόν ἦν», φησί, «τό φῶς ἐκεῖνο καί δι᾿ ἀέρος ὁρατόν, τότε γεγονός πρός ἔκπληξιν καί εὐθύς ἀπογενόμενον, καί θεότης λέγεται ὡς σύμβολον θεότητος». Τῆς καινοφωνίας ἤκουσται καί αὐθημερινή θεότης, αἰσθητή καί γενητή, ἐφ᾿ ἡμέραν γινομένη καί ἐφ᾿ ἡμέραν φθειρομένη, κατά τά καλούμενα τῶν ζώων ἐφήμερα, μᾶλλον δέ καί τούτων ὀλιγοχρονιωτέρα, αὐθωρόν γινομένη τε καί λυομένη, μᾶλλον δέ «γενομένη μέν ποτε, οὖσα δέ οὐδέποτε»; Τοιαύτη οὖν θεότης λέγεται ὡς σύμβολον θεότητος». Τοιαύτη οὖν θεότης ὑπερενίκησε τήν προσκυνητήν ἐκείνην καί ὁμόθεον σάρκα, ἡ μή οὖσα θεότης οὐδέποτε; Μᾶλλον δέ οὐχ ὑπερενίκησέ ποτε, ἀλλ᾿ ὑπερνικᾷ διηνεκῶς˙ οὐ γάρ εἶπεν ὑπερνικησάσης, ἀλλ᾿ ὑπερνικώσης, καί οὐκ ἐπί τοῦ παρόντος μόνον, ἀλλά κἀπί τοῦ μέλλοντος αἰῶνος. Τί φῄς; Τοιαύτη θεότητι (σελ. 588) συνημμένος ἔσται καί ὑπερνικώμενος εἰς ἀπείρους αἰῶνας ὁ Κύριος; Καί ἀντί πάντων μέν ἡμῖν ἐκεῖ, κατά τάς ἀποστολικάς καί πατερικάς φωνάς, ἔσται ὁ Θεός, τῷ Χριστῷ δέ ἀντί θεότητος φῶς προσέσται αἰσθητόν; Καί ἀέρος μέν καί τόπου καί τῶν τοιούτων κατά τάς αὐτάς φωνάς οὐ δεησόμεθα ἐκεῖ, δι᾿ ἀέρος δέ ὀψόμεθα τήν θεότητα; Πῶς δέ καί τοιαῦτα σύμβολα ἐκεῖ; πάλιν ἔσοπτρα, πάλιν αἰνίγματα, πάλιν ἐν ἐλπίσιν ἡ πρός πρόσωπον θέα; Μᾶλλον δέ, εἰ καί τότε τοιαῦτα σύμβολα καί ἔσοπτρα καί αἰνίγματα, φεῦ τοῦ δόλου καί τῆς ἀπάτης, ἐψεύσθημεν τῶν ἐλπίδων, κατεσοφίσθημεν˙ θεότητα δι᾿ ἐπαγγελίας κτήσεσθαι προσδοκήσαντες, οὐδ᾿ ἰδεῖν θεότητα συγχωρούμεθα, φῶς δ᾿ αἰσθητόν ἀντ᾿ ἐκείνης, φύσιν ἀλλοτριωτάτην θεότητος. Πῶς δέ καί τό τοιοῦτο σύμβολον – εἴγε καί τοιοῦτον ἦν – θεότης ἄν κληθείη; Οὐδέ γάρ ἀνθρωπότης ὁ γεγραμμένος ἄνθρωπος, οὐδ᾿ ἀγγελότης τό φανέν σύμβολον ἀγγέλου. Τίς ποτε τῶν ἁγίων συμβόλων κτιστόν τό φῶς ἐκεῖνο εἶπε; Γρηγόριος ὁ θεολόγος, «φῶς», φησίν, «ἡ παραδειχθεῖσα θεότης ἐπί τοῦ ὄρους τοῖς μαθηταῖς». Εἰ οὖν μή ἀληθινόν ἦν καί ἀληθῶς θεότης, ἀλλά κτιστόν σύμβολον αὐτῆς, οὐκ ἔδει φάναι φῶς ἡ παραδειχθεῖσα θεότης, ἀλλά φῶς τό παραδεῖξαν θεότητα, καί οὐδέ τό παραδεῖξαν, ἀλλά τό δεῖξαν, ἐπεί τό παρά συνηρτημένον ἀμυδράν ἔκφανσιν τοῦ κρυφίου τῆς θεότητος σαφῶς ἐπιδείκνυσιν. Οὕτω μέν οὖν ὁ τήν θεολογίαν οἰκείαν ἐπωνυμίαν κτησάμενος. Ὁ δέ Χρυσόστομος θεολόγος, «λαμπρότερος», φησίν, «ἑαυτοῦ ἐφαίνετο ὁ Κύριος, τῆς θεότητος παραδειξάσης τάς ἀκτῖνας αὐτῆς». Ὅρα κἀνταῦθα τό παρά προσκείμενον καί σαφῶς ἐκφαῖνον τοῦ κρυφίου τήν ἔκφανσιν, ἀλλά μηδέ τήν τοῦ ἄρθρου παραδράμῃς προσθήκην˙ οὐ γάρ θεότητος εἶπεν, ἀλλά τῆς θεότητος, (σελ. 590) ἐκείνης τῆς ἀληθινῆς. Πῶς δέ καί τό ἐξ ἀλλοτρίας φύσεως θεότητος σύμβολον ὑπάρχον˙ φῶς ἀκτῖνες ἄν εἶεν τῆς θεότητος; Ὁ δέ μέγας Βασίλειος, δεικνύς ἕν φῶς τόν ἐν τρισίν ὑποστάσεσι προσκυνούμενον Θεόν, «ὁ Θεός», φησί, «φῶς οἰκῶν ἀπρόσιτον»˙ τό γάρ ἀπρόσιτον πάντως καί ἀληθινόν, καί τό ἀληθινόν ἀπρόσιτον˙ ὁπότε καίπεπτώκασιν οἱ ἀπόστολοι τῇ δόξῃ τοῦ φωτός τοῦ Υἱοῦ ἀτενίσαι μή δυνηθέντες διά τό εἶναι αὐτόν ἀπρόσιτον φῶς. Φῶς δέ καί τό Πνεῦμα˙ «ὅς», φησίν, «ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν διά Πνεύματος ἁγίου». Εἰ τοίνυν τό ἀπρόσιτον ἀληθινόν - ἀπρόσιτον δ᾿ ἐκεῖνο ὖν – οὐχ ὑπόκρισις ἦν θεότητος τό φῶς ἐκεῖν ο, ἀλλ᾿ ὡς ἀληθῶς φῶς ἀληθινῆς θεότητος, οὐ τῆς τοῦ Υἱοῦ μόνον, ἀλλά καί τοῦ Πνεύματος καί τοῦ Πατρός. Διό κοινῇ πάντες τῷ Κυρίῳ ψάλλομεν τήν ἐπέτειον τελοῦντες ἑορτήν˙ «ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν Πατέρα, φῶς καί τό Πνεῦμα»˙ «τῆς γάρ σῆς θεότητος ἀμυδράν παρεγύμνωσας αὐτήν». Ἐνταῦθα γοῦν οὐχ ἡ πρόθεσις μόνη προσκειμένη, ἀλλά καί ἡ σημασία τοῦ ὀνόματος τοῦ Κρυφίου τήν ἔκφανσιν ἐκφαίνει. Κοινῇ τοίνυν πάντων τῶν ἁγίων ἀληθινήν θεότητα τό φῶς ἐκεῖνο προσαγορευόντων, πῶς αὐτός ἐπήρθης ἀλλοτριῶσαι τοῦτο τῆς θεότητος, κτιστόν καί αἰσθητόν καί τοιοῦτο σύμβολον προσειπών θεότητος αὐτό καί χεῖρον τῆς καθ᾿ ἡμᾶς νοήσεως ἀποφηνάμενος; Ὁ μέντοι σοφός τά θεῖα Μάξιμος, ἕτερον ἑτέρου σύμβολον εἰωθός λέγειν ἀναλογίας λόγῳ κατά τάς ἀλληγορίας, οὐ τό ἔλαττον τοῦ μείζονος ἀεί ποιεῖται σύμβολον, ὡς αὐτός ὠήθης ὁ τά πάντα σοφός, ἀλλ᾿ ἔσθ᾿ ὅτε καί τό μεῖζον τοῦ ἐλάττονος, (σελ. 592) ὥσπερ καί τό δεσποτικόν ἐκεῖνο σῶμα, ἀπῃωρημένον ἐπί τοῦ σταυροῦ, σύμβολον γενέσθαι λέγει τοῦ προσηλωμένου τοῖς πάθεσι σώματος ἡμῶν, τόν δέ Ἰωσήφ, πρόσθεσιν ἑρμηνευόμενον, ἀρετῆς καί πίστεως σύμβολον. Ταῦτα γάρ, φησί, προστιθέμενα τοῖς πάθεσι πρότερον ἐνισχυμένοις, ἀποκαθηλοῦσιν αὐτῶν ἐκείνους, ὡς ὁ Ἰωσήφ τοῦ σταυροῦ τόν Κύριον. Οὗτος τοίνυν καταφατικῆς καί ἀποφατικῆς θεολογίας σύμβολον ἀλληγορῶν τό φῶς ἐκεῖνο προσηγόρευσεν, ὡς μεῖζον ἐλαττόνων καί ὡς ἐν ἑαυτῷ τήν τῆς θεολογίας γνῶσιν ἔχον καί παρεκτικόν αὐτῆς ὑπάρχον. Τί δέ; οὐχί καί τόν Μωϋσῆν οὗτος τῆς προνοίας σύμβολον εἶπε καί τόν Ἠλίαν τῆς κρίσεως; Ἆρ᾿ οὖν οὐδ᾿ οὗτοι ἀληθῶς παρῆσαν, ἀλλά φάσματα πάντ᾿ ἐκεῖνα καί ὑπόκρισις ἦν; Καί τίς ἄν τοῦτ᾿ εἰπεῖν τολμήσαι τῶν ἁπάντων, ὅτι μή ὁ καλός Βαρλαάμ, ὁ καί τό φῶς ἐκεῖνο ἀλλοτρίαν θεότητος φύσιν εἰρηκώς ὑποκρινομένην θεότητα; Καίτοι σχεδόν πᾶς ὁ χορός τῶν ἐνθέων θεολόγων τούτου χάριν σύμβολον ἁπλῶς ἐφυλάξαντο τήν τοῦ φωτός ἐκείνου χάριν προσειπεῖν, ἵνα μή τις ὑπό τοῦ τοιούτου προσρήματος διά τήν ὁμωνυμίαν ἐκτραπείς κτιστόν καί ἀλλότριον νομίσῃ θεότητος τό θειότατον ἐκεῖνο φῶς˙ ἐκεῖ σύμβολον θεότητος λεγόμενόν τε καί νοούμενον συνετῶς καί ὑγιῶς κατ᾿ οὐδέν ἄν ἴδοις τῇ ἀληθείᾳ προσιστάμενον. Ἔστω γάρ καί σύμβολον θεότητος, καθάπερ δικαιοῖς αὐτός. Οὐδ᾿ οὕτως ἡμᾶς αἱρήσεις, οὐδ᾿ ἀποστήσεις, εὖ ἴσθι, τῆς μακαριστῆς ἐλπίδος˙ πᾶν γάρ σύμβολον ἤ ἐκ τῆς φύσεώς ἐστιν οὗ σύμβολόν ἐστιν, ἤ φύσεως ἑτέρας παντάπασιν ὑπάρχει. Καί γάρ, ἡλίου μέλλοντος ἀνίσχειν, τοῦ κατ᾿ αὐτόν φωτός φυσικόν σύμβολόν ἐστιν ὁ ὄρθρος, καί τῆς τοῦ πυρός καυστικῆς δυνάμεως ἡ θέρμη φυσικόν σύμβολόν ἐστι. Τό δέ μή φυσικόν ἤ καθ᾿ ἑαυτό πεφυκός ὑφεστηκέναι γίνεταί ποτε παρά τούς χρωμένους σύμβολον, ὡς ὁ πυρσός ἐπιόντων πολεμίων, ἤ κατ᾿ οἰκείαν μέν φύσιν οὐχ ὑφέστηκε, γίνεται δ᾿ οἷόν (σελ. 594) τι φάσμα κατά χρείαν τῆς προνοίας, ὅ καί τοῦτ᾿ αὐτό μόνον σύμβολόν ἐστι. Τοιαῦτα δέ ἐστι τά τοῖς προφήταις αἰσθητῶς καί ἐν σχήματι δεικνύμενα, οἷον τό τοῦ Ζαχαρίου δρέπανον καί αἱ πελέκεις τοῦ Ἰεζεκιήλ καί εἴ τι τούτων παραπλησίον. Τό μέν οὖν φυσικόν ἀεί σύνεστι τῇ φύσει παρ᾿ ἧς τό εἶναι ἔχει, φυσικόν γάρ˙ τό δ᾿ ἐξ ἑτέρας φύσεως καθ᾿ ἑαυτήν ὑφεστηκυίας ἀεί συνεῖναι τῷ σημαινομένῳ τῶν ἀδυνάτων παντάπασιν ὑπάρχει˙ κωλύει δέ οὐδέν εἶναι πρότερον ἤ ὕστερον ἐκεῖνο, ὅ τί ποτε καθ᾿ ἑαυτό ἐστι˙ τό δέ μή καθ᾿ ἑαυτό ὑφεστηκός οὔτε πρότερον οὔθ᾿ ὕστερον ὑπάρχει – τοῦτο γάρ ἀδύνατον - ἐπ᾿ ὀλίγον δέ φανέν, εἶτ᾿ εὐθύς πρός τό μή ὄν χωρεῖ καί ἀφανίζεται παντάπασιν. Ἐπεί τοίνυν σύμβολον τό ἐν τῷ Θαβωρίῳ φῶς, ἤ φυσικόν ἐστιν ἤ οὐ φυσικόν˙ καί εἰ μή φυσικόν, ἤ καθ᾿ ἑαυτό ὑφεστηκός ἤ φάσμα μόνον ἀνυπόστατον˙ ἀλλ᾿ εἰ φάσμα μόνον ἀνυπόστατον, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται ἐσαεί τοιοῦτος ὁ Χριστός. Ὅτι δ᾿ ἔσται ἐσαεί τοιοῦτος ὁ Χριστός, καί ὁ ἐξ Ἀρείου Πάγου Διονύσιος καί Γρηγόριος ὁ θεολόγος καί πάντες ὅσοι τοῦτον ἐξ οὐρανοῦ μετά τῆς δόξης ἥξοντα προσδέχονται, καθάπερ καί μικρόν ἀνωτέρω δέδεικται, παριστᾶσιν ἐνεργῶς˙ οὐκ ἄρα φάσμα μόνον ἀνυπόστατον τό φῶς ἐκεῖνο ἦν. Καί μήν οὐ μόνον ἐπί τοῦ μέλλοντος ἐς ἄπειρον τοιοῦτος ἔσται, ἀλλά καί πρό τῆς ἐπί τό ὄρος ἀναβάσεως τοιοῦτος ὑπῆρχεν ὁ Χριστός. Ἄκουσον τοῦ τά θεῖα σοφοῦ Δαμασκηνοῦ˙ «μεταμορφοῦται Χριστός, οὐχ ὅ οὐκ ἦν προσλαβόμενος, οὐδέ εἰς ὅπερ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ᾿ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τά ὄμματα καί ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας˙ μένων γάρ αὐτός ἐν ταὐτότητι παρ᾿ ὅ τό πρίν, τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος αὐτός γάρ ἐστι τό φῶς τό ἀληθινόν, τό τῆς δόξης ὡράϊσμα». (σελ. 596) Τοῦτο δείκνυσι καί ὁ μέγας Βασίλειος˙ «διεφαίνετο» γάρ, φησίν, «οἷόν τι φῶς διά ὑελίνων ὑμένων, τουτέστι διά τῆς ἐξ ἡμῶν σαρκός τοῦ Κυρίου, ἡ θεία δύναμις αὐτοῦ διαυγάζουσα τοῖς ἔχουσι τούς ὀφθαλμούς τῆς καρδίας κεκαθαρμένους». Ἀλλά καί τά ἐτησίως ἐπ᾿ Ἐκκλησίας ᾀδόμενα, «τό γάρ ὑπό τήν σάρκα κεκρύφθαι τό νῦν παραδεικνυόμενον» καί «τό ἀρχέτυπον καί ὑπέρφωτον κάλλος τό νῦν παραγυμνούμενον», τί ἄλλο παρίστησιν ἤ ὅτι προϋπῆρχε; Τί δἐ καί ἡ μεταστοιχείωσις τοῦ ἡμετέρου φυράματος καί ἡ κατ᾿ αὐτό θεουργία καί ἡ θεϊκή ἀναμόρφωσις; Ἆρ᾿ οὐχ ἅμα τῇ προσλήψει τήν ἀρχήν εὐθύς ἐτελεσιουργήθη; Τοιγαροῦν ἐκεῖνος μέν τοιοῦτος ἦν καί πρότερον, τοῖς δέ τῶν ἀποστόλων ὄμμασι τότε θείαν δύναμις ἐνθείς, ἀναβλέψαι καί ἰδεῖν αὐτούς πεποίηκεν. Οὐκ ἄρα φάσμα ἦν τό φῶς ἐκεῖνο, καί γάρ ἐσαεί τε ἔσται καί ἦν ἐκ τῆς ἀρχῆς. Εἰ δέ ἦν καί ἔσται ἐσαεί, καί νῦν ἐστι τοιοῦτος ἄρα. Τῶν γάρ ἀτοπώτατον μέχρι μέν τῆς θειοτάτης ἐν Θαβώρ ἐκείνης θέας καί ἐσαεί τοιῦτον εἶναι κατά τόν μέλλοντα αἰῶνα, τόν δέ μεταξύ χρόνον ἠλλοιῶσθαι τήν δόξαν ταύτην ἀποθέμενον. Ὅτι δέ καί νῦν «ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς» οὕτω λάμπων κάθηται, δεῖ μέν πάντας ἕπεσθαί τε καί πείθεσθαι τῷ λέγοντι, «δεῦτ᾿ ἐπί τό ὄρος ἀναβάντες τό ἅγιον, τό ἐπουράνιον, ὀψόμεθα θεότητα ἄϋλον Πατρός καί Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν». Εἰ δέ τις ἑνί μή δεῖν εἴκειν οἴεται, πειθαρχείτω τοῖς δυσί, μᾶλλον δέ πᾶσι τοῖς ἁγίοις. Ὁ γάρ ἀντί λυχνίας τῇ Κρήτῃ χρησάμενος, οἷα λύχνος λογικός καί ἱερός, Ἀνδρέας ὁ Μακάριος, ἐξυμνῶν τό ἐν Θαβωρίῳ λάμψαν φῶς, «τοῦτο», φησίν, «ἡ νοητή διακόσμησις ἀΰλως ἑστιωμένη τεκμήριον τίθεται τῆς περί ἡμᾶς τοῦ λόγου φιλανθρωπίας». Τοῦτ᾿ αὐτό σχεδόν καί ὁ (σελ. 598) μέγας Διονύσιος λέγει, τάς ἀνωτάτω τάξεις τῶν ὑπερκοσμίων νόων ἐξυμνῶν˙ οὐ γάρ τῆς τριαδικῆς, φησί, δόξης μόνης μέτοχοι γίνονται καί θεωροί, ἀλλά καί τῆς Ἰησοῦ φωτοφανείας˙ μυοῦνται γάρ τῆς θεωρίας κατηξιωμέναι ταύτης, θεουργόν φῶς ὄντα καί αὐτόν, «ὡς ἀληθῶς αὐτῷ πλησιάζουσαι καί τῆς γνώσεως τῶν θεουργῶν αὐτοῦ φώτων ἐν πρώτῃ μετουσίᾳ γινόμενοι». Ὁ δέ μέγας Μακάριος, οἷα γλώττῃ χρώμενος τῷ σοφῷ Συμεώνῃ, μᾶλλον δέ συγχρώμενος, ὡς ἄρα δυσί γλώτταις τρανότερον ἀνακηρύξῃ τήν ἀλήθειαν, «τό φύραμα», φησί, «τῆς ἀνθρωπίνης φύσεως, ὅπερ ὁ Κύριος ἀνέλαβεν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν οὐρανοῖς, πλῆρες δόξης, οὐκέτι μόνῳ τῷ προσώπῳ, ὡς ὁ Μωϋσῆς, ἀλλ᾿ ὅλῳ τῷ σώματι». Τοιγαροῦν ἀναλλοίωτον ἔχει τό φῶς ἐκεῖνο ὁ Χριστός, μᾶλλον δέ καί ἀεί εἶχε καί ἀεί ἔχει καί ἀεί ἕξει τοῦτο σύν αὑτῷ. Εἰ δ᾿ ἦν καί ἔστι καί ἔσται, οὐκ ἦν ἄρα φάσμα τό φῶς καθ᾿ ὅ ἔλαμψεν ἐπί τοῦ ὄρους ὁ Κύριος, οὐδ᾿ αὐτό τοῦτο μόνον ἀνυπόστατον σύμβολον. Εἰ δέ τις φαίη τῶν καθ᾿ ἑαυτό μέν ὑφεστηκότων εἶναι τῆς τοῦ σημαινομένου ἀπεσχοινισμένον φύσεως, σύμβολον δ᾿ ἐκείνου κατά χρῆσιν γεγονός, δειξάτω ποῦ καί ποῖόν ἐστι τοῦτο, καί ταῦτα δι᾿ αὐτῆς τῆς πείρας πεφηνός ἀπρόσιτον, καί οὐχ ἁπλῶς ὄμμασιν ἀπρόσιτον, «πρηνεῖς» γάρ, φησίν, «εἰς γῆν ἔπεσον οἱ μαθηται», καί μήν οὐδαμόθεν ἄλλοθεν, ὅτι μή ἐκ τοῦ προσκυνητοῦ μόνου τηλαυγῶς ἀπήστραψε προσώπου τε καί σώματος˙ ἄλλως τε, εἰ τῶν καθ᾿ ἑαυτό μέν ὑφεστηκότων εἴη, συνέσται δέ τῷ Χριστῷ διηνεκῶς ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις, ἐκ τριῶν φύσεων καί οὐσιῶν σύνθετος ἔσται ὁ Χριστός ἐκεῖ, ἀνθρωπίνης τε καί θείας καί τῆς τοῦ φωτός ἐκείνου. Σαφές ἄρα γέγονε καί ἀποδέδεικται λαμπρῶς ὡς οὔτε τῶν καθ᾿ ἑαυτό ὑφεστηκότων καί τῆς θεότητος οὐκ ἀλλότριόν ἐστι τό φῶς ἐκεῖνο. Δεῖ μέντοι νῦν εἰπεῖν, ἐνταῦθα τοῦ λόγου γενομένοις, πῶς τήν θεουργόν (σελ.600) ταύτην χάριν, τό θεῖον τοῦτο δηλονότι φῶς, ἐνυπόστατον οἱ ἅγιοί φασιν. Ὡς μέν οὖν οὐχί τό αὐθυπόστατον διά τοῦ τοιούτου προσρήματος αὐτῷ προσμαρτυροῦσι, δῆλον μέν καί ἀπό τοῦ μηδέποτε αὐτούς εἰπεῖν ἐν ἰδίᾳ ὑποστάσει τοῦτο, καθάπερ καί προτεθειμένης ἀνεφάνη διαιρέσεως. Ἐπεί δέ ἀνυπόστατον οὐ τό μή ὄν μόνον λέγεται, οὐδέ τό φάσμα μόνον, ἀλλά καί τό ταχύ διαπίπτον καί παραρρέον, ἐν τῷ φθείρεσθαί τε γινόμενον καί πεπαυμένον εὐθύς γενόμενον, ὁποῖον ἀστραπῆς τε καί βροντῆς φύσις, ἀλλά δή καί ὁ ἡμέτερος λόγος καί τό νόημα, τό μόνιμον ἐκεῖνοι δεικνύντες τοῦ φωτός ἐκείνου καί καθεστηκός, ἐνυπόστατον προσειρήκασιν αὐτό καλῶς, οἷον ὑπομένον καί μή ἀστραπῆς δίκην ἤ λόγου ἤ νοήματος παρατρέχον τούς ὁρῶντας. Ὁ δέ σοφώτατος οὗτος, πρίν ἤ γνῶναι τήν τοῦ ἐνυποστάτου τούτου σημασίαν, τοῖς εἰρηκόσιν ὡς ἠσεβηκόσιν ἐπιτίθεται. Καίτοι τῶν καλῶς εἰρηκότων ἀπεχόμενος καί μή τοῖς οἰκείοις ἀναπλασμοῖς τά ἐκείνων κατ᾿ἐκείνων ἐξηγούμενος, εἴπερ μή ἐνυπόστατον τοῦθ᾿ οὕτω λέγειν οὗτος προῃρεῖτο παρά τό μή ὑπόστασιν ἰδίαν ἔχειν, ἤ κατηγόρει μέν ἀλλ᾿ οὐχ ὡς αἱρετικῶν, οὐδείς ἄν ἡμῶν ἠξίωσεν ἀντιλέγειν πρός αὐτόν. Ἀλλά τούτων μέν ἅλις. Ὅτι δέ καί δεύτερον ἕτερον σημαινόμενόν ἐστι τοῦ ἐνυποστάτου τούτου, εὐσεβῶς τε καί καλῶς ἔχον, ἔφθημεν εἰπόντες. Νῦν δ᾿ ἐπανελθεῖν δέον εἰς τά ἑξῆς τῆς προκειμένης ἀποδείξεως. Εἰ τοίνυν φυσικόν σύμβολόν ἐστι τό φῶς ἐκεῖνο, τό λάμψαν ἐπ᾿ ὄρους ἀπό τοῦ σωτῆρος, οὐκ ἀμφοτέρων τῶν αὐτῷ φύσεών ἐστι φυσικόν˙ διάφορα γάρ ἑκατέρας τούτων ἐστί τά φυσικά. Τῆς γοῦν ἀνθρωπίνης εἶναι φύσεως ἀδύνατον˙ οὐ γάρ φῶς ἡμῖν ἡ φύσις καί ταῦθ᾿ οἷον ἦν ἐκεῖνο˙ καί μήν οὐδ᾿ ἀνέβη τότε τό Θαβώριον τούς ἐκκρίτους ἐπαγόμενος (σελ. 602) ὁ Κύριος τῶν μαθητῶν, ἵνα δείξῃ ἄνθρωπος ὑπάρχων (τριετίαν γάρ ἤδη ἑωρᾶτο συνδιαιτώμενος καί συμπολιτευόμενος καί, κατά τό λόγιον εἰπεῖν, συναλιζόμενος αὐτοῖς), ἀλλ᾿ ἵνα δείξῃ, κατά τό ᾀδόμενον, ὅτι αὐτός ἐστι τό τοῦ Πατρός ἀπαύγασμα. Πρός δέ τούτοις οὐδέ σύ ἄν αὐτός, οὐδ᾿ εἴ τις τολμηρότερον ἀναφανείη σοῦ, σύμβολον τοῦτ᾿ ἄν τῆς ἀνθρωπότητος φαίη, ἀλλά τῆς θεότητος. Εἰ τοίνυν φυσικόν σύμβολόν ἐστι τῆς δέ φύσεως τῆς ἀνθρωπίνης οὐκ ἔστι, φυσικόν ἄρα σύμβολον τό φῶς ἐκεῖνο τῆς μονογενοῦς θεότητος ὑπάρχει, καθά καί ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης ἀριδήλως ἐδίδαξεν ἡμᾶς˙ «ἀνάρχως» γάρ, φησίν, «ὁ Υἱός ἐκ τοῦ Πατρός γεννηθείς, τήν φυσικήν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος˙ ἡ δέ τῆς θεότητος δόξα, καί δόξα τοῦ σώματος γίνεται». Τοιγαροῦν οὐ γέγονεν, οὐ᾿ ἤρξατο, οὐδ᾿ἔληξε˙ τά γάρ φυσικά σύμβολα σύνεστιν ἀεί τῇ φύσει ἧς σύμβολά ἐστι, οὐκ ἀεί μέν ὄντα σύμβολα, συνόντα δέ ἀεί, ἐπεί καί ὁ πολύς τά θεῖα Μάξιμος ἄναρχα καί ἀτελεύτητά φησι πάντα τά περί Θεόν οὐσιωδῶς θεωρούμενα. Πολλῶν δ᾿ ὄντων κατ᾿ αὐτόν τῶν περί Θεόν οὐσιωδῶς θεωρουμένων καί τῷ λόγῳ τῆς ἁπλότητος ἥκιστα λυμαινομένων, πολλῷ μᾶλλον τό φωτοειδές ἐκεῖνο σύμβολον, ἕν αὐτῶν ὑπάρχον, οὐδέν ἐποίσει βλάβος. Ὅτι δέ τῶν περί Θεόν οὐσιωδῶς θεωρουμένων καί τοῦτό ἐστι τό φῶς, ἐκ πολλῶν μέν καί ἄλλων, μάλιστα δέ ἐκ τῶν ἐπ᾿ Ἐκκλησίας ἐπετείως ψαλλομένων διδασκόμεθα, ὧν ἕν εἰς παράστασιν ἀρκέσει. «τήν κεκρυμμένην ἀστραπήν ὑπό τήν σάρκα τῆς οὐσιώδους σου, Χριστέ, καί θείας εὐπρεπείας ἐν ἁγίῳ ὑπέδειξας ὄρει, εὐεργέτα, τοῖς συμπαροῦσιν ἐκλάμψας μαθηταῖς». Οὐ μήν ἀλλά καί ὁ σοφός τά θεῖα Μάξιμος, αὐτόν ἑαυτόῦ σύμβολον γενέσθαι διά φιλανθρωπίαν εἰρηκώς ἐκεῖ, φυσικόν (σελ. 604) ἔδειξε σύμβολον τουτί τό φῶς. Ἐπί μέν γάρ τοῦ μή φυσικοῦ, ἄλλου ἄλλο σύμβολόν ἐστιν, ἀλλ᾿ οὐκ αὐτό τι ἑαυτοῦ˙ ὅτε δέ τό σύμβολον ἐξ ἐκείνου ὄν τυγχάνει φυσικῶς οὗ σύμβολόν ἐστιν, αὐτό ἑαυτοῦ σύμβολον γίνεσθαί φαμεν. Ἡ γάρ καυστική τοῦ πυρός δύναμις, τήν αἰσθήσει μεθεκτήν θέρμην σύμβολον ἑαυτῆς προβαλλομένη, γίνεται σύμβολον αὐτή δήπου ἑαυτῆς, ἔχουσα μέν ταύτην ἀεί μεθ᾿ ἑαυτῆς, μία δ᾿ ὅμως οὖσα καί διπλόην οὐδ᾿ ἡντιναοῦν ὑφισταμένη δι᾿ αὐτήν, χρωμένη δ᾿ ὡς συμβόλῳ ταύτῃ φυσικῶς, ἡνίκ᾿ ἄν παρῇ τό δεκτικόν. Ὡσαύτως καί τό τοῦ ἡλίου φῶς μέλλοντος ἀνίσχειν, σύμβολον προβαλλόμενον τό κατά τόν ὄρθρον τηλαυγές, αὐτό ἑαυτοῦ σύμβολόν ἐστι γινόμενον. Ἴσμεν δέ καί τό ἡλίου φῶς˙ κἀκεῖνο γάρ ληπτόν ἐστι τῇ ὄψει, δι᾿ ἧς καί τοῦ λυκαυγοῦς ἀντιλαμβάνεσθαι πεφύκαμεν˙ ὁ δέ τοῦ ἡλίου δίσκος οὐδέ προσιδεῖν ὅλως συγχωρεῖ τινα καί τό λαμπρόν αὐτῷ σχεδόν ἀθέατον καθέστηκε. Τῆς τε θέρμης τοῦ πυρός ἀντιλαμβανομένη ἡ ἁφή, τῆς καυστικῆς δυνάμεως, ἧς σύμβολον εἶναι τήν θέρμην ἔφημεν, ταύτης οὖν εἴδησιν οὐδ᾿ ἡντινοῦν ἔχει ἡ ἁφή, πλήν ὅσον εἰδέναι ταύτην οὖσαν, ἀλλ᾿ οὐχ οἷα, οὐδ᾿ ὅση τίς ἐστι˙ φθάσειε γάρ ἄν, πῦρ ὅλη γενομένη καί τό ἁφήν εἶναι ἀποβαλλομένη, πειρωμένη μαθεῖν δι᾿ἑαυτῆς τί τό καυστικόν ἐστιν ὅ προβάλλεται τήν θέρμην, διό καί προσβολεῖν ποτε τολμήσασα, πάραυτα παλινδρομεῖ καί προτροπάδην φεύγει, τῆς πρός τό μαθεῖν ὁρμῆς ὀξύ μετάμελον λαβοῦσα. Μεθεκτή μέν οὖν ἁφῇ πυρός δύναμις, ἡ θέρμη, πάντῃ δ᾿ ἀμέθεκτος ἡ καῦσις. Εἰ γοῦν ἐπί τούτων οὕτω, πῶς ἄν τις φαίη γνωστήν γίνεσθαι τήν ἐν ἀποκρύφοις ὑπερανιδρυμένην θεότητα, γνωσθέντος τοῦ φυσικοῦ συμβόλου ταύτης; Τί γάρ; εἰ τό κατ᾿ ὄρθρον σύμβολον ἡμερινοῦ φωτός ἀπρόσιτον ὄψεσιν ὑπῆρχεν οὐ ἧττον ἤ ὁ ἥλιος, μᾶλλον δέ κἀκείνου μᾶλλον, ἦν ἄν (σελ. 606) αὐταῖς τήν ἡμέραν ἐκείνην θεάσασθαι ἤ θεᾶσθαι γοῦν ἄλλο τι κατ᾿ αὐτήν; Πῶς οὖν ἄν τόν ἀναλόγως κατάλληλον ἥλιον ἐκείνης τῆς ἡμέρας γνῶναι ἐδυνήθησαν οἷον φῶς ἐστιν; Οὕτω καί πολλῷ μᾶλλον τά θεῖα μόναις ταῖς μετοχαῖς ἐπιγινώσκεται, αὐτά δέ κατά τήν ἑαυτῶν ἵδρυσίν τε καί ἀρχήν οἷά ποτέ ἐστιν οὐδείς οἶδεν, οὐδέ τῶν ἐν τοῖς ὑπερκοσμίοις ἀνωτάτω νόων, οὔκουν ὅσα γε ἡμᾶς εἰδέναι. Οὐ μήν οὐδέ τό σύμβολον τοῦθ᾿ ἁπλῶς ἑωράκασιν οἱ τοῦ Κυρίου μαθηταί, μή πρότερον ὀφθαλμούς λαβόντες, οὕς οὐ πρότερον εἶχον, ὡς ἐκ τυφλῶν γενέσθαι βλέποντες, κατά τόν ἐκ Δαμασκοῦ θεῖον Ἰωάννην, καί ἰδεῖν τό ἄκτιστον ἐκεῖνο φῶς, ὥστε εἰ καί ὀφθαλμοῖς ἐγένετο ληπτόν, ἀλλ᾿ ὑπέρ ὀφθαλμούς γεγενημένοις καί πνευματικῇ δυνάμει τοῦ πνευματικοῦ φωτός ἀντιλαμβανομένοις. Οὕτω κατ᾿αἴσθησιν καί ὑπέρ αἴσθησιν τό φῶς ἐκεῖνο τό ἀπόρρητον, τό ἀπρόσιτον, τό ἄϋλον, τό ἄκτιστον, τό θεοποιόν, τό ἀΐδιον, ἡ λαμπρότης τῆς θείας φύσεως, ἡ δόξα τῆς θεότητος, ἡ τῆς οὐρανίου βασιλέιας εὐπρέπεια. Τό τοιοῦτο τοίνυν ἀλλότριόν σοι δοκεῖ θεότητος, αἰσθητόν τε καί κτιστόν σύμβολον καί δι᾿ ἀέρος ὁρατόν; Ἀλλ᾿ ὡς μέν οὐκ ἀλλότριον, ἀλλά φυσικόν θεότητος, αὖθις ἄκουσον τοῦ τά θεῖα σοφοῦ Δαμασκηνοῦ λέγοντος, «οὐκ ἐπίκτητον, ὡς ὁ Μωϋσῆς, ἔσχε τό τῆς θείας δόξης ὡράϊσμα, ἀλλ᾿ἐκ τῆς ἐμφύτου θείας δόξης τε καί λαμπρότητος»˙ καί πάλιν, «τούς κορυφαίους τῶν ἀποστόλων προσλαμβάνεται μάρτυρας τοῖς οἰκείας δόξης τε καί θεότητος, ἀποκαλύπτει δέ αὐτοῖς τήν οἰκείαν θεότητα», τήν ἁπάντων ἐπέκεινα, τήν μόνην καί ὑπερτελῆ καί προτέλειον. Ὅτι δέ οὐδέ δι᾿ἀέρος ὁρατόν, δείκνυσιν ὁ μέγας Διονύσιος καί ὅσοι μετ᾿ αὐτοῦ τοῦ μέλλοντος αἰῶνος φῶς τοῦτο ὀνομάζουσιν, ὅτε οὐκ ἀέρος (σελ. 608) ἡμῖν ἔσται χρεία κατ᾿ αὐτούς, πρός δέ τούτοις καί ὁ μέγας Βασίλειος τοῖς ὀφθαλμοῖς τῆς καρδίας τοῦτο λέγων ὁρατόν. Ὅτι δέ οὐδ᾿ αἰσθητόν, ἔστι συνιδεῖν καί τῷ μή δι᾿ ἀέρος εἶναι ὁρατόν, ἀλλά κἀν τῷ Θαβωρίῳ λάμψαν ὑπέρ ἥλιον οὐδέ τοῖς πλησιοχώροις ὦπται. Σύ δέ τοσούτοις καί ἐπί τοσοῦτον ἐξυμνοῦσι τό τοιοῦτο φῶς ἀντικείμενος ἁγίοις, ἆρ᾿ οὐ δῆλος εἶ βλασφημῶν ἐκών εἰς τόν Θεόν; Οὐ παύσῃ τοιγαροῦν, ὦ ἄνθρωπε, τό φῶς τῆς θείας καί οὐσιώδους εὐπρεπείας, οὐκ αἰσθητόν μόνον καί κτιστόν, ἀλλά καί χεῖρον τῆς ἡμετέρας νοήσεως ἀποφαινόμενος; Χεῖρον νοήσεως, ὦ γῆ καί οὐρανέ, καί πάντες οἱ ἐν αὐτοῖς τό φῶς ὁρῶντες τῆς θείας βασιλείας, τήν καλλονήν τοῦ μέλλοντος αἰῶνος, τήν δόξαν τῆς φύσεως τῆς θείας; Φῶς, ὅ κατ᾿ἔκστασιν πάσης αἰσθητῆς καί νεορᾶς ἀντιλήψεως οἱ ἀπόστολοι, κατά τόν Κρήτης θεσπέσιον Ἀνδρέαν, εἶδον, «τῷ μηδόλως ὁρᾶν τό ὄντως ὁρᾶν εἰσδεδεγμένοι καί τῷ πάσχειν τά θεῖα τῶν ὑπέρ φύσιν τήν αἴσθησιν προσιέμενοι»; Τί γάρ; Οὐ δαιμονιώδης ἡ χείρων διανοίας ἐπί τῶν τοιούτων ἔκστασις; Δαιμονιώδη τοίνυν ἔπαθαν ἔκστασιν, ὤ τῆς ἀνηκούστου ἀκοῆς, οἱ τοῦ Κυρίου μύσται, καίτοι κοινῇ λέγειν παρελάβομεν πρός τόν Χριστόν ὅτι «τό ἄσχετον τῆς σῆς φωτοχυσίας καί ἀπρόσιτον τῆς θεότητος θεασάμενοι τῶν ἀποστόλων οἱ πρόκριτοι ἐπί τοῦ ὄρους, τήν θείαν ἠλλοιώθησαν ἔκστασιν»; Πῶς δ᾿ οὐκ ἄν ἁλοίης καί κτίσμα λέγων τόν Θεόν, ὁ τάς οὐσιώδεις ἐνεργείας αὐτοῦ κτιστάς ἀποφαινόμενος; Οὐ γάρ ἄν τοῦτο φαίη τις νοῦν ἔχων, ὅτι ἡ οὐσιώδης ἀγαθότης καί ζωή ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ ἐστιν˙ οὐ γάρ τό οὐσιώδες ἡ τά οὐσιώδη ἔχουσα˙ κατά δέ τόν μέγαν Διονύσιον, «ὅταν τήν ὑπερούσιον κρυφιότητα Θεόν ἡ ζωήν ἤ οὐσίαν ὀνομάσωμεν, (σελ. 610) οὐδέν ἕτερον νοοῦμεν ἤ τάς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικάς δυνάμεις». Δυνάμεις μέν οὖν αὗται οὐσιώδεις, ὑπερούσιον δέ, μᾶλλον δέ καί αὐθυπερουσίως ὑπερούσιον, τό ταύτας τάς δυνάμεις συνειλημμένως τε καί ἑνιαίως ἔχον˙ οὕτω τοίνυν καί τό θεουργόν ἐκεῖνο φῶς οὐσιῶδές ἐστιν, ἀλλ᾿ οὐκ αὐτό οὐσία τοῦ Θεοῦ. Ὁ δέ φιλόσοφος οὗτος προϊών, οὐ τοῦτο μόνον ἀλλά καί πᾶσαν δύναμιν καί ἐνέργειαν Θεοῦ κτιστήν εἶναι ἀποφαίνεται, καίτοι τῶν ἁγίων λεγόντων φανερῶς ὅτι τῆς ἀκτίστου φύσεως καί τά φυσικά πάντα καί πᾶσα δύναμίς τε καί ἐνέργεια ἄκτιστός ἐστιν, ὥσπερ καί τά τῆς κτιστῆς φύσεως κτιστά. «Ἀλλά πῶς», φησίν, «οὐκ ἔστιν ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ, εἴπερ δεσποτικούς φέρει χαρακτῆρας, εἰ πάσης ὁρωμένης τε καί νοουμένης κτίσεως ἐπέκεινα, τό ὑπέρ αἴσθησιν, τό ὑπέρ νόησιν, τό κυρίως ὄν, τό ἀεί ὄν, τό ἄϋλον, τό ἀναλλοίωτον, καί ταῦτα παρ᾿ ὑμῶν ἐνυπόστατον λεγόμενον; Πῶς δέ τοῦ τοιούτου φωτός τήν οὐσίαν τοῦ Θεοῦ ἐπέκεινά φατε;». Ταῦτα δέ οὐ διαπορητικῶς ἐκεῖνος λέγει, ποθῶν παρά του τῶν ἁπάντων εὐκρίνειαν τῶν ἀσαφῶν ἤ λύσιν τῶν ἀπόρων, ἀλλ᾿ ἡμᾶς ἐξελέγχει, ὡς νομίζει, μᾶλλον δέ προθέμενος ἐλέγχειν, εἶθ᾿ ὡς μή δυνάμενος, μανείς ἐξυβρίζει καθ᾿ ἡμῶν, νῦν μέν ἀθλίως διεφθάρθαι τό κριτικόν τῆς ψυχῆς ἰσχυριζόμενος, νῦν δέ τῶν πώποτε αἱρετικῶν ἐκείνων Μασσαλιανῶν ἴσους τε καί χείρους λέγων, ἄλλοτε δυσσεβεῖς καί πολυθέους˙ ἀλλά γάρ οὐδ᾿ἀσεβεῖς καί ἀθέους καί παντάπασιν ἀλιτηρίως καλεῖν παρῃτήσατο. Διθεΐται δέ ἐστιν, ὡς αὐτός καί διά γραμμάτων καί διά στόματος ἰσχυρίζεται καί περιαγγέλλει πᾶσιν, ἡ μᾶλλον τῶν ἄλλων ἡμῖν ἐπωνυμία προσήκουσα, καίτοι παρ᾿ αὐτῶν τῶν ὑπ᾿ αὐτοῦ λεγομένων πάσης ἡμᾶς ἄκων ἐξαιρεῖται μέμψεως˙ ἐπεί γάρ φησιν ἕν ἡμᾶς λέγειν τό ἐπέκεινα πάντων, καί τοῦτο τήν ὑπερούσιον ἐκείνην ἕνα Θεόν ἡμᾶς λέγειν μαρτυρεῖ, τό δέ φῶς ἐκεῖνο οὐκ (σελ. 612) οὐσίαν, ἀλλά τῆς οὐσίας ἐκείνης ἐνέργειαν, ἥν οὐσίαν μίαν τε οὖσαν εἴπομεν καί ἐπέκεινα πάντων ὡς πάντα ἐνεργοῦσαν. Ἀλλ᾿ οὐδ᾿, εἰς τήν ἐνέργειαν ταύτην τῆς μιᾶς ἐκείνης οὐσίας φαίημεν ἀχώριστον, σύνθετος ἡ ὑπερουσιότης ἐκείνη παρά τοῦτο ἔσται˙ ἦ γάρ ἄν οὐδεμία ἦν ἁπλῆ οὐσία, εἴγε τοῦτο ἦν˙ οὐσίαν γάρ φυσικῆς ἄνευ ἐνεργείας οὐδ᾿ ἠντινοῦν ἄν ἴδοις. Δεσποτικούς δέ πῶς οὐκ ἄν φέροι χαρακτῆρας τό θεοποιόν φῶς, ὅ καί αὐτός ὑπό τῆς τῶν πραγμάτων ἀληθείας συνωσθείς θεότητος προσεῖπες σύμβολον; Ἐνυπόστατον δέ οὐ τό αὐθυπόστατον ἐνταῦθα λεγόντων τῶν ἁγίων, πῶς ἄλλη τις οὐσία καθ᾿ αὑτήν, ἤ πῶς ἕτερος δεύτερος Θεός ὁ μή ὕπαρξιν ἰδίαν ἔχων; Εἰ δέ διά τό ἄναρχον εἶναι καί ταύτην τήν ἐνέργειαν, ἄκτιστόν τε καί ἀπερινόητον, Θεόν ἄλλον ἀπαρτίζεις ἐν ταῖς συνεταῖς σου ὑπονοίαις καί τό τοῦ Θεοῦ θέλημα Θεόν ἡμῖν ἄλλον ἀπαρτίσεις, τοῦ σεπτοῦ Μαξίμου λέγοντος, «ὥσπερ ἡ θεία φύσις ἡ τρισυπόστατος, ἄναρχος, ἄκτιστος, ἀπερινόητος, ἁπλῆ καί ἀσύνθετος ὁλότητι ὑπάρχει, οὕτω καί τό ταύτης θέλημα»˙ τό αὐτό δ᾿ ἄν εἴποις καί ἐπί πασῶν τῶν φυσικῶν ἐνεργειῶν αὐτῆς. «Ἀλλά θεοποιόν», φησί, «δῶρόν ἐστιν ἡ τοῦ Θεοῦ μίμησις, ἕξις οὖσα τῆς νοερᾶς καί λογικῆς φύσεως, ἀπό τῆς πρώτης διακοσμήσεως ἀρχομένη καί τοῖς ἐσχάτοις τῶν λογικῶν περατουμένη, ἐπεί καί ὁ μέγας Διονύσιος, ἑρμηνεύων πῶς ὑπέρ θεαρχίαν ὁ Θεός ἐστιν, ”εἰ θεότητα”, φησί, ”νοήσαις τό χρῆμα τοῦ θεοποιοῦ δώρου καί τά ἀμίμητον μίμημα τοῦ ὑπερθέου καί ὑπεραγάθου”. Ἀλλ᾿ ὦγαθέ, πρῶτον μέν ὁ ἅγιος τῷ μιμήματι τό ἀμίμητον προσέθηκεν˙ οὐ μᾶλλον οὖν μίμησις ἤ ἀμιμησία˙ πῶς οὖν εὐπαράδεκτος αὐτός ἔσῃ θατέρᾳ μερίδι μόνῃ προσθέμενος; Ἔπειτ᾿ ἐκεῖνος δύο εἶπε, τό τε θεοποιόν δῶρον καί τό ἀμίμητον μίμημα, ἐμοί δοκῶν (σελ. 614) τοῦθ᾿ ἡμᾶς διδάσκων, ὡς εἰ καί παρ᾿ ἑαυτοῦ θεωθῆναι ἄνθρωπον ἀδύνατον, ἀφωμοιωμένον τῷ ἀμιμήτῳ Θεῷ διά μιμήσεως, ἀλλά δεῖ μιμεῖσθαι τόν ἀμίμητον˙ οὕτω γάρ ἀν τύχοι τοῦ δώρου τοῦ θεοποιοῦ καί Θεός θέσει χρηματίσειε. Δύο τοίνυν τοῦ μεγάλου τά παρεκτικά φαμένου τῆς θεώσεως, αὐτός θάτερον ἐξέκοψας, παραχαράξας, ἀλλ᾿ οὐκ ἐξηγησάμενος˙ καί ἀποξέσας μέν τόν σύνδεσμον, ἀντ᾿ αὐτοῦ δέ προσγράψας τήν ἀντωνυμίαν, οὕτω τό ρητόν ἡμῖν δῆθεν διευκρινῶν ἀνέγνως, «εἰ θεότητα καί ἀγαθότητα νοήσεις τό χρῆμα τοῦ θεοποιοῦ δώρου, αὐτό τό ἀμίμητον μίμημα τοῦ ὑπερθέου». Πρός δέ τούτοις καί φυσικήν ἕξιν λέγεις τήν χάριν τῆς θεώσεως, τουτέστι δυνάμεως φυσικῆς ἐντελέχειάν τε καί φανέρωσιν, ἀφ᾿ οὗ τῇ τῶν Μασσαλιανῶν ὄντως, ὡς οὐκ οἶσθα, περιπέπτωκας ἀπάτῃ˙ φύσει γάρ ἔσται κατά πᾶσαν ἀνάγκην Θεός θεούμενος, εἰ κατά φυσικήν δύναμιν ἡ θέωσις ἔσται καί τοῖς ὅροις τῆς φύσεως ἐμπεριλαμβάνεσθαι πέφυκε. Μή τοίνυν τήν σαυτοῦ περιτροπήν τῶν ἀσφαλῶς ἑστώτων λέγε, μηδέ μῶμον τοῖς ἀμωμήτοις τήν πίστιν ἐπιχείρει προστρίψασθαι, τά πρός ἀλήθειαν αἴσχη σά τοῖς ἄλλοις ἀποματτόμενος, μᾶλλον δ᾿ ἀναιδῶς ἐκείνων ὡς τοιούτων καταψευδόμενος. Ἀλλά καί αὐτός διδάσκου παρά τῶν εἰδότων ἤ παρά τῶν ὑπ᾿ ἐκείνων δεδιδαγμένων, ὡς ἄσχετός ἐστι παντάπασιν ἡ τῆς θεώσεως χάρις, οὐκ ἔχουσα τήν οἱανοῦν δεκτικήν ἑαυτῆς ἐν τῇ φύσει δύναμιν˙ ἐπεί οὐκέτι χάρις ἐστίν, ἀλλά τῆς κατά τήν φυσικήν δύναμιν ἐνεργείας φανέρωσις, καί οὐδέ παράδοξον ἔσται τό γενόμενον, εἰ κατά δεκτικήν δύναμιν φύσεως ἡ θέωσις εἴη˙ φύσεως γάρ ἄν εἰκότως ἔργον, ἀλλ᾿ οὐ Θεοῦ δῶρον ἡ θέωσις εἴη, καί δυνήσεται καί φύσει Θεός ὁ τοιοῦτος εἶναι καί κυρίως προσαγορεύεσθαι˙ οὐδέ γάρ ἄλλο τι καθέστηκεν ἡ κατά φύσιν τῶν ὄντων ἑκάστου δύναμις ἤ φύσεως πρός ἐνέργειαν ἀπαράβατος κίνησις. Πῶς δέ καί (σελ. 616) ἐξίστησιν ἑαυτοῦ τόν θεούμενον ἡ θέωσις, εἰ τοῖς ὅροις τῆς φύσεως αὐτή περιείληπται, συνιδεῖν οὐκ ἔχω. Ὑπέρ φύσιν τοίνυν καί ἀρετήν καί γνῶσιν ἡ τῆς θεώσεως χάρις καί ἀπείρως τά τοιαῦθ᾿ ἅπαντα κατά τόν ἅγιον Μάξιμον ταύτης ἀποδεῖ˙ ἀρετή μέν γάρ πᾶσα καί ἡ ἐφ᾿ ἡμῖν τοῦ Θεοῦ μίμησις πρός τήν θείαν ἕνωσιν ἐπιτήδειον ποιεῖται τόν κεκτημένον, ἡ δέ χάρις αὐτήν τελετουργεῖ τήν ἀπόρρητον ἕνωσιν˙ δι᾿ αὐτῆς γάρ ὅλος μέν ὅλοις τοῖς ἀξίοις ὁ Θεός περιχωρεῖ, ὅλῳ δέ ὅλοι περιχωροῦσιν ὁλικῶς οἱ ἅγιοι τῷ Θεῷ, ὅλον ἀντιλαβόντες ἑαυτῶν τόν Θεόν καί τῆς πρός αὐτόν ἀναβάσεως οἷον ἔπαθλον αὐτόν μόνον κτησάμενοι τόν Θεόν, «ψυχῆς πρός σῶμα περιφύντα τρόπον, ὡς οἰκείοις μέλεσι», καί ἐν αὐτῷ εἶναι καταξιώσαντα διά τῆς ἐνυποστάτου κατά δωρεάν καί χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας. Ὅταν οὖν ἀκούσῃς ἐνδημεῖν ἡμῖν διά τῶν ἀρετῶν τόν Θεόν ἤ διά τῆς μνήμης ἐνιδρυμένον ἔχειν τοῦτον ἐν ἑαυτοῖς, μή τοῦθ᾿ ἁπλῶς νόμιζε θέωσιν, τήν τῶν ἀρετῶν κτῆσιν, ἀλλά τήν δι᾿ ἀρετῶν προσγινομένην τοῦ Θεοῦ λαμπρότητα καί χάριν, καθάπερ καί ὁ μέγας φησί Βασίλειος, ὅτι ψυχή τάς φυσικάς ὁρμάς οἰκείᾳ τε ἀσκήσει καί τῇ βοηθείᾳ τοῦ Πνεύματος συναυξήσασα, ἀξία γίνεται ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει τῆς χάριτι τοῦ Θεοῦ διδομένης λαμπρότητος τοῖς ἁγίοις. Ὅτι δέ φῶς ἡ χάριτι τοῦ Θεοῦ διδομένη λαμπρότης, μαθήσῃ παρά τοῦ λέγοντος, «φῶς ἡ ἐκεῖθεν λαμπρότης τοῖς ἐνταῦθα κεκαθαρμένοις, ἡνίκ᾿ ἄν ἐκλάμψωσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἵσταται ὁ Θεός ἐν μέσῳ, θεῶν ὄντων καί βασιλέων, διαστέλλων καί διαιρῶν τάς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος». Ὅτι δέ ὑπερουράνιόν ἐστι τοῦτο καί ὑπερκόσμιον, οὐδείς ἀντερεῖ˙ οὔκουν ὅστις, «τό ὑπερουράνιον», φησί, «φῶς ἐν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις ἐκδέχεται, περί οὗ καί Σολομών λέγει, (σελ. 618) φῶς δικαίοις διαπαντός»˙ καί ὁ ἀπόστολος, «εὐχαριστοῦντες τῷ Θεῷ τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῇ μερίδι τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί». Οὐ μήν ἀλλά καί διά σπουδῆς καί μελέτης ἐγγίνεσθαί τῳ σοφίαν λέγοντες, οὐκ αὐτό τοῦτο τήν σπουδήν ἤ τήν μελέτην σοφίαν φαμέν, ἀλλά τό δι᾿ αὐτῶν προσγενόμενον. Ἄλλως τε καί διαφόρως ἐνδημῶν ἐστι τοῖς ἀνθρώποις ὁ Κύριος, κατά τήν ἀξίαν καί τόν τρόπον τῶν ζητούντων αὐτόν˙ ἑτέρως μέν γάρ τῷ πρακτικῷ, ἑτέρως δέ τῷ θεωρητικῷ καί τῷ ἐποπτικῷ ἄλλως, καί ἄλλως μέν ᾗ ἀνθρώποις σπουδαίοις, ἑτέρως δέ θεοῖς ἤδη γεγονόσιν. Ἀλλά καί κατ᾿ αὐτήν τήν θείαν ἐποψίαν πολλαί διαφοραί˙ καί τοῖς προφήταις γάρ, τῷ μέν ὄναρ, τῷ δ᾿ ὕπαρ, δι᾿ αἰνιγμάτων μέντοι καί ἐσόπτρων, τῷ δέ Μωϋσῆς «ἐν εἴδει καί οὐ δι᾿ αἰνιγμάτων» ὤφθη. Θεοῦ δέ ὅρασιν ἀκούων ἐν εἴδει καί οὐ δι᾿ αἰνιγμάτων ἀναμνήσθητι τοῦ λέγοντος, «θέωσιν, τήν κατ᾿ εἶδος ἐνυπόστατον ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ᾿ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν, καί τήν ὑπέρ νοῦν καί λόγον ἐν τῷ ἀφθάρτῳ τῶν ὄντων αἰῶνι μυστικήν ἕνωσιν πρός τόν Θεόν, καθ᾿ ἥν τό φῶς τῆς ἀφανοῦς καί ὑπεραρρήτου δόξης οἱ ἅγιοι ἐποπτεύοντες, τῆς μακαρίας μετά τῶν ἄνω δυνάμεων καί αὐτοί δεκτικοί γίνονται καθαρότητος, καί τήν τοῦ μεγάλου Θεοῦ καί Πατρός ἐπίκλησιν, σύμβολον οὖσαν τῆς ἐνυποστάτου τε καί ἐνυπάρκτου κατά δωρεάν καί χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας, καθ᾿ ἥν τῇ ἐπιφοιτήσει τῆς χάριτος υἱοί Θεοῦ χρηματίζουσί τε καί ἔσονται πάντες οἱ ἅγιοι». Τοῦτο τοίνυν ὁ μέγας Διονύσιος, ἀλλαχοῦ μέν ἀρχίφωτον ἀκτῖνα καί θεουργικόν καλέσας φῶς, ἐνταῦθα δέ θεοποιόν δῶρον καί ἀρχήν θεότητος, δηλαδή θεώσεως, πρός τόν ἐρωτήσαντα πῶς ὑπέρ θεαρχίαν, τουτέστιν ὑπέρ ἀρχήν θεότητος, ὑπάρχει Θεός, ἀποκρινόμενός φησιν, ὡς εἰ Θεόν (σελ. 620) ἀκούων ὁρώμενον «ἐν εἴδει καί οὐ δι᾿ αἰνιγμάτων», καί ψυχῆς πρός σῶμα τρόπον τοῖς ἀξίοις ὡς οἰκείοις μέλεσι περιφυόμενον καί κατά τοσοῦτον ἑνούμενον αὐτοῖς ὡς ὅλον μέν αὐτόν περιχωρεῖν ἐκείνοις ὅλοις, ὅλους δέ αὐτούς αὖθις ὁλικῶς ἐκείνῳ, καί Πνεῦμα δι᾿ υἱοῦ πλουσίως ἐφ᾿ ἡμᾶς χεόμενον, ἀλλ᾿ οὐ κτιζόμενον, καί ματαλαμβανόμενον ἡμῖν καί δι᾿ ἡμῶν λαλοῦν, ταῦτα τοίνυν ἀκούων, εἰ μή κατά τήν ὑπερούσιον οὐσίαν νομίσεις ὁρᾶσθαι τόν Θεόν, ἀλλά κατά τήν θεοποιόν δωρεάν τε καί ἐνέργειαν αὐτοῦ, τήν χάριν τῆς υἱοθεσίας, τήν ἀγένητον θέωσιν, τήν κατ᾿ εἶδος ἐνυπόστατον ἔλλαμψιν, εἰ τοῦτο νοήσεις θεότητος ἀρχήν, τό θεοποιόν δῶρον, τό μετεχόμενον καί ὁρώμενον ὑπερφυῶς, ὑπέρ τήν ἀρχήν ταύτην ἐστίν ἡ ὑπεράρχιος οὐσία τοῦ Θεοῦ. Ἐκείνη μέν γάρ σχέσις, εἰ καί μή φυσική, καί ἄσχετος, οὐχ ὡς ὑπερφυής μόνον, ἀλλά καί ὡς σχέσις˙ πῶς γάρ ἡ σχέσις σχέσιν αὖθις ἕξει; Ἡ δέ οὐσία τοῦ Θεοῦ οὐχ ὡς σχέσις ἄσχετος, ἀλλ᾿ ὡς καί αὐτῶν τῶν ὑπερφυῶν σχέσεων ἐπέκεινα. Κἀκείνης μέν ἑκάστῳ τῶν ἠξιωμένων οἰκείως τε καί καταλλήλως πᾶσι μέτεστιν˙ ἡ δέ οὐσία τοῦ Θεοῦ καί πάντων τῶν μεθεκτῶν ὑπερεξῄρηται. Ὁ δέ «τό θεοποιόν δῶρον ἕξιν» λέγων «τελειωτικήν τῆς λογικῆς φύσεως ἀπό τῆς πρώτης διακοσμήσεως ἀρχομένην καί τοῖς ἐσχάτοις τῶν λογικῶν περατουμένην», καί τῷ τοῦ Χριστοῦ εὐγγελίῳ δῆλός ἐστιν ἀντιταττόμενος. Εἰ γάρ ἡ θέωσις τελειοῖ τήν λογικήν φύσιν, ἀλλ᾿ οὐχ ὑπέρ ταύτην ποιεῖται τούς θεοειδεῖς, ἕξις οὖσα τῆς λογικῆς φύσεως, ὡς ἐκ φυσικῆς δυνάμεως προελθούσης εἰς ἐνέργειαν, οὐχ ὑπέρ φύσιν γίνονται οἱ ἅγιοι θεούμενοι, οὐδ᾿ ἐκ Θεοῦ γεννῶνται, οὐδέ Πνεῦμά εἰσιν, ὡς ἐκ Πνεύματος γεγεννημένοι, οὐδέ μόνοις «τοῖς πιστεύουσιν εἰς τό ὄνομα αὐτοῦ τέκνα Θεοῦ γεννέσθαι» ὁ Χριστός «ἐξουσίαν ἔδωκεν» ἐπιδημήσας˙ καί πρό τῆς ἐπιδημίας γάρ αὐτοῦ πᾶσιν ἐνυπῆρχεν ἔθνεσιν, εἴτε (σελ. 622) φυσικῶς ἔνεστι τῇ λογικῇ ψυχῇ, καί νῦν τοῖς νῦν δυσσεβέσι τε καί ἀσεβέσιν ἅπασιν. Ἔτι, εἴπερ ἡ θέωσις ἕξις ἐτί τελειωτική τῆς λογικῆς φύσεως, οἱ Ἕλληνες λογικοί τελείως οὐκ ἦσαν, ἀλλ᾿ οὐδ᾿ οἱ ἐκπεσόντες ἄγγελοι˙ τοιγαροῦν οὐ κακῶς τῇ γνώσει χρῶνται, τῆς δέ κατ᾿ αὐτήν φυσικῆς ἕξεως ἐστέρηνται. Πῶς οὖν δικαίως ὑπεύθυνοι; Καί μήν οὐκ ε ἶναι μᾶλλον οὐσίας οὐσίαν καί οἱ ἔξω φασί σοφοί. Πῶς οὖν ἄγγελοι ἀγγέλων λογικοῖ μᾶλλον ἤ ψυχή ψυχῆς; Οἱ γάρ ἀτελεῖς τήν ἡλικίαν οὐκ ἐν τῇ φύσει τῆς ψυχῆς, ἀλλ᾿ ἐν τῇ τοῦ σώματος ἔχουσι τό ἀτελές. Ἆρ᾿ οὖν θέωσις ἡ τό φρονεῖν διδοῦσα ἡλικία; Καί γνωστικωτέρους δέ μᾶλλον ἄλλους ἄλλων, οὐ παρά τήν τῆς ψυχῆς φύσιν πεφυκέναι λογιζόμεθα, παρά δέ τήν τοῦ σώματος κρᾶσιν. Ἆρ᾿ οὖν θέωσις ἡ τελεστική πρός αὐφυΐαν κρᾶσις; Καί τήν εὐφυΐαν δέ δῶρον οὖσαν ἴσμεν Θεοῦ, τήν δέ γνῶσιν οὐ μόνον Θεοῦ δῶρο, ἀλλά καί τελειωτικήν τῆς λογικῆς φύσεως ἕξιν, οὐ δῶρον δέ θεοποιόν, οὐ γάρ ὑπερφυές, ἐκείνου ὄντος ὑπέρ φύσιν. Εἶεν δ᾿ ἄν καί πάντες, οἱ μέν μᾶλλον οἱ δ᾿ ἧττον, θεοί δ᾿ ὅμως ἁπαξάπαντες ἄνθρωποι καί ἄγγελοι˙ ἀεί δέ ἀτελεῖς θεοί καί ἡμίθεοι τό δαιμόνιον φῦλον. Οὐκ ἄρα θέωσις ἤ ἕξις αὕτη˙ ἥτις γάρ ποτ᾿ ἄν εἴη τελιωτική τῆς λογικῆς φύσεως ἕξις, εἴτε γνῶσις, εἴτε κρᾶσις, εἴτε εὐφυΐα σώματός τε καί ψυχῆς, θύραθεν ἤ οἴκοθεν προσγινομένη, λογικούς ἀκριβῶς οἷς ἄν ἐπιγένοιτο τελέσειεν, ἀλλ᾿ οὐχί καί θεούς. Ἀλλά γάρ, ὅπερ ἀνωτέρω δέδεικται, τήν μέν ἐκ πίστεως εἰς ἐνέργειαν προβᾶσαν υἱοθεσίαν καί τήν θεοποιόν δωρεάν ταύτην οἱ ἅγιοι σαφῶς ἐνυπόστατόν φασιν˙ οὗτος δέ τήν θεομιμησίαν ἥν θεαρχίαν καί θεοποιόν δῶρον μόνος ἁπάντων ὑπενόησεν, οὐκ ἐνυπόστατον εἶναι διισχυρίζεται˙ τοιγαροῦν ἑτέρα ἐστί παρά τήν τοῖς πατράσιν ἐγγεγενημένην τε (σελ. 624) καί ἐγνωσμένην θέωσιν. Μάξιμος δέ ὁ θεῖος οὐκ ἀνυπόστατον μόνον εἶπε ταύτην, ἀλλά καί ἀγένητον, καί οὐκ ἄκτιστον μόνον, ἀλλά καί ἀπερίγραπτον καί ὑπέρχρονον, ὡς καί τούς αὐτῆς εὐμοιρηκότας δι᾿ αὐτήν ἀκτίστους, ἀνάρχους καί ἀπεριγράπτους τελέσαι, καίτοι διά τήν οἰκείαν φύσιν ἐξ οὐκ ὄντων γεγονότας. Οὗτος δέ, «ἅ μή ἑώρακεν ἐμβατεύων», κτιστήν καί φυσικήν καί ὑπό χρόνον ἰσχυρίζεται τήν θέωσιν εἶναι, σαφῶς παρ᾿ ἑαυτοῦ δημιουργῶν αὐτήν, ἀφ᾿ ἧς καί τόν Θεόν δῆλός ἐστιν εἰς κτίσμα κατασπῶν. Ἡ μέν γάρ θέωσις κατά τούς πατέρας οὐσιώδης ἐστίν ἐνέργεια Θεοῦ˙ ἧς δέ οὐσίας αἱ οὐσιώδεις ἐνέργειαι κτισταί, κτιστή καί αὕτη ἐξ ἀνάγκης. Ταύτῃ δέ τῇ ἀτοπίᾳ πολυτρόπως ἄν τις ἴδοι καί πολλάκις τόν ταλαίπωρον τοῦτο περιπίπτοντα˙ οὐτ γάρ ἐρυθριᾷ πάσας τάς ἐμφύτους τοῦ Θεοῦ δυνάμεις τε καί ἐνεργείας κτιστάς ἀποφαινόμενος, καίτοι ναόν Θεοῦ ζῶντος τῶν ἁγίων ἕκαστον εἶναι πεπιστεύκαμεν διά τήν ἐνοικοῦσαν χάριν. Πῶς οὖν ναός Θεοῦ τό τοῦ κτίσματος οἰκητήριον; Πῶς δέ τούτων ἕκαστος ἄκτιστος διά τήν χάριν, εἰ κτιστή; Ἐκεῖνο δέ μοι καί λίαν θαυμάζειν ἔπεισι, πῶς καί αὐτός θεουργικόν λέγων ὑπό τῶν πατέρων καλεῖσθαι τό ἐν τῷ Θαβωρίῳ λάμψαν φῶς, εἶτ᾿ αὐτός θεοποιόν δῶρον τοῦτο λέγειν οὐκ ἀνέχεται. Οὐ μήν ἀλλ᾿ ἐπειδή ἡ θεοποιός δωρεά τοῦ Πνεύματος ἐνέργειά ἐστι Θεοῦ, ὁ δέ Θεός ἀπό τῶν ἐνεργειῶν ἔχει τάς ἐπωνυμίας, (ἡ γάρ ὑπερουσιότης ἀνώνυμός ἐστιν αὐτοῦ, εἴπερ ἐξ ἀρετῆς μόνης καί σοφίας ἡ θέωσις ὑπῆρχεν) οὐκ ἄν Θεός ὡς ἔχων θεοποιόν ἐνέργειαν ἐκαλεῖτο ὁ Θεός, τῆς σοφίας καί ἀρετῆς ταύτην αὐτοῦ δήλην ποιούσης τήν ἐνέργειαν, ἀλλ᾿ οὐδ᾿ ἄν ὑπέρθεος ἤκουεν, ὡς ταύτης τῆς θεότητος ἐπέκεινα ὑπάρχων˙ ἀπέχρησε γάρ ἄν αὐτῷ ὑπέρσοφον καί ὑπεράγαθον καί (σελ. 626) τά τοιαῦτα λέγεσθαι. Τοιγαροῦν ἄλλο πρά τήν ἀρετήν καί τήν σοφίαν ἡ χάρις καί ἡ ἐνέργεια τῆς θεώσεώς ἐστι. Τῶν τοῦ καλοῦ τοίνυν Βαρλαάμ εἰς ἡμᾶς λοιδοριῶν ἀλογήσαντες (οὐ γάρ εἰς ἡμᾶς, ἀλλ᾿ εἰς τούς πατέρας ἀναφέρονται˙ τούτων γάρ εἰσι τά ὑβρισμένα δόγματα, μᾶλλον δέ οὐδέ ἐκεῖνων ἅπτεται˙ πτύων γάρ τις, ὅ φασιν, εἰς οὐρανόν, οὐ τόν οὐρανόν ἀλλ᾿ ἑαυτόν ποιεῖ κατάπτυστον)˙ οὐκοῦν ἡμεῖς παρ᾿ οὐδέν τάς βδελυράς ταύτας βλασφημίας ἡγησάμενοι, ὡσανεί διαπορητικῶς ἤρετο, τί ποτ᾿ ἄρα θέωσίς ἐστιν, ἀποκρινούμεθα πρός τοῦτο κατά τήν ἐπιμετρηθεῖσαν ἡμῖν παρά Κυρίου δύναμιν. Ἐνέργειαν Θεοῦ θεοποιόν, ὦ βέλτιστε, ἀκούων καί Πνεύματος χάριν θεουργόν, μή πολυπραγμόνει, μηδέ ζήτει, πῶς μέν τοῦτο, πῶς δ᾿ ἐκεῖνο, πῶς δέ μή, καί ταῦτα ταύτης ἄνευ μή γενήσεσθαι μέλλων ἐν Θεῷ, κατά τούς περί αὐτῆς εἰπόντας, ἀλλά τῶν ἔργων ἔχου δι᾿ ὧν ἐκείνης τεύξῃ˙ τότε γάρ καί ταύτην εἴσῃ κατά τό ἐγχωροῦν˙ μόνος γάρ ὁ πείρᾳ μαθών οἶδε τάς ἐνεργείας τοῦ Πνεύματος, κατά τόν μέγαν Βασίλειον. Ὁ δέ πρό τῶν ἔργων τήν εἴδησιν ζητῶν, τοῖς πεπειραμένοις μέν πιστεύων, λαμ βάνει τι τῆς ἀληθείας ἴνδαλμα, παρ᾿ ἑαυτοῦ δέ διανοούμενος καί τοῦ ἰνδάλματος διαπεσών, εἶθ᾿ ὡς εὑρηκώς μέγα φυσᾶται καί πολύς κατά τῶν πεπειραμένων ὡς πεπλανημένων πνεῖ. Μή πολυπραγμόνει τοίνυν, ἀλλ᾿ ἕπου τοῖς πεπειραμένοις, μάλιστα μέν ἔργοις, εἰ δέ μή τούτοις, τοῖς λόγοις γοῦν, ἀρκούμενος ταῖς παραδειγματικαῖς ἐκφάνσεσιν αὐτῆς˙ ἡ γάρ θέωσις ὑπερώνυμος. Διό καί ἡμεῖς πολλά περί ἡσυχίας συγγραψάμενοι, νῦν μέν τῶν πατέρων προτρεψαμένων, νῦν δέ τῶν ἀδελφῶν αἰτησαμένων, οὐδαμοῦ περί θεώσεως ἀναγράψαι τεθαρρήκαμεν˙ νῦν δ᾿ ἐπείπερ ἀνάγκη λέγειν, ἐροῦμεν, εὐσεβῆ μέν τῇ ροῦ Κυρίου χάριτι, παραστῆσαι δέ οὐχ ἱκανά˙ καί λεγομένη γάρ (σελ. 628) ἄρρητος ἐκείνη μένει, μόνοις ἐνώνυμος, κατά τούς πατέρας φάναι, τοῖς εὐμοιρηκόσιν αὐτῆς. Ἡ φύσει τοιγαροῦν θεότης, ἡ ἀρχή τῆς θεώσεως, ἐξ ἧς ὡς αἰτίας ἀμεθέκτου τό θεοῦσθαι τοῖς θεομένοις ἐστιν, αὕτη τοίνυν ἡ πάντων ἐπέκεινα θεαρχικωτάτη μακαριότης ἀόρατός ἐστι καθ᾿ ἑαυτήν αἰσθήσει τε καί νῷ, ἀσωμάτῳ τε καί σώματι συνδεδεμένῳ˙ κἄν ἐκστῇ ἑαυτοῦ τι τούτων ἐπί τό κρεῖττον θεωθέν˙ μόνῳ γάρ τῷ καθ᾿ ὑπόστασιν ἡνωμένῳ νῷ καί σώματι εἶναί τε καί γενέσθαι θεατή πιστεύεται, εἰ καί μή κατά τήν οἰκείαν φύσιν ἑαυτῶν. Μόνα γάρ ἐκεῖνα «παρουσίᾳ τοῦ χρίοντος ὅλου» ἐθεώθησαν καί τήν ἴσην ἐνέργειαν τῇ θεούσῃ οὐσίᾳ προσελάβοντο, πᾶσαν αὐτήν ἐνελλιπῶς χωρήσαντα καί δι᾿ ἑαυτῶν ἐκφήναντα˙ καί γάρ «ἐν τῷ Χριστῷ πᾶν τό πλήρωμα τῆς θεότητος σωματικῶς» κατά τόν ἀπόστολον «οἰκεῖ». Διό καί τῶν ἁγίων εἰσίν οἵ μετά τήν διά σαρκός τοῦ Θεοῦ ἐπιδημίαν οἷόν τι πέλαγος ἀπεριόριστον τό φῶς ἐκεῖνο εἶδον, ἐξ ἑνός δίσκου, τοῦ προσκυνητοῦ δηλονότι σώματος, παραδόξως προχεόμενον, ὡς καί οἱ ἀπόστολοι ἐπί τοῦ ὄρους. Οὕτω μέν οὖν ἡ ἀπαρχή τεθέωται τοῦ ἡμετέρου φυράματος. Ἡ δέ τῶν τεθεωμένων ἀγγέλων καί ἀνθρώπων θέωσις οὐχ ἡ ὑπερούσιός ἐστιν οὐσία τοῦ Θεοῦ, ἀλλά τῆς ὑπερουσίας οὐσίας τοῦ Θεοῦ ἐνέργεια, τοῖς τεθεωμένοις ἐνυπάρχουσα, οὐχ ὡς ἡ τέχνη ἐν τῷ τεχνητῷ (οὕτω γάρ τοῖς δημιουργικῶς προηγμένοις ἔνεστιν ἡ προαγαγοῦσα ταῦτα δύναμις, ἐπιφαινομένη πᾶσιν ἤ καί ἐμφαινομένη), ἀλλ᾿ «ὡς ἡ τέχνη ἐν τῷ ἀναλαβόντι αὐτήν», κατά τόν μέγαν Βασίλειοιν˙ (διό καί ὄργανά εἰσι τοῦ ἁγίου Πνεύματος οἱ ἅγιοι, τήν αὐτήν ἐκείνῳ προσειληφότες ἐνέργειαν), καί ἡ τῶν λεγομένων πίστις ἑτοίμη, τά χαρίσματα τῶν ἰαμάτων, τά ἐνεργήματα τῶν δυνάμεων, ἡ πρόγνωσις, ἡ μή ἀντιλεγομένη σοφία ἥν καί (σελ. 630) Πνεῦμα τοῦ Πατρός ἡμῶν ὁ Κύροις προσηγόρευσεν, οὐ μόνον δέ, ἀλλά καί ἡ τοῦ Πνεύματος ἁγιαστική μετάδοσις, ἐξ αὐτῶν καί δι᾿ αὐτῶν χορηγουμένη τοῖς ἁγιαζομένοις μετ᾿ αὐτούς «λήψομαι γάρ ἀπό τοῦ Πνεύματος τοῦ ἐπί σέ καί θήσω ἐπ᾿ αὐτούς», πρός τόν Μωϋσῆν εἶπεν ὁ Θεός, καί τοῦ Παύλου τάς χεῖρας ἐπιθέντος τοῖς δεκαδύο Ἐφεσίοις «ἦλθε τό Πνεῦμα τό ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε» πάραυτα γλώσσαις καί προεφήτευον». Οὐκοῦν ὅταν μέν τήν οἰκείαν ἀξίαν τοῦ Πνεύματος ἐννοῶμεν, μετά Πατρός αὐτό καί Υἱοῦ θεωροῦμεν, ὅταν δέ τήν εἰς τούς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν, ἐν ἡμῖν εἶναι τό Πνεῦμα λέγομεν, «ἐκχεόμενον πρός ἡμᾶς, οὐ κτιζόμενον, διδόμενον ἡμῖν, οὐ ποιούμενν, χαριζόμενον, οὐ δημιουργούμενον»˙ ἐνυπάρχον τοῖς μέν ἀτελέσιν ἔτι, κατά τόν μέγαν αὖθις φάναι Βασίλειον, ὥσπερ τις διάθεσις «διά τό τῆς γνώμης ἀνίδρυτον», τοῖς δέ τελειωτέροις ὡς ἕξις ἐπίκτητος, ἔστι δ᾿ ἐφ᾿ ὧν ἐνερριζωμένη καί ταύτης μᾶλλον˙ «ὡς γάρ ἡ δύναμις», φησί, «τοῦ ὁρᾶν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ, οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ». Τοιγαροῦν οὐχ ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ ἐστιν ἡ θεοποιός δωρεά τοῦ Πνεύματος, ἀλλ᾿ ἡ τῆς ὑπερουσίου οὐσίας τοῦ Θεοῦ θεοποιός ἐνέργεια, καί οὐδέ αὕτη πᾶσα, εἰ καί καθ᾿ ἑαυτήν ἀμέριστος ἐκείνη. Τίς γάρ τῶν κτιστῶν χωρῆσαι δύναιτ᾿ ἄν ὅλην τήν ἀπειροδύναμον δύναμιν τοῦ Πνεύματος, πλήν τοῦ κυηθέντος ἐν παρθενικῇ νηδύι, παρουσίᾳ Πνεύματος ἁγίου καί τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιάσει; Διό καί «πᾶν» μέν οὗτος ἐχώρησε «τό πλήρωμα τῆς θεότητος», ἐκ δέ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». Πανταχοῦ μέν οὖν ἡ οὐσία τοῦ Θεοῦ˙ τό γάρ Πνεῦμα, φησί, πληροῖ πάντα κατά τήν οὐσίαν˙ πανταχοῦ δέ καί ἡ θέωσις, (σελ. 632) ἐνυπάρχουσα ἀφράστως ταύτῃ καί ἀχώριστος ἐκείνης οὖσα, ἅτε φυσική δύναμις αὐτῆς. Ἀλλ᾿ ὥσπερ τό πῦρ ἀφανές ἐστι μή προκειμένης ὕλης ἤ αἰσθητηρίου τοῦ χωροῦντος τήν φωτιστικήν ἐνέργειαν αὐτοῦ, οὕτω δή καί ἡ θέωσις ἀθεώρητός ἐστι μή προκειμένης ὕλης τῆς χωρούσης τήν θείαν ἐμφάνειαν˙ ἡνίκα δ᾿ ἄν ἐπιτηδείας ὑλης ἀπερικαλύπτως ἐχούσης ἐπιλάβηται, τοιαύτη δέ ἐστι πᾶσα λογική κεκαθαρμένη φύσις τό τῆς πολυειδοῦς κακίας οὐκ ἐπιφερομένη κάλυμμα, τηνικαῦτα καί αὐτή φῶς πνευματικόν ὁρᾶται, μᾶλλον δέ κἀκείνους φῶς ποιεῖ πνευματικόν. «Ἆθλον» γάρ, φησίν, «ἀρετῆς Θεόν γενέσθαι καί τῷ καθαρωτάτῳ φωτί καταστράπτεσθαι, τῆς ἡμέρας ἐκείνης Υἱόν γενόμενον, ἥ μή διακόπτεται ζόφῳ˙ ἄλλος γάρ ταύτην ποιεῖ ἥλιος, ὁ τό ἀληθινόν φῶς ἀπαστράπτων, ὅς, ἐπειδάν ἅπαξ ἐπιφαύσῃ ἡμῖν, οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλά πάντα τῇ φωτιστικῇ ἑαυτοῦ δυνάμει περιπτυξάμενος, διηνεκές καί ἀδιάδοχον τοῖς ἀξίοις τό φῶς ἐμποιεῖ καί αὐτούς τούς μετέχοντας τοῦ φωτός ἐκείνου ἄλλους ἡλίους ἀπεργαζόμενος». Τότε γάρ καί «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος». Ὡς ποῖος ἥλιος; Ὡς ἐκεῖνος δήπουθεν ὁ τότε καί νῦν τοῖς ἀξίοις φαινόμενος. Ὁρᾷς ὅπως αὐτήν προσκτῶνται τήν ἐνέργειαν τοῦ ἡλίου τῆς δικαιοσύνης; Διό καί θεοσημίαι διάφοροι καί χορηγία Πνεύματος ἁγίου τελεῖται δι᾿ αὐτῶν. «Ὡς γάρ καί ὁ περίγειος», φησίν, «οὗτος ἀήρ ἀνωσθείς ὑπό τῆς βίας τοῦ Πνεύματος φωτοειδής γίνεται, τῷ καθαρῷ τοῦ αἰθέρος ἐναλλοιούμενος, οὕτω καί ὁ νοῦς ὁ ἀνθρώπινος, καταλιπών τόν θολερόν τοῦτον καί αὐχμώδη βίον, ἐπειδάν τῇ δυνάμει τοῦ Πνεύματος φωτοειδής γένηται καί ἐμμιχθῇ τῇ ἀληθινῇ καί ὑψηλῇ καθαρότητι, διαφαίνεταί πως καί αὐτός ἐν ἐκείνῃ καί ἀκτίνων ἐμπίπλαται καί φῶς γίνεται κατά τήν τοῦ Κυρίου ὑπόσχεσιν, ὅς τούς δικαίους λάμψειν ὡς ὁ ἥλιος ἐπηγγείλατο». (σελ. 634) Τοῦτο καί ἐπί γῆς ὁρῶμεν γινόμενον ἐπί κατόπτρου, ἤ ὕδατος˙ δεξάμενα γάρ τήν τοῦ ἡλίου ἀκτῖνα, ἄλλην ἀφ᾿ ἑαυτῶν ἀκτῖνα ποιεῖ. Καί ἡμεῖς τοίνυν, εἴτε καταλιπόντες τό περίγειον σκότος ἄνω γενοίμεθα, φωτοειδεῖς γενησόμεθα, τῷ ἀληθινῷ φωτί τοῦ Χριστοῦ ἐμπελάσαντες, εἴτε τό φῶς τό ἀληθινόν, «τό ἐν τῇ σκοτίᾳ λάμπον», καί μέχρις ἡμῶν καταβαίη, καί ἡμεῖς φῶς ἐσόμεθα, καθά πού φησι τοῖς μαθηταῖς ὁ Κύριος. Οὔτως ἡ θεοποιός δωρεά τοῦ Πνεύματος φῶς ἐστιν ἀπόρρητον καί φῶς ποιεῖ θεῖον τούς πλουτήσαντας αὐτήν, οὐ φωτός μόνον πληρώσασα τούτους ἀϊδίου, ἀλλά καί γνῶσιν καί ζωήν θεοπρεπῆ χαρισαμένη. Οὕτως ὁ Παῦλος οὐκέτι τήν κτιστήν ζωήν, ἀλλά «τήν τοῦ ἐνοικήσαντος ἀΐδιον ζωήν» κατά τόν θεῖον ἔζη Μάξιμον˙ οὕτως οἱ προφῆται ὡς ὄντα ἑώρων τά μήπω γεγονότα˙ οὕτως εἶδε τόν Θεόν ὅστις οὐκ ἀλλοτρίῳ, ἀλλά φυσικῷ συμβόλῳ πνευματικῶς ἑώρακεν αὐτόν˙ οὐ φυσικόν δέ λέγω σύμβολον Θεοῦ - ὅ καί τοῦτ᾿ αὐτό μόνον σύμβολόν ἐστιν - ὅπερ ἄν αἰσθήσει ᾖ αἰσθήσει βλέπηταί τε ἤ ἀκούηται καί δι᾿ ἀέρος ἐνεργῆται˙ ἐπεί, ὅταν ὀφθαλμός ὁρῶν οὐχ ὡς ὀφθαλμός ὁρᾷ, ἀλλ᾿ ὡς τῇ δυνάμει τοῦ Πνεύματος διανοιχθείς, οὐκ ἀλλοτρίῳ σύμβόλῳ τόν Θεόν ὁρᾷ, καί τοῦθ᾿ ἡμεῖς αἴσθησιν ὑπέρ αἴσθησίν φαμεν. Γνώρισον μέντοι τοῦ φωτός ἐκείνου, κατάπαυσις τῶν μή καλῶν ἡδονῶν τε καί παθῶν ἐγγινομένη τῇ ψυχῇ, λογισμῶν εἰρήνη καί κατάστασις, ἀνάπαυσις καί χαρά πνευματική, περιφρονήσις ἀνθρώπων δόξης, ταπείνωσις ἀγαλλιάσει ἀπορρήτῳ συνημμένη, κόσμου μῖσος οὐρανίων ἔρως, μᾶλλον δέ μόνου τοῦ Θεοῦ τῶν οὐρανῶν˙ πρός δέ τούτοις, εἰ καί τούς ὀφθαλμούς τοῦ βλέποντος οὐ περικαλύψειέ τις τινηκαῦτα μόνον, ἀλλά καί ἐξορύξειεν, οὐδέν ἧττον τηλαυγῶς ὁρᾷ τό φῶς. Πῶς ἄν οὖν πεισθείη τις τῷ δι᾿ ἀέρος ὁρατόν τοῦτο ἀποφαινομένῳ καί μηδέν λογικῇ ψυχῇ λυσιτελές, ὡς ταῖς (σελ. 636) σωματικαῖς αἰσθήσεσι προσῆκον; Ἀλλ᾿ ὁ θεατής ἐκεῖνος, νοῶν ὡς οὐ τῇ αἰσθήσει ᾗ αἰσθήσει θεώμενός ἐστι, νῷ οἴεται ὁρᾶν˙ ἐξετάζων δέ καί ἀνασκοπούμενος, οὐδ᾿ ἐκεῖνον εὑρίσκει περί τό φῶς ἐκεῖνο ἐνεργοῦντα˙ καί τοῦτ᾿ ἔστιν ὅ νόησιν ὑπέρ νόησίν φαμεν, τοῦτο διά τούτων λέγοντες, ὡς ὁ ἔχων νοῦν καί αἴσθησιν ὁρᾷ, ὑπέρ ταῦτα δέ ἀμφότερα. Μή μέντοι τοῦ μεγάλου Διονυσίου πρός Τιμόθεον λέγοντος ἀκούων, ὡς «τάς αἰσθήσεις κατάλιπε καί τάς νοεράς ἐνεργείας καί πρός τό ὄντως ὄν ἀνατάθητι», μή δύνασθαι λογίσῃ τότε τόν ἄνθρωπον διανοεῖσθαι ἤ ὁρᾶν (οὐ γάρ ἀποβολήν πάσχει τούτων τῶν δυνάμεων, εἰ μή κατ᾿ἔκπληξιν), τοῦ δέ κατά τήν ἔνωσιν φωτός καί τῆς κατά τοῦτο ἐνεργείας τάς νοεράς ἐνεργείας παντάπασιν ἀπολιμπάνεσθαι διδάσκου. Καί τοῦτο δείκνυσι σαφῶς ὁ κορυφαῖος καί θεμέλιος τῆς Ἐκκλησίας Πέτρος. Κατά γάρ τήν ὥραν τῆς ἱερᾶς Πεντηκοστῆς ἐκείνην, καθ᾿ ἥν τῆς ἀπορρήτου καί θείας ἠξιοῦτο ἑνώσεως, καί τούς συμπεφωτισμένους ἤδει καί τούς συνειλεγμένους ἑώρα καί τῶν πρό αὐτῶν λεγομένων ἠκροᾶτο καί τοῦ διαστήματος τῆς ἡμέρας ἐπῃσθάνετο˙ «τρίτη» γάρ, φησίν, «ἐστίν ὥρα τῆς ἡμέρας». «Τό γάρ ἐπικαλυπτομένου τοῦ ἀνθρωπίνου νοῦ παρά τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος ἐξεστηκότας τούς ἐνεργομένους γίνεσθαι παρά τήν ἐπαγγελίαν ἐστί τῆς θείας ἐπιδημίας. Οὐ γάρ ἔκφρων γίνεται ὁ θεόληπτος˙ ὅλως δέ, τίνα λόγον ἔχει ἐκ τοῦ τῆς σοφίας Πνεύματος μεμηνότι παραπλήσιον γίνεσθαι»; τό φῶς γάρ τοῦτο σοφία ἐστί Θεοῦ, ἐγγινομένη τῷ τεθεωμένῳ καί μή χωριζομένη τοῦ Θεοῦ «δι᾿ αὐτοῦ» γάρ, φησί, «πᾶσα γνῶσις ἀποκαλύπτεται καί Θεός πρός ἀλήθειαν τῇ φιλουμένῃ ψυχῇ γνωρίζεται», ἀλλά καί δικαιοσύνη καί ἁγιότης καί ἐλευθερία. Ἄκουσον Παύλου, «ὅπου τό Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία»˙ καί πάλιν, «ὡς ἐγενήθη ἡμῖν σοφία ἀπό Θεοῦ καί δικαιοσύνη καί ἁγιασμός καί (σελ. 638) ἀπολύτρωσις». Ἄκουσον τοῦ μεγάλου Βασιλείου, «τό κινηθέν ὑπό Πνεύματος ἁγίου κίνησιν ἀΐδιον, ζῶον ἅγιον ἐγένετο˙ ἔσχε δέ ἀξίαν ἄνθρωπος, Πνεύματος εἰσοικισθέντος ἐν αὐτῷ, προφήτου, ἀποστόλου, ἀγγέλου, Θεοῦ, ὤν πρότερον ” γῆ καί σποδός”». Ἄκουσον τοῦ χρυσοῦ τήν γλῶτταν Ἰωάννου, «τό στόμα δι᾿ οὗ ὁ Θεός φθέγγεται στόμα ἐστί Θεοῦ˙ καθάπερ γάρ τοῦτο τό στόμα τῆς ψυχῆς ἡμῶν ἐστι, καίτοι ψυχῆς οὐκ ἐχούσης στόμα, οὕτω καί τό στόμα τῶν προφητῶν στόμα ἐστί Θεοῦ». Ἄκουσον ἐπισφραγιζομένου ταῦτα τοῦ Κυρίου˙ μετά γάρ τό εἰπεῖν «δώσω ἡμῖν στόμα καί σοφίαν ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδέν ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν», ἐπήνεγκεν˙ «οὐ γάρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλά τό Πνεῦμα τοῦ Πατρός ὑμῶν τό λαλοῦν ἐν ὑμῖν». Ταύτῃ γοῦν τῇ σοφίᾳ χρήσασθαι κακῶς οὐκ ἔνι. Καί τί λέγω χρήσασθαι; καί γάρ οὐδέ κτήσασθαι ταύτην ἔνι τήν ἀρχήν μή προκαθηράμενον διά πράξεως˙ καί τοῦτό ἐστι τό παρά τοῦ σοφοῦ Σολομῶντος λεγόμενον, ὅτι «εἰς κακότεχνον ψυχήν οὐκ εἰσελεύσεται σοφία, οὐδέ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας»˙ εἰ γάρ καί φθάσει τήν ἀρχήν ἡμῖν ἐνῳκισμένη ταῖς εἰσαγωγικαῖς καλῶς κεχρημένοις ἀρεταῖς, μεταβαλλόντων ἡμῶν ἐπί τό χεῖρον ἀφίπταται. «Πνεῦμα γάρ ἅγιον παιδείας ἐπαναστήσεται ἀπό λογισμῶν ἀσυνέτων», κατά τόν αὐτόν Σολομῶντα. Τήν δ᾿ ἐκ φύσεώς τε καί μαθήσεως σοφίαν κτήσαιτ᾿ ἄν τις καί τῶν τούς τρόπους πονηρῶν καί χρήσαιτ᾿ ἄν ταύτῃ καταλλήλως τοῖς τρόποις, ὥσπερ καί τῇ φύσει. Τοσοῦτο γοῦν αὕτη τῆς πνευματικῆς σοφίας ἀποδεῖ, ὁπόσον καί τοῦ Πνεύματος ἡ φύσις. Ποῦ τοιγαροῦν εἰσιν οἱ λέγοντες ὅτι διά μαθήσεως τήν τῶν προφητῶν καί ἀποστόλων σοφίαν κτώμεθα; Ὅτι δέ διά τοῦ φωτός ἐκείνου καί ἡ πνευματική σοφία δίδοται, (σελ. 640) σύνδυο κατά ταὐτόν λεγόντων ἄκουσον. «Τῷ γάρ μακαρίῳ», φησί, «Παύλῳ τό ἐλλάμψαν ἐν τῇ ὁδῷ φῶς, δι᾿ οὗ καί εἰς τρίτον οὐρανόν ἦρται καί μυστηρίων ἀλαλήτων ἀκουστής ἐγένετο, οὐ νοημάτων τις καί γνώσεως φωτισμός ἦν, ἀλλά δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος καθ᾿ ὑπόστασιν ἐν τῇ ψυχῇ ἔλλαμψις, οὗ τήν ὑπερβολήν τῆς λαμπρότητος οἱ τοῖς σαρκός ὀφθαλμοί μή διηνεγκότες ἀπετυφλώθησαν, δι᾿ οὗ πᾶσά γε γνῶσις ἀποκαλύπτεται καί Θεός πρός ἀλήθειαν τῇ ἀξίᾳ και φιλουμένῃ ψυχῇ γνωρίζεται». Τοῦτο τό φῶς καί ζωή ἐστιν ἀΐδιος, ἐνιεμένη τῷ τεθεωμένῳ καί μή χωριζομένη τοῦ Θεοῦ. Οὕτως ὁ Παῦλος ἔλεγε, «ζῶ δέ οὐκέτι ἐγώ, ζῇ δέ ἐν ἐμοί Χριστός». Οὕτω περί τοῦ Παύλου Μάξιμός φησιν, ὡς «τήν ἐνοικήσαντος ἔζη θείαν καί ἀΐδιον ζωήν». Οὕτω Βασίλειος ὁ μέγας εἶπεν, «ἥν ζωήν εἰς ἑτέρου ὑπόστασιν προΐεται τό Πνεῦμα, οὐ χωρίζεται αὐτοῦ, ἀλλ᾿ ὥσπερ πυρός, τό μέν ἔστιν ἡ συνοῦσα θερμότης, τό δέ ἥν παρέχει τῷ ὕδατι ἤ ἑτέρῳ τινί τῶν τοιούτων, οὕτω καί αὐτό καί ἐν ἑαυτῷ ἔχει τήν ζωήν καί οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωήν θείαν καί οὐράνιον κεκτημένοι». Αὔτη ἐστίν ἡ ζωή ἥν οὗτος ἀλλαχοῦ «κίνησιν» προσεῖπε «πνευματικήν καί ἀΐδιον», καί τόν μετασχόντα ταύτης ἅγιον τελέσαι, «γῆν ὄντα καί πηλόν πρότερον». Ποῦ εἰσιν οἱ λέγοντες κτιστήν τήν θεουργόν χάριν τοῦ Θεοῦ καί μηδέν πλήν τῆς ὑπερουσιότητος αὐτοῦ ἀΐδιον; Ἀλλ᾿ ἐρεῖ τις ζωήν λέγειν τοῦτον ἀΐδιον, ἀλλ᾿ οὐχί φῶς; Ἀλλ᾿ οἱ λέγοντες ἔλλαμψιν ἀΐδιον καί δόξαν ὁρατήν ἀΐδιον φῶς δήπου λέγουσιν ἀΐδιον τοῖς ἁγίοις μόνοις μεθεκτόν. Ὅτι δέ καί ὁ μέγας Βασίλειος φῶς οἶδε τοῖς τοιούτοις μεθεκτόν, νοερόν, προκόσμιόν τε καί ὑπερκόσμιον, εἴσῃ σαφῶς τήν Ἑξαήμερον αὐτοῦ μετά χεῖρας λαβών˙ «λογιζόμεθα» γάρ, φησίν, «ὅτι, εἴπερ τι ἦν πρό τῆς τοῦ αἰσθητοῦ (σελ. 642) τούτου καί φθαρτοῦ κόσμου συστάσεως, ἐν φωτί ἄν ἦν δηλονότι˙ οὔτε γάρ αἱ τῶν ἀγγέλων ἀξίαι οὔτε πᾶσαι αἱ ἐπουράνιαι στρατιαί οὔτε ὅλως, εἰ τί ἐστιν ὠνομασμένον ἤ ἀκατονόμαστον τῶν λογικῶν φύσεων καί τῶν λειτουργικῶν πνευμάτων, ἐν σκότῳ διῆγεν». Διό καί ἡμῖν ὁ αὐτός ἐπεύχεται ἐκεῖ λέγων˙ «ὁ Πατήρ τοῦ ἀληθινοῦ φωτός, ὁ τήν ἡμέραν κοσμήσας τῷ οὐρανίῳ φωτί, ὁ τήν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός, ὁ τοῦ μέλλοντος αἰῶνος τήν ἀνάπαυσιν εὐτρεπίσας τῷ νοερῷ καί ἀπαύστῳ φωτί, φωτίσειεν ἡμῶν τάς καρδίας ἐν ἐπιγνώσει τῆς ἀληθείας». Ὅτι δέ τό νοερόν τοῦτο καί προκόσμιον καί ἄπαυστον φῶς αὐτός ἐστιν ὁ Θεός, Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος σαφῶς ἐξεῖπε˙ «βουληθείς» γάρ, φησίν, «ὁ Θεός τόνδε τόν κόσμον συστήσασθαι, τοῖς μέν ἀϊδίοις αὐτός ἐστι φῶς, οὐκ ἄλλο˙ τί γάρ ἔδει φωτός ἑτέρου τοῖς τό μέγιστον ἔχουσι;». Τοῦτο δή τό φῶς καί πῦρ ἐστι θεῖον καί ἄϋλον, ψυχάς φωτίζειν πεφυκός. Τοῦτο γάρ, κατά τόν μέγαν αὖθις φάναι Βασίλειον, κἀν τοῖς ἀποστόλοις ἐνήργησεν, ἡνίκα ἐλάλουν πυρίναις γλώσσαις, ὅ καί Παῦλον περιλάμψαν, τήν μέν αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσε, τούς δέ ὀφθαλμούς τῆς καρδίας ἐφώτισεν˙ οὐ γάρ χωρεῖ σαρκός ὅρασις ἐκείνου τοῦ φωτός τήν δύναμιν. Τοῦτο τό πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ˙ τοῦτο ἐν εἴδη ὀχήματος τόν Ἠλίαν ἐκ τῆς γῆς ἀνήρπασε˙ τούτου τοῦ πυρός τήν ἐνέργειαν ζητῶν ὁ μακάριος Δαυίδ ἔλεγε, «δοκίμασόν μέ, Κύριε, καί πείρασόν με, πύρωσον τούς νεφρούς μου καί τήν καρδίαν μου». Τοῦτο τό πῦρ τήν καρδίαν Κλεόπα καί τοῦ σύν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ σωτῆρος αὐτοῖς μετά τήν ἐκ νεκρῶν ἀνάστασιν. Καί οἱ ἄγγελοι καί τά λειτουργικά πνεύματα τούτου τοῦ πυρός μετέχουσι κατά τό γεγραμμένον, «ὁ ποιῶν τούς ἀγγέλους αὐτοῦ πνεύματα καί τούς λειτουργούς αὐτοῦ πυρός φλόγα». (σελ. 644) Τοῦτο τό πῦρ τήν ἐν τῷ ὀφθαλμῷ δοκόν κατακταῖον, καθαρόν τόν νοῦν ἀποκαθίστησιν, ἵνα τό κατά φύσιν ἀπολαβών διορατικόν μή τό ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κάρφος ὁρᾷ, ἀλλά διηνεκῶς τά τοῦ Θεοῦ θαυμάσια κατανοῇ κατά τόν λέγοντα, «ἀποκάλυψον τούς ὀφθαλμούς μου καί κατανοήσω τά θαυμάσια ἐκ τοῦ νόμου σου». Τοῦτο τό πῦρ δαιμόνων ἐστί φυγαδευτήριον καί κακίας πάσης ἀναλωτικόν, ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δύναμις καί ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμός καί λογικῶν δυνάμεων σύστασις. Τοῦτο καί ἡμεῖς εὐξώμεθα φθάσαι καί εἰς ἡμᾶς, ἵνα πάντοτε ἐν τῷ φωτί περιπατοῦντες, μηδέποτε κἄν πρός βραχύ προσκόψωμεν. Ὁ δέ Χρυσόστομος θεολόγος, διδάσκων τί ἐστι τό φῶς, ὅ ραγήσεται πρώϊμον τῷ ἐλεοῦντι, «οὐ τοῦτο», φησίν, «ἐστί τό αἰσθητόν, ἀλλ᾿ ἕτερον πολλῷ βέλτιον, ὅ τόν οὐρανόν ἡμῖν δείκνυσι καί τούς ἀγγέλους καί τάς αὐλάς τάς βασιλικάς˙ ἄν γάρ τοῦ φωτός τούτου καταξιωθῇς, καί ταῦτα ὄψει, καί ἀπαλλαγήσῃ γεέννης καί ἀπελεύσῃ ἔνθα ἀπέδρα ὀδύνη καί λύπη, ἔνθα πολλή ἡ χαρά καί ἡ εἰρήνη καί ἡ ἀγάπη, ἔνθα ζωή αἰώνιος καί δόξα ἄρρητος καί κάλλος ἄφραστον˙ πάντα τοίνυν φέρωμεν εὐκόλως, ἵνα τοῦ ἐνδύματος ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν καί τῆς ἀπορρήτου δόξης ἐκείνης». Ἀλλά γάρ εἰς ἀρχήν ἑτέραν ἀναγαγόντες τόν λόγον ἐπανέλθωμεν εἰς τά τοῦ μεγάλου Μακαρίου οἷς συνημμένως τάς ἀρχάς καί προτάσεις τῶν τοῦ κενόφρονος λόγων, ἀφ᾿ ὧν οἴεταί τι καθ᾿ ἡμῶν καί τῆς ἀληθείας συμπεραίνειν, προθέντες εἰς μέσον ἀπελέγξομεν. ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ ΚΑΤΑ ΤΩΝ ΔΕΥΤΕΡΩΝ (σελ. 646) ΚΑΤΑΛΟΓΟΣ ΤΩΝ ΕΚΒΑΙΝΟΝΤΩΝ ΑΤΟΠΩΝ ΕΚ ΤΩΝ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΒΑΡΛΑΑΜ ΠΡΟΤΑΣΕΩΝ Ἤρετό τις τῶν εἰσαγομένων, εἰ δυνατόν ἀνθρώπῳ τῇ προειρημένῃ διαρκεῖν καταστάσει. Συμεώνης τοίνυν ὁ περιδέξιος καί πολύς ἀμφότερον, ἡδύς τε καί ἔνθεος μεταφραστής, ὡς ἐκ προσώπου τοῦ μεγάλου Μακαρίου πρός τόν ἐρωτήσαντά φησιν˙ «ἡ μέν χάρις οὐκ ἔστιν ὅτε μή σύνεστι καί ὡς φυσικόν τι καί πεπηγός ἐγγίνεται τῷ ἀνθρώπῳ ᾧ σύνεστι μία δέ οὖσα, πολυτρόπως, ὡς ἐθέλει, πρός τό τοῦ ἀνθρώπου συμφέρον οἰκονομεῖ καί τό φῶς ἔστι μέν ὅτε μᾶλλον ἐκλάμπει, ἔστι δ᾿ ὅτε καί συστέλλεται, καίτοι γε τῆς λαμπάδος ἄσβεστα καιομένης˙ ὅταν δέ φαιδρυνθῇ πλέον, τότε καθάπερ ἐν μέθῃ πλείονι τῆς τοῦ Θεοῦ ἀγάπης καί ὁ ἄνθρωπος ἐξετάζεται». Ἐν δέ τῷ ἑβδομηκοστῷ τετάρτῳ κεφαλαίῳ πάλιν φησίν˙ ἡ καθαράν τήν ἰδίαν ἀπολαβοῦσα φύσιν ψυχή «τρανοῖς καί ἀνεπικωλύτοις ὀφθαλμοῖς τήν δόξαν τοῦ ἀληθινοῦ φωτός κατοπτεύει» καί οἱ τοιοῦτοι ἄνθρωποι «καίτοι τό βάρος περικείμενοι τῆς σαρκός, ἀλλ᾿ οὖν διά τόν ἀρραβῶνα τοῦ Πνεύματος ἐν τῷ ἀσφαλεῖ αὐτοῖς κεῖται τά τῶν ἐλπίδων, καί ὅτι συμβασιλεύουσι τῷ Χριστῷ καί ἐν πλεονασμῷ καί περιουσίᾳ Πνεύματος ἔσονται οὐδέν αὐτοῖς τό ἐνδοιαζόμενον˙ αὐτόθεν γάρ ἤδη πρός ἐκεῖνον ἁρπάζονται τόν αἰῶνα καί τά ἐκεῖ κάλλη καί θαύματα καθορῶσι˙ καθάπερ γάρ ὁ σωματικός ἀφθλαμός, ἀπαθῶς τε καί ὑγιῶς ἔχων, ταῖς ἡλιακαῖς αὐγαῖς θαρρούντως ἐνατενίζει, οὕτω καί οὗτοι φωτεινῷ χρώμενοι καί διακεκαθαρμένῳ τῷ νῷ, τάς ἀδύτους αὐγάς Κυρίου διαπαντός ἐποπτεύουσι». Καί πάλιν, «ἡ τοιαύτη», φησί, «τοῦ Πνεύματος ἔλλαμψις οὐχ οἷον νοημάτων μόνον ἀποκάλυψίς ἐστι (σελ. 648) καί φωτισμός χάριτος, ὥσπερ εἴρηται, ἀλλ᾿ ὑποστατικοῦ φωτός ἐν ταῖς ψυχαῖς βεβαία καί διηνεκής ἔλλαμψις˙ τό γάρ εἰπεῖν ”ἐκ σκότους φῶς λάμψει ὅς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρός φωτισμόν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ”, καί τό, “φώτισον τούς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον” , τουτέστιν, ἵνα μή λυομένης τῆς σαρκός ἡ ψυχή ἐπισκοτῆται τῷ τοῦ θανάτου τῆς κακίας καλύμματι, πρός δέ καί τό, “ἀποκάλυψον τούς ὀφθαλμούς μου καί κατανοήσω τά θαυμάσια ἐκ τοῦ νόμου σου”, καί τό, «ἐξαπόστειλον τό φῶς σου καί τήν ἀλήθειάν σου, αὐτά με ὁδηγήσουσι καί ἄξουσιν εἰς ὄρος ἅγιόν σου καί εἰς τά σκηνώματά σου», ἀλλά μήν καί τό, “ἐσημειώθη ἐφ᾿ ἡμᾶς τό φῶς τοῦ προσώπου σου, Κύριε”, τήν αὐτήν ἀκολουθίαν τοῦ σκοποῦ παρίστησι». Καί, «τῷ μακαρίῳ δέ», φησί, «Παύλῳ τό ἐλλάμψαν ἐν τῇ ὁδῷ φῶς, δι᾿ οὗ καί εἰς τρίτον οὐρανόν ἦρται καί μυστηρίων ἀλαλήτων ἀκουστῆς ἐγένετο, οὐ νοημάτων τις καί γνώσεως φωτισμός ἦν, ἀλλά δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος καθ᾿ ὑπόστασιν ἐν τῇ ψυχῇ ἔλλαμψις, οὗ τήν ὑπερβολήν τῆς λαμπρότητος οἱ τῆς σαρκός ὀφθαλμοί μή διενεγκότες ἀπετυφλώθησαν, δι᾿ οὗ πᾶσά τε γνῶσις ἀποκαλύπτεται καί Θεός πρός ἀλήθειαν τῇ ἀξίᾳ καί φιλουμένῃ ψυχῇ γνωρίζεται». Ταῦτα μέν ταύτη θαυμαστόν δέ οὐδέν εἰ ἐν κρίσει τούς λόγους οἰκονομοῦντες οἱ ἅγιοι καί τῇ τῶν ἀκροωμένων δυνάμει σύμμετρον τήν διδασκαλίαν ἀποδιδόντες πολυτρόπως τάς ὁράσεις ταύτας διερμηνεύουσιν. Ὁ μέντοι θεῖος καί πιστός ἑρμηνεύς Συμεών, ἐκ τοῦ διά πείρας καλῶς εἰδότος τάς μυστικάς καί τελεστικάς ἐνεργείας τοῦ Πνεύματος μυηθείς, ὡς ἀπ᾿ ἐκείνου πάλιν φησίν, ἀκούοντες τοῦ λόγου τῆς βασιλείας καί πρός δάκρυα καταγόμενοι, μή τοῖς ἡμετέροις τούτοις ἐναπομείνωμεν δάκρυσι, μηδέ τῇ ἡμῶν ἀκοῇ, ὡς καλῶς ἀκούσαντες, μηδέ τοῖς ὀφθαλμοῖς, ὡς καλῶς ἰδόντες, καί ἀρκούντως ἔχειν ἑαυτούς λογισώμεθα˙ «καί γάρ εἰσίν (σελ. 650) ἕτερα ὦτα καί ἕτεροι ὀφθαλμοί καί κλαυθμοί ἕτεροι, ὡς δέ καί διάνοια καί ψυχή ἑτέρα, ὅπερ ἐστίν αὐτό τό θεϊκόν Πνεῦμα καί ἐπουράνιον, τό ἀκοῦόν τε καί κλαῖον, εὐχόμενόν τε καί γινῶσκον καί τό τοῦ Θεοῦ θέλημα ἐν ἀληθείᾳ ποιοῦν»˙ «τοῖς μέντοι τήν ἀρετήν ἄκροις καί ὧν ἐνεργῶς τό νοερόν φῶς ταῖς καρδίαις ἐνέλαμψεν ἐπίδηλα ταῦτα καί καταφανῆ γίνεται˙ “τελείων” γάρ, ὁ μακάριός φησι Παῦλος, “ἡ στερεά τροφή, τῶν διά τήν ἕξιν αἰσθητήρια γεγυμνασμένων πρός τήν τοῦ καλοῦ τε κακοῦ διάκρισιν˙ ἀλλά καί ὁ θεῖος Πέτρος φησί, “καί ὑμεῖς ἔχοντες τόν προφητικόν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καί φωσφόρος ἀνατελεῖ ἐν ταῖς καρδίαις ὑμῶν”». Ὁ δέ Βαρλάαμ, τά τοιαῦτα πάντα παρ᾿ οὐδέν θέμενος, ἀλλά καί προθέμενος ὡς τοῦ Μασσαλιανῶν ὑπάρχοντα δόγματος, τοῦ προστάτου τούτων Βλαχερνίτου ποιεῖται συλλήβδην ἅπαντα καί, ἀσεβεῖς αὐτός φανερῶς ἀποφηνάμενος εἶναι τούς ἀΐδιον ἄλλο τι παρά τήν οὐσίαν τοῦ Θεοῦ λέγοντος, τό τήν ἀΐδιον δόξαν τοῦ Θεοῦ ὁρᾶν τῷ Βλαχερνίτῃ τούτῳ φέρων χαρίζεται. Ποῦ γάρ ἐκεῖνος εὕρηται μή τήν οὐσίαν ὁρατήν λέγων τοῦ Θεοῦ, ἀλλά τήν ἀΐδιον δόξαν; Εἰ γάρ τοῦτ᾿ εἶπεν, ὡς μεταμαθόντα τήν εὐσέβειαν, πάσης ἄν ἡμεῖς τοῦτον ἀπελύσαμεν αἰτίας, ἐπεί καί Στέφανος τήν ὑπερουράνιον εἶδε δόξαν τοῦ Θεοῦ. Τίς γάρ ἦν χρεία τούς οὐρανούς διανοιγῆναι, εἰ μή τήν ὑπέρ αὐτούς δόξαν ὁ θεατής αὐτῆς ἐκεῖνος ὁρᾶν; Ἀλλά καί τοῖς ὀφθαλμοῖς εἶδεν˙ «ἀτενίσας γάρ», φησίν, «εἶδεν». Ἀλλά καί ὑπέρ αἴσθησιν ἑώρακεν αὐτήν˙ ποία γάρ ὄψεως ἰσχύς μέχρις αὐτῶν ἐλθεῖν τῶν ὑπερουρανίων δυνηθείη ἄν; Γρηγόριος δέ ὁ τῆς θεολογίας ἐπώνυμος λέγων τῆς ἀϊδίου δόξης τούς ἀγγέλους θεωρούς, μή καί αὐτός τραπεζούντιος ὁ Βλαχερνίτης ἦν; Ρᾳδίως δ᾿ ἄν αὐτός οἶμαι καί τούς ἐν οὐρανοῖς ἀγγέλους ὑπό τῆς πλάνης ἁλῶναι φαίης, (σελ. 652) ὁ τούς κατ᾿ ἐκείνους ἐν γῇ βιοῦν ᾑρημένους ἐγκρίναι τοῖς κακοδόξοις τολμήσας, τούς γε μήν ἐξυμνοῦντας τήν μοναρχικωτάτην τριάδα, ὡς φυσικήν συναΐδιον δόξαν προβαλλομένην καί ἐπιποθοῦντας τήν ἄφθεγκτον ἰδεῖν αὐγήν˙ ἤ μή καί τούτους τοῖς Μασσαλιανοῖς ἐναριθμήσωμεν; Τούς δ᾿ ἐπευχομένους ὑπό τῆς οὐσιώδους αἴγλης καταυγασθῆναι τοῦ Θεοῦ καί τυχεῖν οὕτω τῆς φωτοδότιδος αὐγῆς, ποίας ἐροῦμεν αὐτούς αἴγλης καί αὐγῆς ἐρᾶν; Οὐ γάρ ἡ γνῶσις, ἥν σύ μόνην λέγεις θεῖον φῶς, οὐσιώδης αἴγλη τοῦ Θεοῦ ἐστιν. Οἱ δ᾿ ἰδόντες «τήν κεκρυμμένην ἀστραπήν ὑπό τήν σάρκα τῆς οὐσιώδους εὐπρεπείας» τοῦ Χριστοῦ, τίνα σοι δοκοῦσιν ἀστραπήν ἰδεῖν; Οὐ γάρ δή τό αἰσθητόν φῶς οὐσιώδης ἐστίν εὐπρέπεια Θεοῦ. Πῶς δέ καί κτιστόν τό τῆς ἀνωτάτω Τριάδος οὐσιῶδες φῶς; Τί τοίνυν βουλόμενος Μασσαλιανῶν τά τοιαῦτα γράφεις εἶναι καί τοσούτοις τε καί τηλικούτοις ἀντιλέγεις, ἄνθρωπε; Ἆρα τούς Μασσαλιανούς ὀρθοδόξους ἤ τούς ὀρθοδόξους ἀποφῆναι Μασσαλιανούς καί μυσαρούς; Καί γάρ ἐκ τῶν σῶν λόγων ἑκάτερον ἐκβαίη ἄν. Σέ δή ποῦ χοροῦ τάξομεν ἡμεῖς; «Οἱ μέν γάρ τοῦ Βλαχερνίτου λόγου», φησίν, «ὡς ἐν κεφαλαίῳ τοιοῦτοι˙ συμβαίνει δέ τούτους τοῖς φανερωτάτοις σχεδόν τῶν τῆς Ἐκκλησίας δογμάτων ἐναντίως ἔχειν πρῶτον μέν γάρ, ὄντος ὁμολογουμένου βεβαίως ἕν καί μόνον ἄναρχον καί ἀτελεύτητον, τήν οὐσίαν τοῦ τά πάντα πεποιηκότος Θεοῦ, τά δέ παρά ταύτην πάντα γενητῆς εἶναι φύσεως, καί μηδεμίαν ἄλλην ὀντότητα εἶναι μεταξύ τῆς οὐσίας τοῦ Θεοῦ καί τῶν γενητῶν, οὗτος ἐτόλμησε μεταξύ τι θεῖναι». Ὤ τῆς ἀμαθίας, εἴπερ οἴεται τοῦτ᾿ εἶναι δόγμα τῆς Ἐκκλησίας βεβαίως ὁμολογούμενον˙ ὤ τῆς ἀπονοίας, εἴπερ ἤλπισέ τινα τῶν νοῦν ἐχόντων διά τῶν τοιούτων ἀπατήσειν ρημάτων, (σελ. 654) καί ταῦτα τοῦ μεγάλου Διονυσίου ἀνάρχους καί ἀτελευτήτους διαρρήδην φάσκοντος καί τάς ὑπό τοῦ Θεοῦ ἐγγινομένας ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἐλλάμψεις, ᾧ συνῳδά καί Γρηγόριος ὁ θεολόγος τήν ὁρατήν ἀγγέλοις δόξαν τοῦ Θεοῦ ἀΐδιον προσεῖπεν. Ἀλλ᾿ οὗτος ὁ καινός θεολόγος, οὐκ οἶδ᾿ ὅθεν μυηθείς, «ἕν», φησί, «μόνον ἄναρχον καί ἀτελεύτητον, ἡ οὐσία τοῦ Θεοῦ˙ τά δέ παρά ταύτην πάντα γενητῆς ἐστι φύσεως», τουτέστι κτιστά ἐστι καί ἀρχήν ἔσχε καί ἦν ὅτε οὐκ ἦν. Τά γοῦν περί τήν οὐσίαν ταύτην, ὦ μακάριε, παρά ταύτην δήπουθεν˙ περί αὐτήν γάρ εἰσιν. Οὐκοῦν οὐδέν τῶν περί αὐτήν ἄναρχον κατά τούς σούς λόγους, ἀλλ᾿ ἦν ὅτε οὐκ ἦν τά τοιαῦτα πάνθ᾿ ἁπαξαπλῶς˙ μόνον γάρ ἄναρχον ἡ οὐσία κατά σέ. Οὐκοῦν ἦν ὅτε οὐκ ἦν ὁ Θεός Πατήρ˙ οὐκ οὐσία γάρ τοῦτο, ἀλλά παρά τήν οὐσίαν, περί τήν οὐσίαν ὄν. Εἰ δέ ἐξ ἀϊδίου ἐστί Πατήρ καί ἄναρχόν ἐστιν αὐτῷ τό ἀγέννητον, μόνον δέ κατά σέ ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ, τοῦτ᾿ αὐτό ἐστι τό ἀγέννητον, οὐσία τοῦ Θεοῦ, ὅ τῶν Εὐνομίου κακοδόξων δογμάτων ἐστί τό κεφάλαιον. Ἀλλά καί τό γεννητόν ἤ οὐκ ἄνάρχως ἔχει ὁ Υἱός καί ἦν ὅτε οὐκ ἦν γεννητῶς καί ἔσται ὅτε μή, ὡς καί Σαβέλλιος ἄν εἶπεν, ἤ, εἴπερ ἄναρχον αὐτῷ γεννητόν, τοῦτ᾿ αὐτό ἐστιν αὐτοῦ οὐσία, μόνης ἀνάρχου τῆς οὐσίας οὔσης˙ οὐ τῆς αὐτῆς ἄρ᾿ οὐσίας ὁ Υἱός ὑπάρχει τῷ Πατρί, ἀλλά καί τῆς ἀντικειμένης. Τούς αὐτούς δ᾿ ἄν τις φαίη λόγους καί περί τοῦ ἁγίου Πνεύματος, καί ὥσπερ ἐκεῖ τοῖς ἀθετοῦσι τήν τοῦ Υἱοῦ θεότητα, οὕτως ἐνταῦθα τοῖς πνευματομάχοις ἀναφανήσῃ συνιστάμενος. Τοῦτο τοίνυν φανερόν καί ἀνωμολογημένον δόγμα τῆς Ἐκκλησίας, παρ᾿ οὗ πᾶσα αἵρεσις ἀνεῖται, καθάπερ ἀπό πονηρᾶς τινος πηγῆς; Οὐκ ἄρα ἕν μόνον ἄναρχον, ἡ οὐσία τοῦ Θεοῦ˙ καί γάρ καί τά περί αὐτήν ἀφοριζόμενα πάντα ἄναρχά ἐστιν, οἷον αἱ ὑποστάσεις, αἱ σχέσεις, (σελ. 556) αἱ διακρίσεις καί ἁπλῶς αἱ τῆς ὑπερουσίου θεογονίας ἐκφάνσεις ἅπασαι˙ καί τοῦτό ἐστιν ὁμολογούμενον, ἀλλ᾿ οὐκ ἐκεῖνο. Καί τοσοῦτο τοῦθ᾿ ὁμολογούμενόν ἐστιν ὡς μετά τήν διά σαρκός θείαν ἐπιφάνειαν μηδένα πω τολμῆσαι ἀποφήνασθαι, μηδέ τῶν αἱρέσεσι περιπεσόντων πονηραῖς, ὅ διά τοῦ λέγειν οὗτος ἕν μόνον ἄναρχον, τήν οὐσίαν τοῦ Θεοῦ, παρεισήγαγεν ἀρτίως, ὡς αἱ ὑποστάσεις τε πᾶσαι καί τά ὑποστατικά τῆς ἀνωτάτω Τριάδος ἅπαντα κτιστά. Καί μήν ἐροίμην ἄν ἡδέως τόν λέγοντα ἕν εἶναι μόνον ἄναρχον, τήν οὐσίαν τοῦ Θεοῦ, τά δέ παρά ταύτην γενητῆς φύσεως˙ παντοδύναμον ἡγεῖται ταύτην ἤ οὔ; Οἷον τί λέγω˙ ἔχει τό γνωστικόν, τό προγνωστικόν, τό δημιουργικόν, τό συνεκτικόν, τό προνοητικόν, τό θεουργικόν καί ἁπλῶς πάντα τά τοιαῦτα, ἤ οὔκ ἔχει; Εἰ μέν γάρ οὐκ ἔχει, οὐδέ Θεός ἐστι λοιπόν ἡ μόνη αὕτη ἄναρχος οὐσία. Εἰ δέ ἔχει, εἰ μέν ὕστερόν ποτε ταύτας τάς δυνάμεις προσεκτήσατο, λοιπόν ἦν ὅτε ἀτελής ἦν, ταὐτόν δ᾿ εἶπεῖν οὐδέ Θεός˙ εἰ δ᾿ ἐξ ἀϊδίου εἶχε ταύτας τάς δυνάμεις, οὐχ ἕν μόνον ἄναρχον, ἡ οὐσία τοῦ Θεοῦ, ἀλλά καί τῶν ταύτης δυνάμεων ἑκάστη τούτων. Μία δέ ἄναρχος οὐσία, ἡ οὐσία τοῦ Θεοῦ˙ τῶν γάρ ἐν αὐτῇ τοιούτων δυνάμεων οὐδεμία ἐστίν οὐσία˙ πᾶσαι δ᾿ ἐξ ἀνάγκης ἔνεισιν ἀεί τῇ οὐσίᾳ τοῦ Θεοῦ, ὡς δι᾿ ἀμυδρᾶς εἰπεῖν, εἰκόνος καθάπερ αἱ τῶν αἰσθήσεων δυνάμεις ἐν τῇ λεγομένῃ κοινῇ κατά ψυχήν αἰσθήσει. Καί τοῦτό ἐστι τό φανερόν καί ἀσφαλές καί ἀνωμολογημένον δόγμα τῆς Ἐκκλησίας, ἀλλ᾿ οὐκ ἐκεῖνο, ἄπαγε. Καί γάρ ὡς μία ἄναρχος οὐσία, ἡ οὐσία τοῦ Θεοῦ, αἱ δέ παρά ταύτην οὐσίαι γενητῆς εἰσι φύσεως, παρά τῆς μόνης ἀνάρχου καί μόνης οὐσιοποιοῦ οὐσίας γεγονυῖαι, τόν ἴσον τρόπον καί μία προνοητική δύναμις ἄναρχος, ἡ τοῦ Θεοῦ, αἱ δέ παρά ταύτην γενητῆς φύσεως ὑπάρχουσι, κἀπί (σελ. 658) τῶν ἄλλων ἁπασῶν τοῦ Θεοῦ φυσικῶν δυνάμεων ὡσαύτως. Οὐχ ἕν ἄρα μόνον ἄναρχον, ἡ οὐσία τοῦ Θεοῦ, τά δέ παρά ταύτην γενητῆς φύσεως ὑπάρχει. Βούλεται δέ μοι ὁ λόγος, ὑπό τῆς αὐτοτελοῦς καί πάντα προειληφυίας ἐξ ἀπείρου φύσεως ὁδηγούμενος, οὐ δυνάμεις μόνον, ἅς καί φυσικάς ἐνεργείας εὑρήσεις πολλαχοῦ τοῖς ἁγίοις πατράσι καλουμένας, ἀλλά καί ἔργα τοῦ Θεοῦ ἄναρχα διασαφῆσαι καί τούς πατέρας ἄριστα καί τοῦτ᾿ εἰπεῖν ὡς ἐν βραχεῖ τοῖς ἀπειθοῦσι δεῖξαι. Τί οὖν; Οὐκ ἔδει τοῦ ἔργου τῆς προνοίας καί πρό κτίσεως, ὥστ᾿ εἰς καιρόν ἕκαστον τῶν κτιστῶς ὄντων ἐκ τοῦ μή ὄντος προελθεῖν; Οὐκ ἔδει δέ γνώσεως θεοπρεποῦς, ὥστε γνόντα πρότερον, ἔπειτα ἑλέσθαι, κἄν μή χρονικῶς; Τί δέ αὐτοπτικῆς ἐκείνης θεωρίας ἐννοήσειέ τις ἄν ἀρχήν καί ἦν ὅτε ἤρξατο ὁ Θεός κινεῖσθαι τῇ ἑαυτοῦ θεωρία; Οὐμενοῦν. Μία τοιγαροῦν πρόνοια ἄναρχος, ἡ τοῦ Θεοῦ, ἔργον οὖσα τοῦ Θεοῦ, αἱ δέ παρά ταύτην πρόνοιαι, γενητῆς εἰσι φύσεως˙ οὐκ ἔστι δέ ἡ πρόνοια οὐσία τοῦ Θεοῦ˙ οὐχ ἕν ἄρα μόνον τό ἄναρχον, ἠ οὐσία τοῦ Θεοῦ. Καί μία πρόγνωσις ἄναρχός τε καί ἄκτιστος, ἡ τοῦ Θεοῦ˙ αἱ δέ παρά ταύτην κατά φύσιν ἡμῖν ἐνυπάρχουσαι προγνώσεις ἀρχήν ἔσχον πᾶσαι καί κτισταί εἰσι. Καί μία θέλησις ἄναρχος, ἡ τοῦ Θεοῦ, αἱ δέ παρά ταύτην θελήσεις ἀρχήν ἔσχον ἅπασαι˙ θέλησιν δέ τήν οὐσίαν τοῦ Θεοῦ οὐδ᾿ οἱ θελήσεως Υἱόν εἰπόντες τόν Λόγον τοῦ Θεοῦ ἐτόλμησαν εἰπεῖν. Οἱ δέ προορισμοί καί ἀπ᾿ αὐτοῦ τοῦ ὀνόματος ἐμφαίνουσι τήν πρό τῶν κτισμάτων ὕπαρξιν αὐτῶν˙ εἰ δέ τις ἐθελήσει μή καί προαιωνίους τούτους λέγειν ἐξελεγχθήσεται παρά τοῦ Παύλου λέγοντος, καθώς «προώρισε πρό τῶν αἰώνων ὁ Θεός». Ἀλλά ταῦτα μέν σαφῶς ἄναρχα ἔργα τοῦ Θεοῦ καί προαιώνια, οἷον ἡ πρόγνωσις, ἡ θέλησις, ἡ πρόνοια, (σελ. 660) ἡ αὐτοψία καί εἴ τι παραπλήσιον˙ εἰ δ᾿ ἡ θεωρία καί πρόνοια καί πρόγνωσις, προορισμοί τε καί θέλησις ἄναρχα ἔργα τοῦ Θεοῦ ἐστι, καί ἡ ἀρετή ἄρα, καί γάρ ἀρετή τούτων ἕκαστον ἐστιν, ἀλλά καί ἡ ὀντότης, ἐπεί μή τῆς οὐσίας μόνης, ἀλλά καί παντός ὄντος προηγεῖται ἡ ὀντότης, πρῶτον γάρ ἐστιν˙ εἶτα ἀρετή ἐστιν ἤ θέλησις ἤ προορισμός. Καλῶς ἄρ᾿ ὁ πολύς τά θεῖα Μάξιμός φησιν ὅτι «ἡ ὀντότης καί ἡ ζωή καί ἡ ἁγιότης καί ἡ ἀρετή ἔργα τοῦ Θεοῦ εἰσιν οὐκ ἠργμένα χρονικῶς» καί ἵνα μή τις ἐν αἰῶνι ταῦτ᾿ εἶναι νομίσῃ, κἄν μή χρονικῶς, ἐπήγαγεν, «οὐκ ἦν γάρ ποτε ὅτε οὐκ ἦν ἀρετή καί ἀγαθότης καί ἁγιότης καί ἀθανασία»˙ πάλιν δέ ἵνα μή τις οἰηθείη τά ἐν ἡμῖν τοῦτον λέγειν ἄναρχα, ἐπάγει ὅτι «τά ἠργμένα τῇ μετοχῇ τῶν οὐκ ἠργμένων καί εἰσί καί λέγονται˙ πάσης γάρ ζωῆς καί ἀθανασίας, ἁγιότητός τε καί ἀρετῆς», δηλαδή τῆς φυσικῶς ἡμῖν ἐνυπαρχούσης, «δημιουργός ἐστιν ὁ Θεός». Ταῦτα μέν οὖν ἐν πεντηκοστῷ κεφαλαίῳ τῆς πρώτης Ἑκατοντάδος εἴρηκεν, ἐν δέ τῷ τεσσαρακοστῷ ὀγδόῳ τῆς αὐτῆς οὐσιωδῶς περί τόν Θεόν αὐτά φησι θεωρεῖσθαι καί αὐτά εἶναι τά μεθεκτά, ὧν μετέχουσι τά ὄντα μετέχοντα καί ἠργμένα ἔργα χρονικῶς, ἀνάρχων ἔργων ἐκείνων ὄντων, «οὐ γάρ ποτε», φησί, «πρεσβύτερον ἀρετῆς τό “οὐκ ἦν”, οὐδέ τινος ἄλλου τῶν εἰρημένων», οἷα τόν Θεόν ἔχοντα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα. Καί ἵνα μή τινι δόξῃ τήν ὑπερουσιότητα ἐκείνην λέγειν, ᾗ κατά τήν ἀπόλυσιν πάντων τῇ διανοίᾳ ἐπιβάλλομεν, ἐν τῷ τεσσαρακοστῷ ἐνάτῳ ἐφεξῆς εὐθύς γράφων εἶπεν ὅτι καί «τῶν μεθεκτῶν ἀπειράκις ἀπείρως ὁ Θεός ὑπερεξῄρηται», τῆς ἀνάρχου δηλαδή, ταὐτόν δ᾿ εἰπεῖν ἀκτίστου, ἐκείνης ἀγαθότητος καί ἁγιότητος καί ἀρετῆς. Οὔκουν ταῦθ᾿ ἁπλῶς ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ ἐστιν οὔθ᾿ ἠ ἄκτιστος ἀγαθότης οὔτε ἠ ἀΐδιος δόξα ἤ ζωή καί τά τοιαῦτα. Καί τούτων γάρ (σελ. 662) ὡς αἴτιος ὁ Θεός ὑπερεξῄρηται. Ζωήν δέ λέγομεν αὐτόν καί ἀγαθότητα καί τά τοιαῦτα, καλοῦντες αὐτόν ἀπό τῶν παραστατικῶν ἐνεργειῶν τε καί δυνάμεων τῆς ὑπερουσιότητος ἐκείνης, ἐπεί, κατά τόν μέγαν Βασίλειον, πίστωσις πάσης οὐσίας ἡ κατά φύσιν καθέστηκε ταύτης ἐνέργεια, τόν νοῦν ἐπί τήν φύσιν ἀνάγουσα˙ κατά δέ τόν Νύσσης θεῖον Γρηγόριον καί τούς ἄλλους πατέρας ἅπαντας, «ἐνέργειά ἐστι φυσική ἡ δηλωτική πάσης οὐσίας δύναμις, ἧς μόνον ἐστέρηται τό μή ὄν˙ τό γάρ ὄν, οὐσίας τινός μετέχον, καί τῆς δηλούσης αὐτήν φυσικῶς μεθέξει πάντως δυνάμεως». Ἀλλά καί ὡς ὅλον ἐν ἑκάστῃ ὄντα τῶν θεοπρεπῶν ἐνεργειῶν, ἀφ᾿ ἑκάστης ὀνομάζομεν αὐτόν, ἀφ᾿ οὗ διαδείκνυται καί τό πασῶν τούτων ὑπερεξῃρῆσθαι. Πῶς γάρ πολλῶν οὐσῶν θεοπρεπῶν ἐνεργειῶν, ὅλος ἐν ἑκάστῃ παντάπασιν ἀμερίστως ἐνυπῆρχεν ἄν καί ἀφ᾿ ἑκάστης ὅλος ἑωρᾶτό τε καί ἐκαλεῖτο διά τό τῆς ἀμεροῦς ἁπλότητος ὑπερφυές εἰ μή τούτων ἁπασῶν ὑπερανέστηκε; Καί μήν εἰσίν αἵ τῶν τοῦ Θεοῦ ἐνεργειῶν ἀρχήν καί λῆξιν ἔσχον, ὡς καί τοῦτο πάντες οἱ ἅγιοι συμμαρτυρήσουσιν. Εἰ γάρ καί ὁ πάντα δοκῶν ἀκριβῶς γινώσκειν οὗτος τήν ἀρχήν ἔχον ἅπαν καί κτιστόν ἡγεῖται, διό καί ἕν εἶναι φήσας ἄναρχον, τήν οὐσίαν τοῦ Θεοῦ, ἐπήνεγκεν ὡς ἀντιδιῃρημένον, «τά δέ παρά ταύτην γενητῆς ὑπάρχει φύσεως», εἰ γοῦν ἐκεῖνος τά ἀρχήν λαβόντα καί κτιστά ἅπαντα δοξάζειν, ἀλλ᾿ ἡμεῖς πάσας μέν τά τοῦ Θεοῦ ἐνεργείας ἀκτίστους ὑπαρχούσας οἴδαμεν, οὐ πάσας δέ ἀνάρχους. Εἰ γάρ καί μή τῆς δημιουργικῆς δυνάμεως, ἀλλά τῆς κατά ταύτην πράξεως, δηλαδή τῆς κατά τά δεδημιουργημένα ἐνεργείας, γέγονεν ἀρχή καί τέλος, καί τοῦτ᾿ ἔδειξεν ὁ Μωϋσῆς εἰπών «κατέπαυσεν ὁ Θεός ἀπό πάντων τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι», πῶς οὖν οὐκ ἄλλο παρά τάς οἰκείας ἐνεργείας ἡ ὑπερουσιότης ἐκείνη εἴη; Ἀλλ᾿ ἐρεῖ τάς ἀνάρχους ἐνεργείας ταὐτόν ἐκείνῃ εἶναι; (σελ. 664) Ἀλλ᾿ εἰσιν αἵ τῶν τούτων τέλος ἔσχον, εἰ καί μή ἀρχήν, ὅ καί περί τῆς τοῦ Θεοῦ προγνώσεως ὁ μέγας εἴρηκε Βασίλειος. Οὐκ ἄρα ταὐτόν οὐδέ τοῖς ἀνάρχοις ἐνεργείαις ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ, δι᾿ ὧν καί ὅτι πάσης ἐνεργείας οἱσδηποτοῦν οὐ μόνον ὑπερεξῃρημένη δείκνυται ἐκείνη, ἀλλά καί «ἀπειράκις ἀπείρως» κατά τόν πολύν τά θεῖα Μάξιμον. Ὁ δέ μακάριος Κύριλλος, «ἐνέργεια» φησί, «θεοπρεπής καί δύναμίς ἐστι τό εἶναι πανταχῇ καί χωρεῖν μέν διά πάντων τόν Θεόν, χωρεῖσθαι δέ ὑπ᾿ οὐδενός». Οὐ τοίνυν τοῦτο φύσις Θεοῦ, τό εἶναι πανταχοῦ, εἴπερ μηδέ ἡμῖν φύσις ἐστί τοῦτο μόνον, τό εἶναί που. Τό γάρ μηδαμῶς οὐσία ὄν, πῶς ἄν ἡμῶν οὐσία εἴη; Οὐκ ἄρα ταὐτόν παντάπασιν ἐπί Θεοῦ οὐσία καί ἐνέργεια, εἰ καί ὅλος ἐν ἑκάστῃ ἐνεργείᾳ δείκνυται διά τό τῆς οὐσίας ἀμερές. Ἰωάννης δέ ὁ Χρυσορρήμων «οὐσιώδη ἐνέργειαν» φησί «Θεοῦ τό μηδαμοῦ εἶναι, οὐ τῷ μή εἶναι, ἀλλά τῷ ὑπερεῖναι τόπου καί χρόνου καί φύσεως». Σύ τοίνυν τάχα καί τό μηδαμοῦ εἶναι οὐ τῆς οὐσίας, ἀλλ᾿ οὐσίαν τοῦ Θεοῦ ἐρεῖς, ὁ μηδεμίαν διαφοράν εἰδώς οὐσίας τε καί ἐνεργείας. Ὁ δέ μέγας Βασίλειος, «πῶς οὐ καταγέλαστον», φησί, «τό δημιουργικόν οὐσίαν εἶναι λέγειν, τό προνοητικόν πάλιν οὐσίαν, τό προγνωστικόν ὡσαύτως καί ἁπαξαπλῶς πᾶσαν ἐνέργειαν οὐσίαν τίθεσθαι;». Μάξιμος δέ ὁ θεῖος, «ἡ ἀγαθότης» φησί, «καί πᾶν εἴ τι ἀγαθότητος ἐμπεριέχεται λόγῳ καί ἁπλῶς πᾶσα ζωή καί ἀθανασία καί ὅσα περί τόν Θεόν οὐσιωδῶς θεωρεῖται ἔργα Θεοῦ εἰσι καί οὐκ ἠργμένα χρονικῶς˙ οὐ γάρ ποτε πρεσβύτερον ἀρετῆς τό οὐκ ἦν, οὐδέ τινος ἄλλου τῶν εἰρημένων, κἄν τά μετέχοντα αὐτῶν κατ᾿ αὐτά ἦρκται τοῦ εἶναι χρονικῶς». Οὐδέν ἄρα τῶν τοιούτων οὐσία τοῦ Θεοῦ ἐστιν, οὔτε ἄκτιστος ἀγαθότης, οὔτε ἡ ἄναρχος καί ἀΐδιος ζωή˙ οὐ γάρ ἐκ τῶν κατ᾿ αὐτόν, ἀλλ᾿ ἐκ τῶν περί αὐτόν τοιαῦτα πάντ᾿ ἔστιν. (σελ. 666) Ἔτι κοινῇ πάντες οἱ ἅγιοι πατέρες ἐπί τῆς ἀκτίστου φασί Τριάδος οὐκ ἔστιν εὑρεῖν ὄνομα τῆς φύσεως δηλωτικόν, τῶν δέ ἐνεργειῶν ἐστι τά ὀνόματα. Καί γάρ ἡ θεότης ἐνεργείας ἐστί δηλωτικόν, τό θέειν ἤ τό θεᾶσθαι ἤ τό αἴθειν ἤ τήν αὐτοθέωσιν δηλοῦν. Ταὐτό δέ τῷ ὀνομαζομένῳ τό ὑπερώνυμον οὐκ ἔστιν˙ οὐ ταὐτό ἄρα οὐσία καί ἐνέργεια Θεοῦ. Εἰ δέ ἡ τοῦ Θεοῦ θεότης κυρίως τήν τοῦ Θεοῦ ἐνέργειαν δηλοῖ, κτισταί δέ εἰσιν αὗται κατά σέ, κτιστή ἐστι κατά σέ καί ἡ θεότης τοῦ Θεοῦ. Ἀλλ᾿ οὐ μόνον ἄκτιστος ἀλλά καί ἄναρχος˙ οὐ γάρ ἤρξατό ποτε τοῦ θεᾶσθαι τά ὄντα ὁ εἰδώς τά πάντα πρίν γενέσεως αὐτῶν ὑπέρκειται δ᾿ ὅμως καί τῆς ἐνεργείας ταύτης ἡ ὑπερώνυμος οὐσία τοῦ Θεοῦ, καθ᾿ ὅσον τό οὕτως ἐνεργοῦν, τοῦ ἐνεργουμένου, καί τό ὑπερώνυμον, τοῦ κατά τοῦτον τόν τρόπον ὀνομαζομένου. Ἀλλά τά τοιαῦτα Θεόν ἕνα σέβειν καί θεότητα μίαν οὐδαμῶς προσίσταται, ἐπεί μηδ᾿ ἥλιον ἕνα καί φῶς ἕν αὐτοῦ νομίζειν, τό καί τήν ἀκτῖνα ἥλιον καλεῖσθαι. Ὁρᾷς ὅπως ἡμεῖς ἀκριβῶς ὁμολογοῦμεν τοῖς ἁγίοις. Σύ δέ ὁ τά μεθεκτά λέγων κτιστά καί οὐχί τά ἔργα πάντα μόνον, ἀλλά καί τάς δυνάμεις καί ἐνεργείας πάσας τοῦ Θεοῦ ἀρχήν ἔχειν χρονικήν καί τέλος, ὤ τῆς παραπληξίας καί τῆς πάντα τολμώσῃς ἀδεῶς ἀπονοίας, ἀσεβεῖς ἀποφαινούμενος καί ἀφορισμῷ καί ἀναθέματι καθυποβάλλων τούς καί τῶν ἀκτίστων ἐνεργειῶν ἐπέκεινα κατ᾿ οὐσίαν τόν Θεόν δοξάζοντας ἁγίους, ἐπεί κατ᾿ αὐτήν πάσης ὑπέρκειται θέσεώς τε καί ἀφαιρέσεως, οὐ τοίνυν τοιαῦτα λέγων καί φρονῶν ἔχεις ὅπως δείξῃς μή τοῖς ἀπ᾿ αἰῶνος κακοδόξοις ἐναρίθμιος ὤν, καί ταῦτ᾿ οὐχί τάς ἐνεργείας μόνον πάσας καί πάντα τά ἔργα τοῦ Θεοῦ, ἀλλά καί τάς δυνάμεις τῆς αὐθυπερουσίου φύσεως ἐκείνης κτιστάς ἀποφαινόμενος; Καίτοι τοὔνομα τοῦτο, “ἡ οὐσία”, μιᾶς τῶν τοιούτων δυνάμεων σημαντικόν ἐστι ἐπί Θεοῦ. Φησί γάρ ὁ ἐξ Ἀρείου Πάγου Διονύσιος, (σελ. 668) «εἰ τήν ὑπερούσιον κρυφιότητα Θεόν ἤ ζωήν ἤ οὐσίαν ἤ φῶς ἤ λόγον ὀνομάσομεν, οὐδέν ἕτερον νοοῦμεν ἤ τάς εἰς ἡμᾶς ἐξ αὐτῆς προαγομένας δυνάμεις ἐκθεωτικάς ἤ οὐσιοποιούς ἤ ζωογόνους ἤ σοφοδώρους». Ὅταν οὖν αὐτός λέγῃς ἕν εἶναι μόνον ἄναρχον, τήν οὐσίαν τοῦ Θεοῦ, μίαν μόνην δίδως ἡμῖν νοεῖν Θεοῦ δύναμιν ἄναρχον, τήν οὐσιοποιόν, τάς δέ παρά ταύτην ὑπό χρόνον. Πῶς οὖν ἡ μέν οὐσιοποιός τοῦ Θεοῦ δύναμις ἄναρχος, ἡ δέ ζωοποιός ἕξει χρονικήν ἀρχήν, ἥ τε ζωογόνος καί ἡ σοφοδότις; Ἤ γάρ πᾶσα ἄναρχος θεία δύναμις ἐστιν ἤ οὐδεμία. Σύ δέ τήν μίαν μόνην λέγων καί κατασκευάζων ἄκτιστον, τάς ἄλλας ἐκβάλλεις τοῦ ἀκτίστου πάσας δέ κτιστάς ἀποφαινόμενος, συνεκβάλλεις καί τήν μίαν. Τοιοῦτον γάρ τό ψεῦδος καί ἑαυτῷ ἀνακόλουθόν ἐστι καί αὐτεπίβουλον, εἰκότως, ἵνα ᾗ καί πρός αὐτό ψευδές τε καί λυμαντικόν, αὐτό ἐφ᾿ ἑαυτό χωροῦν καί αὐτό ἑαυτοῦ δι᾿ ἑαυτοῦ καταψευδόμενον. Ἀλλ᾿ ἐρεῖ διά τῆς οὐσίας ἐκεῖνο λέγειν, τό μοναχῶς καί ἑνιαίως ἔχον ἐν ἑαυτῷ πάσας τάς δυνάμεις ταύτας; Ἀλλά πρῶτον μέν Θεόν ἔδει τοῦτο ὀνομάσαι˙ ταύτην γάρ τήν φωνήν ὑπό τῆς Ἐκκλησίας ἐπ᾿ ἐκείνου παρελάβομεν. Καί τῷ Μωϋσῇ δέ χρηματίζων ὁ Θεός, οὐκ εἶπεν «ἐγώ εἰμι ἡ οὐσία», ἀλλ᾿ «ἐγώ εἰμι ὁ ὤν»˙ οὐ γάρ ἐκ τῆς οὐσίας ὁ ὤν, ἀλλ᾿ ἐκ τοῦ ὄντος ἡ οὐσία˙ αὐτός γάρ ὁ ὤν ὅλον ἐν ἑαυτῷ συνείληφε τό εἶναι. Ἔπειτα, εἰ καί ἀντί τῆς “οὐσίας” τῇ “Θεός” ἐχρήσατο φωνῇ, ἔδει προσχρήσασθαι τῷ “φύσει”, καί ταῦτα περί τῆς χάριτος καί τῶν χάριτι θεῶν, οὕς καί χάριτι ἀνάρχους καί ἀκτίστους οἱ ἅγιοί φασι, τῆς ὑποθέσεως τῶν λόγων οὔσης. Ἔδει τοίνυν λέγειν, «εἷς ὁ φύσει ἄναρχος Θεός». Οὗτος δέ καί τό Θεός ἀμείψας καί τό φύσει καταλιπών, ὡς ἐνῆν κλέψαι τούς ἀκούοντας προήνεγκε τόν λόγον, οὐκ ἐκεῖνο λέγων μόνον ἄναρχον, τό ἑνιαίως τά πάντα συνέχον καί (σελ. 670) προέχον˙ εἰ γάρ τοῦτο ἔλεγε, πῶς ἀν τάς ἐν αὐτῷ δυνάμεις φυσικάς δεικνύειν ἐσπούδαζε κτιστάς; Ὅτι δ᾿ οὗτος τάς δυνάμεις κτιστάς ἡγεῖται τοῦ Θεοῦ, ἄκουσον φανερῶς αὐτοῦ τοῦτο λέγοντος. Προενεγκών γάρ τόν μέγαν Διονύσιον φάσκοντα «μεθεκτῶς αὐτοεῖναι καί αὐτοζωήν καί αὐτοθεότητα τάς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικάς δυνάμεις, ὧν τά ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα καί ζῶντα καί ἔνθεα καί ἔστι καί λέγεται, διό καί πρώτως αὐτῶν ὁ ἀγαθός ὑποστάτης λέγεται εἶναι», συλλογιζόμενος ἐκ τούτων ἐφεξῆς οὗτος, «οὐκοῦν», φησίν, «ἡ ἐνταῦθα αὐτοθεότης καί τἄλλα, ἅ σαφῶς δυνάμεις ὁ μέγας ὠνόμασεν, οὐκ ἀεί εἰσιν, ἀλλά καί τούτων ὑποστάτης ἐστίν ὁ ἀγαθός»˙ καί πάλιν, «ἔφη μέν τις θεαρχίαν εἶναί τινα καί θεότητα, ἧς ἐξῃρῆσθαι τήν πάντων ἀρχήν, ἀεί δέ οὐδαμῶς εἶπεν αὐτήν˙ εἶναι γάρ καί ταύτης ὑποστάτιν τήν πάντων αἰτίαν»˙ καί πάλιν, «ἡ μέν ἀμέθεκτος δόξα τοῦ Θεοῦ ἀΐδιον μέν, οὐ μήν ἕτερον τῆς οὐσίας, ἡ δέ μεθεκτή ἕτερον μέν τῆς οὐσίας τοῦ Θεοῦ, οὐ μήν ἀΐδιον˙ καί ταύτης γάρ ὑποστάτις ἐστίν ἡ πάντων αἰτία». Ὅτι μέν οὖν ψεῦδός ἐστιν ὡς ἡ ἀΐδιος δόξα τοῦ Θεοῦ ἡ οὐσία τοῦ Θεοῦ ἐστιν ἡ ἀμέθεκτος, ἔδειξεν ὁ θεωρούς δόξης ἀϊδίου τούς ἀγγέλους εἰρηκώς, ὅ καί ἀνωτέρω εἶπον, δι᾿ οὗ καί ὡς ἡ ἀΐδιος τοῦ Θεοῦ δόξα μεθεκτή συναποδείκνυται˙ τό γάρ τοῦ Θεοῦ ὁρατόν ὁπωσδήποτε καί μεθεκτόν. Ἀλλά καί ὁ μέγας Διονύσιος, «κυκλικῶς», φησίν, «οἱ θεῖοι κινοῦνται νόες, ἑνούμενοι ταῖς ἀνάρχοις καί ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καί ἀγαθοῦ». Πῶς οὖν αἱ ἄναρχοι καί ἀτελεύτητοι ἐλλάμψεις αὗται οὐχ ἕτεραί εἰσι τῆς ἀμεθέκτου οὐσίας τοῦ Θεοῦ, διαφοράν πρός ταύτην ἔχουσαι, εἰ καί ἀχώριστοι αὐτῆς εἰσι; Πρῶτον μέν γάρ ἐκείνη ἕν, αἱ δέ ἐλλάμψεις αὗται πλείους, ἀναλόγως καί τοῖς μετέχουσιν οἰκείως ἐνιέμενοι καί τῇ διαφόρῳ τούτων δεκτικῇ (σελ. 672) δυνάμει πληθυνόμεναι˙ καί γάρ οὕτω καί «Πνεύματος ἁγίου μερισμοί», κατά τόν Παῦλον. Ἔπειτ᾿ ἐκείνη μέν ὑπερούσιος οὐσία, ταύτης δ᾿ εἶναι τάς ἐλλαμψεις ταύτας ἐνεργείας ἤ ἐνέργειαν οὐδένα οἶμαι ἀντερεῖν, ἀλλ᾿ οὐδ᾿ ὅτι μεθεκταί εἰσιν, ἐκείνης οὔσης ἀμεθέκτου. Καί μήν πᾶσα ἕνωσις δι᾿ ἐπαφῆς αἰσθητῆς μέν ἐπί τῶν αἰσθητῶν, νοερᾶς δ᾿ ἐπί τῶν νοερῶν˙ ἐπεί δ᾿ ἕνωσίς ἐστι τῶν ἐλλάμψεων ἐκείνων, καί ἐπαφή ἄρα, δηλονότι νοερά, μᾶλλον δέ πνευματική. Ἡ δέ οὐσία τοῦ Θεοῦ ἀνέπαφος καθ᾿ ἑαυτήν. Ἔτι ἡ πρός τάς ἐλλάμψεις ἕνωσις, τί γε ἄλλο ἤ ὁρασίς ἐστιν; Ὁραταί ἄρ᾿ εἰσίν ἐκεῖναι αἱ ἐλλάμψεις τοῖς ἠξιωμένοις˙ ἡ δέ οὐσία τοῦ Θεοῦ ἀόρατός ἐστι παντάπασι˙ καί μέν δή αἱ ἄναρχοι καί ἀτελεύτητοι ἐλλάμψεις φῶς εἰσιν ἄναρχον καί ἀτελεύτητον. Ἔστιν ἄρα φῶς ἀΐδιον ἄλλο παρά τήν οὐσίαν τοῦ Θεοῦ, οὐχί οὐσία καί αὐτό ὑπάρχον, ἄπαγε, ἀλλ᾿ ἐνέργεια τῆς ὑπερουσιότητος ἐκείνης. Ἐπεί δ᾿ ἄναρχόν ἐστι καί ἀτελεύτητον τουτί τό φῶς, οὔτε αἰσθητόν ἐστιν οὔτε νοητόν κυρίως, ἀλλά πνευματικόν καί θεϊκόν, τῶν κτιστῶν πάντων ὑπεροχικῶς ἐξῃρημένον˙ τό δέ μήτε αἰσθητόν μήτε νοητόν οὐδ᾿ αἰσθήσει ᾗ αἰσθήσει ὑποπίπτει οὐδέ νοερᾷ δυνάμει καθ᾿ αὑτήν. Οὐκοῦν οὐ μόνον τό ὁρώμενον, ἀλλά καί ἡ ὁρῶσα δύναμις τό πνευματικόν ἐκεῖνο φῶς, οὔτ᾿ αἴσθησίς ἐστιν οὔτε νόησις, ἀλλά πνευματική τις δύναμις, τῶν κτιστῶν λογικαῖς καθαραῖς φύσεσιν ἐγγινομένη χάριτι. Διά τοῦτο καί Γρηγόριος ὁ μέγας θεολόγος οὐ μόνον «θεωρούς δόξης ἀϊδίου» τούς ἀγαθούς ἀγγέλους εἴρηκεν, ἀλλά καί «ἀϊδίως», δεικνύς ὡς οὐ κτιστῇ, φυσικῇ καί νοερᾷ δυνάμει τήν ἀΐδιον δόξαν οἱ ἄγγελοι θεωροῦσι τοῦ Θεοῦ, ἀλλά δυνάμει ἀϊδίῳ, πνευματικῇ καί θεϊκῇ, «οὐχ ἵνα δοξασθῇ Θεός», φησίν, «οὐ γάρ ἐστιν ὅ προστεθήσεται τῷ πλήρει καί (σελ. 674) τοῖς ἄλλοις χορηγῷ τῶν καλῶν, ἀλλ᾿ ἵνα μή λείπῃ τό εὐεργετεῖσθαι καί ταῖς πρώταις μετά Θεόν φύσεσιν». Ὁρᾷς ὡς οὐκ ἀπό φύσεως ἔχουσι τήν ἀΐδιον δόξαν ἀϊδίως ὁρᾶν, ἀλλ᾿ ὑπό τῆς ἀϊδίου φύσεως εὐεργετούμενοι τήν δύναμιν ταύτην καί τήν θεωρίαν προσλαμβάνονται, καθάπερ καί οἱ ἅγιοι; «Τό γάρ κινηθέν ὑπό Πνεύματος ἁγίου κίνησιν ἀΐδιον, ζῶον ἅγιον ἐγένετο» κατά τόν μέγαν Βασίλειον˙ «ἔσχε δέ ἄνθρωπος, πνεύματος εἰσοικισθέντος ἐν αὐτῷ, ἀξίαν προφήτου, ἀποστόλου, ἀγγέλου, Θεοῦ, ὤν πρότερον “γῆ καί σποδός”. Τοιαύτης δέ δυνάμεως οἱ νόες εὐμοιροῦντες, αὐτοί λέγονται ὁρᾶν, οὕτω κατά νοῦν καί ὑπέρ νοῦν ἐστι τό φῶς ἐκεῖνο˙ ἀλλά καί ἑαυτούς λέγονται ὁρᾶν, αὐτοπτικόν γάρ ἐκεῖνό ἐστι τό φῶς, ἐπεί γνωστικῇ κτιστῇ δυνάμει ἄληπτον, ὁρατόν δέ τοῖς ἀξίοις. Διά τοῦτο ὁ μέγας Διονύσιος «κυκλικῶς εἶπε κινεῖσθαι τούς νόας, ἑνουμένους ταῖς ἀνάρχοις καί ἀτελευτήτοις ἐλλάμψεσιν. Ἐπιστῆσαι δέ καί τοῦτο χρή, ὡς οὐχ ἁπλῶς ὁ πάνθ᾿ ὑπέρ ἅπαντας ἠκριβωμένος οὗτος κυκλικῶς τούς νόας εἴρηκε κινεῖσθαι ταῖς ἀνάρχοις ἑνουμένους ἐλλάμψεσιν, ἀλλά “λέγεσθαι” κινεῖσθαι, ὑποσημαίνων, ὡς ἐγᾦμαι, τό μή φυσικήν αὐτοῖς εἶναι τήν τοιαύτην ἕνωσιν, εἰ καί διά τό μολυσμοῦ πεῖραν οὐδέποτε λαβεῖν συγκεκληρωμένοι τυγχάνουσιν ἐξ ἀρχῆς τῇ χάριτι. Ὅτι δέ τό τοιοῦτο φῶς καί ἡ ὁρῶσα τοῦτο δύναμις οὐ φυσικῶς τοῖς ὑπερκοσμίοις ἔννεστιν ἀγγέλοις καί παρά τοῦ ἐχθίστου τούτοις ἔνι μαρτυρίαν αὖθις ἀξιοπιστοτέραν, ὅ φασι παρίσασθαι˙ τό γάρ ἔκπτωσιν ἐκείνων καί δαιμόνιον φῦλον τοῦ μέν φωτός καί τῆς ὁρώσης τοῦτο δυνάμεως ἐστέρηται, οὐδενός δέ τῶν φυσικῶν οὐκ ἄρα φυσικόν οὔτε τό φῶς οὔτε ἡ ὅρασις ἐκείνη. Καί μήν οὐδέ νοήσεως ἐστέρηται τό δαιμόνιον φῦλον˙ νόες γάρ εἰσι καί τό εἶναι οὐκ ἀποβεβλήκασι καί, «οἶδά σε τίς εἶ», φασίν, (σελ. 676) «ὁ ἅγιος τοῦ Θεοῦ», ὅς «καί οὐκ ἠφίει τά δαιμόνια λαλεῖν, ὅτι ἤδεισαν τόν Χριστόν αὐτόν εἶναι». Διό καί ὁ θεολόγος εἶπεν˙ «ἀπιστεῖς τῇ θεότητι; τοῦτο οὐδέ οἱ δαίμονες». Εἰ δέ θεότητα ἴσασι, καί τοῦτ᾿ εἰδέναι αὐτούς ἀνάγκη, ὅτι τῶν κτιστῶν οὐδέν ἐστιν ἐκείνη. Οὐκ ἄρα γνῶσίς ἐστι τό φῶς ἐκεῖνο, οὔτε ἡ διά καταφάσεων οὔτε ἡ δι᾿ ἀποφάσεως προσγενομένη. Καί μέν δή νοῦς μέν ἐστι τῶν πονηρῶν ἕκαστος ἀγγέλων, ἀλλ᾿ “ἀσσύριος”, προφητικῶς εἰπεῖν, κακῶς χρώμενος τῇ γνώσει˙ τῷ δέ φωτί ἐκείνῳ χρῆσθαί τιναν κακῶς οὐκ ἔνι˙ πρός γάρ τά χείρω νεύσαντος εὐθύς ἀφίπταται, καταλιπών ἔρημον Θεοῦ τόν πονηρᾷ χρησάμενον συγκαταθέσει. Τοιγαροῦν τό φῶς ἐκεῖνο καί ἡ ἔλλαμψις νόησις οὐκ ἔστιν, εἰ μή ὁμωνύμως λέγοιτο, μάλιστα διά τόν εὐμοιροῦντα νοῦν, ὥσπερ καί θεότης διά τόν ἐνεργοῦντα τήν ἀπόρρητον χάριν˙ θεοποιός γάρ ἐστιν ἐνέργεια, τοῦ ἐνεργοῦντος Πνεύματος ἥκιστα χωριζομένη, ἠργμένου μέν τοῦ διά καθαρότητα πεφωτισμένου καί κατ᾿ αὐτό τό πεφωτίσθαι, διό καί καθαρότης τοῦτο παρά τῶν πατέρων ὀνομάζεται, τοῦ δέ φωτός καί τῆς ἐλλάμψεως ἀνάρχου οὔσης. Καί τοῦτο δείκνυται μᾶλλον ἐπί τῶν ἀνθρώπων, δηλαδή τῶν ἀγγελικῶς πεφωτισμένων ἐπιτυχόντων τῆς θεώσεως, οἵ κατά τόν πολύν τά θεῖα Μάξιμον «τῆς ἀφανοῦς καί ὑπεραρρήτου δόξης τό φῶς ἐποπτεύοντες, τῆς μακαρίας μετά τῶν ἄνω δυνάμεων καί αὐτοί δεκτικοί γίνονται καθαρότητος». Εἰ δέ καί τήν αἰτίαν, ἐξετάσομεν, δι᾿ ἥν ὁ καινοφανής οὗτος τήν θεοποιόν δωρεάν τοῦ Πνεύματος, μᾶλλον δέ πάσας τάς δυνάμεις τοῦ Θεοῦ, κτιστάς εἶναι κατεσκεύασε, μετά τήν πονηράν ἐκείνην τῶν αἱρέσεων πηγήν, ἥν ἀνωτέρω ἀπηλέγξαμεν, οὐδεμίαν εὑρήσομεν ἑτέραν ἤ ὅτι τόν Θεόν ὑποστῆσαι ταύτας ὁ μέγας ἔφη Διονύσιος, τοῦτο δέ ὕπαρξιν δηλοῖ μόνον, ἀλλ᾿ οὐχί καί τόν τρόπον τῆς ὑπάρξεως˙ τοιγαροῦν καί ἐπί τῶν κτιστῶς ὄντων καί ἐπί τῶν ἀκτίστως ὄντων (σελ. 678) ἐκ Θεοῦ ρηθείη ἄν. Ὁ γάρ μέγας Βασίλειος ἐπί τε τοῦ Υἱοῦ ἐχρήσατο τῇ λέξει ταύτῃ εἰπών, «ὁ γάρ τετοκώς βώλους δρόσου οὐχ ὁμοίως τάς τε βώλους καί τόν Υἱόν ὑπεστήσατο;», κἀπί τοῦ ἁγίου Πνεύματος, «Πνεῦμα» γάρ, φησί, «στόματος Θεοῦ, ἵνα μή τῶν ἔξωθέν τι καί τῶν κτισμάτων αὐτό κρίνῃς, ἀλλ᾿ ὡς ἐκ Θεοῦ τήν ὑπόστασιν ἔχον δοξάζῃς»˙ καί πάλιν, «τοῦτο τῆς κατά τήν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τό διά τοῦ Υἱοῦ γνωρίζεσθαι καί ἐκ τοῦ Πατρός ὑφεστάναι». Πολλαχοῦ δέ καί Γρηγόριος ὁ θεολόγος ὑπόστασιν ὀνομάζει τήν τοῦ Υἱοῦ προαιώνιον γέννησιν. Σύ τοίνυν τάχ᾿ ἄν ἡμῖν διά τά τοιαῦτα προσρήματα καί τόν Υἱόν ἤ καί τό Πνεῦμα τό ἅγιον ἀποδείξῃς κτίσμα, ὁ δι᾿ οὐδέν ἕτερον τάς θείας δυνάμεις κτιστάς εἶναι ἀποφαινόμενος ἤ ὅτι καί τούτων ὑποστάτις ἐστίν ἡ πάντων αἰτία. Καί οὐδέ τοῦτο συνεώρακας ὡς ἐκεῖ ταύτας τάς δυνάμεις καθ᾿ ὑπεροχήν μή οὔσας ἔδειξεν ὁ μέγας Διονύσιος˙ εἰπών γάρ, «τάς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικάς δυνάμεις», ἐπήγαγεν, «ὧν τά ὄντα μετέχοντα καί ὄντα λέγεται», πάντως ὡς τῶν δυνάμεων ἐκείνων οὐσῶν ὑπέρ τά ὄντα. Καί μήν ὁ σοφός τά θεῖα Μάξιμος ἠργμένα λέγων τά μετέχοντα, οὐκ ἠργμένα φησί τά μεθεκτά. Τάς γοῦν ἐκ τῆς ὑπερουσίου κρυφιότητος προϊούσας δυνάμεις ἐκθεωτικάς ἤ οὐσιοποιούς ἤ σοφοδώρους τῶν μετεχόντων εἶναι νομίζεις ἤ τῶν μεθεκτῶν; Ἀλλ᾿ εἰ τῶν μετεχόντων, δεήσει δυνάμεις ὁμοίας ζητεῖν ἑτέρας, ὧν μεθέξουσιν. Ὁρᾷς ὡς αἱ δυνάμεις ἐξ ἀνάγκης τῶν μεθεκτῶν, ἀλλ᾿ οὐ τῶν μετεχόντων εἰσί; Πρός δέ, εἴπερ ἡ ἐκθεωτική δύναμις ἑτέρας ἐκθεωτικῆς δεῖται, καί γάρ οὕτω μετέχον, ἀλλ᾿ οὐ μεθεκτόν ἄν εἴη, κἀκείνῃ δεήσει ἄλλης καί ταύτῃ πάλιν (σελ. 680) ἑτέρας καί τοῦτο ἐπ᾿ ἄπειρον. Ἡ ἐκθεωτική ἄρα δύναμις μεθεκτόν, ἀλλ᾿ οὐ μετέχον ἐστίν. Ἔτι, ἐπειδήπερ εἰσί τά μετέχοντα Θεοῦ, ἤ τῆς οὐσίας αὐτοῦ μεθέξουσιν ἤ τῆς δυνάμεως ἤ τῆς ἐνεργείας. Ἀλλά τῆς δυνάμεως καί ἐνεργείας οὐ μεθέξουσι˙ μετέχοντα γάρ καί ταῦτά εἰσι καί κτιστά κατά τήν σήν σοφίαν˙ οὐκοῦν τῆς οὐσίας τοῦ Θεοῦ μεθέξουσιν, ὅπερ ἄτοπόν ἐστι. Προσέτι καί αὗται αἱ δυνάμεις, εἰ μή τῶν μεθεκτῶν, ἀλλά τῶν μετεχόντων εἶεν, τίνος γε ἄλλου μεθέξουσιν ἤ τῆς ὑπερουσίου οὐσίας τοῦ Θεοῦ; Οὐ γάρ δυνάμεων ἑτέρων πάλιν ὁμοίων. Δύο τοίνυν τά ἄτοπα συμβήσεται˙ τό τε μεθεκτήν εἶναι τήν οὐσίαν τοῦ Θεοῦ καί τό τάς δυνάμεις οὐσίας γεγενῆσθαι καί οὐχ ἁπλῶς οὐσίας, ἀλλ᾿ οὐσίας Θεοῦ˙ ἡ μέν γάρ δύναμις πρόεισιν εἰς ἐνέργειαν καί ἐκ τῆς ἐνεργείας τό ἀποτέλεσμα γίνεται˙ ἡ δέ οὐσία τοῦτ᾿ αὐτό ἐστι μετεχομένη καί τῆς αὐτῆς οὐσίας κατά μετοχήν ποιεῖται τά μετέχοντα. Ὁρᾷς τήν ἀτοπίαν ὅσην, καί ὡς ὁ λέγων τῶν μετεχόντων εἶναι τάς δυνάμεις καί κτιστάς, καθάπερ οὗτος, ὄντως πολύθεός ἐστιν, οὐχί μίαν εἶναι δεικνύς τήν οὐσίαν τοῦ Θεοῦ, ἀλλά πολλάς καί διαφόρους; Ἡμεῖς οὖν οἱ Θεόν ἕνα προσκυνοῦντες παντοδύναμον, τῶν μεθεκτῶν εἶναι τάς δυνάμεις ἴσμεν τοῦ Θεοῦ, συμφώνως τοῖς ἁγίοις, καί οὐδέποτε ἠργμένας πάσας, οὐχ ὡς ἐνεργεῖν ἀλλ᾿ ὡς ὑπάρχειν, εἰ καί μή καθ᾿ ἑαυτάς˙ μεθεκτάς μέν γάρ, ὡς ἐν Θεῷ προϋπαρχούσας, ὁ μέγας ἔφη Διονύσιος, τά δέ μεθεκτά οὐδέποτε ἤρξατο, κατά τόν θεῖον Μάξιμον, τοῦ εἶναι, οὐδ᾿ ἔστι «πρεσβύτερον αὐτῶν τό “οὐκ ἦν”», ἀλλ᾿ ἀεί εἰσιν ἐκ τοῦ ἀεί ὄντος Θεοῦ, περί αὐτόν ἀχωρίστως ἀεί ὄντα καί ἐν αὐτῷ ἐνυπάρχοντα συναϊδίως. Οὐ γάρ δή φοβηθησόμεθά σου τά τῆς ματαιοτεχνίας σοφίσματα καί τάς διθεΐας καί πολυθεΐας καί τούς συνθέτους θεούς, ἅ σύ καθάπερ τινά μορμολύκια καθ᾿ ἡμῶν καί τῶν ἁγίων προβάλλῃ, δεδιττόμενος μή τούς ἐν ἡλικίᾳ, εὖ ἴσθι, ἀλλά τά νήπια, καί δι᾿ ὧν (σελ. 682) ἅ σύ πάσχεις ἡμῶν καταψεύδῃ τοῖς σεαυτοῦ λόγοις ὡς πολλάκις δείκνυται περιτρεπόμενος καί σαυτῷ συγκατασπάσαι τούς ἄλλους, φεῦ, ἐπιχειρῶν, ὡς τῶν ὀρθῶν δογμάτων συναπαγάγοις δολίως, περιβάλλων τοῖς ἐκ τῶν λόγων τεχνάσμασιν. «Ἧ μέν γάρ», φησίν, «ἀΐδια καί ἄκτιστα πολλά φατε, ὑφειμένα τε καί τό τούτων ὑπερκείμενον, πολλούς λέγετε θεούς, ἧ δέ μή διῃρημένως ὑπό τοῦ Θεοῦ ὑφεστηκότα καί τοῦ αὐτοῦ Θεοῦ τό μέν δόξαν ὁρατήν, τό δέ οὐσίαν ἀόρατον, ὡς ἔχοντος ἀϊδίως καί ἀμφότερα, τούς δύο Θεούς εἰς ἕνα συνάγετε σύνθετον Θεόν». Πρός τίνα οἱ τοιοῦτοι λόγοι καί ἡ ἄσχετος καταφορά καί τά ἀπηγορευμένα ταῦτα ἐκγλήματα, μᾶλλον δέ ληρήματα; Ἤ πᾶσι δῆλον, κἄν ἡμεῖς μή λέγωμεν; Ἀκηκόατε γάρ τῶν εἰρηκότων ἁγίων τά μεθεκτά πολλά τε καί πάντα ἄναρχα καί τόν Θεόν ἀπειράκις ἀπείρως ὑπεξῃρημένον τούτων καί τούς εἰπόντας τήν θεωρητικήν δόξαν τοῦ Θεοῦ ἀΐδιον καί συναΐδιον αὐτῷ. Δῶμεν δ᾿ ὅμως ἡμεῖς διά βραχέων λόγον ὅπως ταῦτα λέγεται˙ καί γάρ καί ἡμεῖς συνάδομεν ἐκείνοις. Ἡμεῖς, ὦ βέλτιστε, ταῦτα πάντα ἔχειν τόν Θεόν φαμεν, μᾶλλον δέ, ἵνα κατά τόν μέγαν Διονύσιον εἴπωμεν, προέχειν καί ὑπερέχειν ἀσχέτως καί συνειλημμένως καί ἑνιαίως, ὡς ἡ ψχή ἔχει μονοειδῶς ἐν ἑαυτῇ πάσας τάς προνοητικάς τοῦ σώματος δυνάμεις. Ὡς οὖν ἡ ψυχή καί τῶν ὀφθαλμῶν ἐκκεκομμένων ἤ τῶν ὤτων ἐκκεκωφημένων ἐν ἑαυτῇ ἔχει κατ᾿ οὐδέν ἧττον τάς προνοητικάς τοῦ σώματος δυνάμεις, οὕτω καί τοῦ κόσμου μήπω ὄντος τάς προνοητικάς τοῦ κόσμου δυνάμεις εἶχεν ὁ Θεός˙ καί ὡς ἡ ψυχή οὐκ ἔστιν ἁπλῶς αἱ προνοητικαί δυνάμεις, ἀλλά δυνάμεις ἔχει, οὕτω δή καί ὁ Θεός˙ καί ὡς ἡ ψυχή μία καί ἁπλῆ καί ἀνύνθετός ἐστι, μηδαμῶς διά τάς ἐν αὐτῇ καί ἐξ αὐτῆς δυνάμεις πολλαπλασιαζομένη (σελ. 684) ἤ συντιθεμένη, οὕτω καί ὁ Θεός, οὐ πολυδύναμος μόνον ἀλλά καί παντοδύναμος ὑπάρχων, διά τάς ἐν αὐτῷ δυνάμεις τοῦ ἑνιαίου καί τῆς ἁπλότητος οὐκ ἐκχωρεῖ. Πολλά δ᾿ ἄν τῆς ψυχῆς καί ἔργα καί σεαυτόν ἐξετάζων καταμάθοις, ἅ καί σώματος διεζευγμένη ἔχει καί τῷ σώματι τούτων μεταδίδωσι συνεζευγμένη. Οὐ μήν ἀλλά τήν αὐτοζωήν καί αὐτοθέωσιν καί τά τοιαῦτα τῶν ὄντων ἀρχάς καί παραδείγματα λέγων ὁ μέγας Διονύσιος, οὐ προέχειν τόν Θεόν αὐτά φησι. Πῶς οὖν ἅ προέχει ὁ Θεός ἀρκτά; Εἰ δέ καί ὡς δωρεάς προβάλλεται, πῶς δωρεῖται τά αὐτά ταῦτα ὁ αὐτός φησι, πῶς οἱ προορισμοί καί τά θεῖα θελήματα οὐκ ἄναρχα καί ἄκτιστά ἐστι; Πῶς οὖν ὁμολογουμένως «ἕν μόνον ἄναρχον, ἡ οὐσία τοῦ Θεοῦ, τά δέ παρά ταύτην γενητῆς ἐστι φύσεως καί ἀρχήν ἔσχε χρονικήν»; Τίς ποτε τοῦτο τῶν ἁγίων εἶπεν; εἰ δέ μηδείς, πῶς ὁμολογεῖται; Συνείρει δέ τούτῳ καί ἕτερον τῶν ὡσαύτως ὁμολογουμένων, «μηδεμίαν ἄλλην εἶναι ὀντότητα μεταξύ τῆς οὐσίας τοῦ Θεοῦ καί τῶν γενητῶν». Εἰ μέν οὖν οὐσίαν κανταῦθα λέγει τήν δύναμιν τοῦ Θεοῦ τήν μεθεκτήν καί οὐσιοποιόν, ἥν καί αὐτοουσίωσιν ὁ μέγας ὀνομάζει Διονύσιος, οὐκ ἔδει φάναι τῆς οὐσίας τοῦ Θεοῦ καί τῶν γενητῶν ἁπλῶς πάντων μηδέν εἶναι μεταξύ, ἀλλά τῶν γενητῶν μόνον οὐσιῶν, ἐπεί τῶν ζώντων ᾗ ζώντων , αἰσθητικῶς ἤ λογικῶς ἤ νοερῶς, οὐχ ἡ οὐσιοποιός τοῦ Θεοῦ δύναμις ποιητική ἀλλ᾿ ἡ ζωοποιός, καί τῶν σοφιζομένων ἡ σοφοποιός, καί τῶν θεουμένων ἡ θεοποιός, ἀφ᾿ ὧν καί Θεόν καί σοφίαν καί ζωήν, ἀλλ᾿ οὐκ οὐσίαν μόνον νοοῦμέν τε κάι ὀνομάζομεν τήν ὑπερούσιον καί ἑνιαίαν κρυφιότητα ἐκείνην. Εἰ δ᾿ ἐκείνην αὐτήν τήν ὑπερούσιον, κἀνταῦθα καί ἀμέθεκτον, κρυφιότητά φησι, τήν ἐν ἀποκρύφοις ὑπερανιδρυμένην˙ (ἥν καί ἀνωτέρω μόνην ἄναρχον εἶναι ἰσχυρίζετο, περιελών αὐτῆς κακῶς τάς συναϊδίους (σελ. 686) αὐτῆς δυνάμεις τε καί ἐνεργείας, μᾶλλον δέ τά θεοπρεπέστατα ἐκεῖνα ἔργα, τά μηδέποτε ἠργμένα), εἰ τοίνυν ταύτην λέγει, καί ταύτης καί τῶν γενητῶν μηδεμίαν ἄλλην εἶναι μεταξύ ὀντότητα φησιν, αὐτήν λοιπόν φησι τήν ὑπερούσιον οὐσίαν τοῦ Θεοῦ ὀντότητα τῶν γενητῶν ὡς μεθεκτήν ὑπάρχειν˙ τοῦτο δέ αὐτό καταφανές καί διά τοῦ μηδεμίαν ἄλλην φάναι πεποίηκεν˙ εἰ γάρ μή ἄλλη, αὐτή ἐξ ἀνάγκης. Μεθέξουσιν ἄρα τά γενητά πάντα τῆς ἀμεθέκτου οὐσίας τοῦ Θεοῦ. Πῶς γάρ οὐ μεθέξει τῆς ὀντότητος ἕκαστον τῶν γενητῶν; Πῶς δέ ἔσται ἤ αἰών ἤ χρόνος ἤ τόπος καί τά ἐν αὐτοῖς, εἰ μή τοῦ εἶναι, ταὐτόν δέ εἰπεῖν ὀντότητος, μετέχει; Μεθέξει τοίνυν εἴπερ ἔσται τούτων ἕκαστον, ὅσα τε οὐσίαι εἰσί καί ὅσα μή, τῆς οὐσίας τοῦ Θεοῦ˙ οὐκ ἄλλη γάρ, ἀλλ᾿ αὕτη μόνη κατά σέ τῶν γενητῶν ἐστιν ὀντότης˙ καί τό πάντων ἀτοπώτατον, ὅτι οὐδέ οὐσίαι ἔσονται τά οὐσίας μετέχοντα, καί ταῦτα θείας. Εἰ δέ καί ἀρχή ἐστι τῶν ὁπωσδήποτε ὄντων ἡ ὀντότης, πῶς οὐχί καί ὑπερ αὐτήν ἐστιν ὁ ὑπεράρχιος; Εἰ δ᾿ ἀρχή τῶν ἐξ αὐτῆς ἐξ ἀνάγκης ὑπερέχει, πῶς οὐχ ὑπέρ τά ὄντα ἡ ὀντότης; Εἰ δ᾿ αὕτη μέν ὑπέρ τά μετέχοντα, ὁ δ᾿ ὑπεράρχιος ὑπέρ αὐτήν, πῶς οὐ μεταξύ τῶν μετεχόντων καί τῆς ἀμεθέκτου ὑπερουσιότητος ἡ μεθεκτή ὀντότης; Καί μήν αἱ τοιαῦται ἅπασαι ἀρχαί οὐδέν ἕτερόν εἰσιν ἤ οἱ λόγοι τῶν ὄντων καί τά παραδείγματα, μεθεκτοί μέν τοῖς οὖσιν, ἐξῃρημένοι δέ τῶν ὄντων, ὡς τῷ δημιουργικῷ νῷ ἐνυπάρχοντες καί προϋπάρχοντες, καθ᾿ οὕς γέγονε τά πάντα. Πῶς οὖν οὐκ εἰσίν οὗτοι μεταξύ τοῦ ἀμεθέκτου καί τῶν μετεχόντων; Οὐ μήν ἀλλ᾿ ἐπειδήπερ εἰσί τά μετέχοντα Θεοῦ, ἡ δέ ὑπερούσιος οὐσία τοῦ Θεοῦ παντάπασιν ἀμέθεκτος, ἔστιν ἄρα τι μεταξύ τῆς ἀμεθέκτου οὐσίας καί τῶν μετεχόντων, δι᾿ οὗ ταῦτα τοῦ Θεοῦ μετέχουσιν. Ἄν δέ οὐ ἀνέλῃς τό μεταξύ τοῦ ἀμεθέκτου καί τῶν μετεχόντων, ὤ τῆς ζημίας, διέστησας ἡμᾶς Θεοῦ, τό συνδοῦν ἐκ μέσον ποιησάμενος καί χάσμα καί (σελ. 688) ἀδιάβατον μεταξύ θέμενος ἐκείνου καί τῆς γενέσεως καί διοικήσεως τῶν γενητῶν. Δεῖ δή ζητεῖν ἡμᾶς Θεόν ἕτερον οὐκ ὄντα μόνον αὐτοτελῆ, αὐτενέργητον, αὐτόν ἑαυτόν δι᾿ ἑαυτοῦ θεώμενον, ἀλλά καί ἀγαθόν, οὕτω γάρ οὐκ ἀρκεσθήσεται κινεῖσθαι μόνον τῇ ἑαυτοῦ θεωρία˙ μήδ᾿ ἀνενδεῆ μόνον, ἀλλά καί ὑπερπληρέστατον, οὕτω γάρ βουλόμενος ὡς ἀγαθός τοῦ εὖ ποιεῖν οὐκ ἀδυνάτως ἕξει˙ μηδ᾿ ἀκίνητον μόνον ἀλλά καί κινούμενον, οὕτω γάρ ἅπασι παρέσται ταῖς δημιουργικαῖς καί προνοητικαῖς προόδοις τε καί ἐνεργείαις. Καί ἁπλῶς δεῖ ζητεῖν ἡμᾶς Θεόν ὄντα πως μεθεκτόν, οὗ μετέχοντες ἕκαστος οἰκείως ἑαυτοῦ κατά τήν τῆς μεθέξεως ἀναλογίαν ὄντες καί ζῶντες καί ἔνθεοι ἐσόμεθα. Ἔστιν ἄρα τι μεταξύ τῶν γενητῶν καί τῆς ἀμεθέκτου ὑπερουσιότητος ἐκείνης, οὐχ ἕν μόνον, ἀλλά καί πολλά καί τοσαῦτα, ὁπόσα δή καί τά μετέχοντα. Ταῦτα δ᾿ οὐ καθ᾿ ἑαυτά, τά μέσα ἐκεῖνα δηλαδή˙ δυνάμεις γάρ εἰσι τῆς ὑπερουσιότητος ἐκείνης, μοναχῶς καί ἑνιαίως προειληφυίας καί συνειληφυίας τήν τῶν μεθεκτῶν ἅπασαν πληθύν, δι᾿ ἥν κατά τάς προόδους πολυπλασιαζομένη καί μετεχομένη παρά πάντων ἀν ἐκφοιτήτως ἔχεται τοῦ ἀμεθέκτου καί ἑνός. Εἰ γάρ καί τό τοῦ κύκλου κέντρον, ἔχον τήν τοῦ ἀφιέναι παρ᾿ ἑαυτοῦ πάσας τάς τοῦ κύκλου γραμμάς δύναμιν ἐν ἑαυτῷ, οὐ δύο ἤ πολλά ἐστι σημεῖα, πολλῷ μᾶλλον ὁ Θεός πᾶσαν διπλόην ἀπαναίνεται, τάς δυνάμεις ἐν ἑαυτῷ καί τά παραδείγματα τῶν γενητῶν προέχων. Ὑπάρχουσιν οὖν αἱ τοιαῦται δυνάμεις καί τά παραδείγματα καί προϋπάρχουσιν, ἀλλ᾿ οὐχ ὡς οὐσίαι οὐδ᾿ ὡς αὐθυπόστατα, οὐδέ τι ταῦτα συντελοῦσιν εἰς τό εἶναι τόν Θεόν˙ ὑποστάτης γάρ ἐστιν αὐτῶν, ἀλλ᾿ οὐχ ὑπό τούτων ὑφέστηκεν αὐτός˙ οὐ γάρ τά περί Θεόν ἐστιν οὐσία τοῦ Θεοῦ, ἀλλ᾿ αὐτός ἐστιν οὐσία τῶν περί αὐτόν. Ἧ μέν ἔστιν αὐτός ὑπερούσιος οὐσία, ἄρρητός τε καί ἀπερινόητος, ἄσχετός τε καί (σελ. 690) ἀμέθεκτος, ᾗ δέ ἐστιν οὐσία τῶν ὄντων καί ζωή τῶν ζώντων καί σοφία τῶν σοφιζομένων καί ἁπλῶς πάντων τῶν ὁπωσοῦν ὄντων ὀντότης καί δύναμις καλλοποιός, καί νοεῖται καί λέγεται καί μετέχεται παρά τῶν γενητῶν. Εἰ γάρ κατά τόν μέγαν Διονύσιον «οὐ δι᾿ ἀγνωσίας μόνον, ἀλλά καί διά γνώσεως ὁ Θεός γινώσκεται καί ἔστιν αὐτοῦ καί νόησις καί λόγος καί ἐπιστήμη καί ἐπαφή καί αἴσθησις καί δόξα καί φαντασία καί ὄνομα καί τἄλλα πάντα», τοιγαροῦν καί μέθεξίς ἐστιν αὐτοῦ, τοῦτο μέν διά τό νόησιν αὐτοῦ ὑπάρχειν καί αἴσθησιν καί ἐπαφήν, τοῦτο δέ διά τόν ὕστερον ἐπενηνεγμένον συμπεριληπτικώτατον λόγον. Ἀμέθεκτος ἄρα καί μεθεκτός ὑπάρχει ὁ αὐτός Θεός, ἐκεῖνο μέν ὡς ὑπερούσιος, τοῦτο δέ ὡς οὐσιοποιόν ἔχων δύναμίν τε καί ἐνέργειαν παραδειγματικήν καί τελικήν τῶν πάντων. Ἀλλά γάρ τά τοιαῦτα παραδείγματα Πυθαγόρας μέν καί Πλάτων καί Σωκράτης ταπεινῶς καί ἀναξίως τοῦ Θεοῦ αὐθυπάρκτους ἐδόξασαν ἀρχάς συναιτίους τῷ Θεῷ. Τούτους οὖν αἰτιατέον ὡς πολυθέους, οἵτινες μεταξύ τῆς ὑπερουσιότητος ἐκείνης καί τῶν γενητῶν θείας οὐσίας ἑτέρας ἀρχικάς τῶν ὄντων αὐτοσχεδιάσαντες παρ᾿ ἑαυτῶν ὑπέστησαν, «ἅς οὔτε αὐτοί ᾔδεισαν» κατά τό λόγιον «οὔτε οἱ πατέρες αὐτῶν». Ἡμεῖς δέ καί οἱ πατέρες ἡμῶν οὐδέν τούτων αὐθύπαρκτον δοξάζομεν, οὐδ᾿ ἀναίτιον οὐδέ συναίτιον Θεῷ, διό καί προορισμούς καί προγνώσεις ταῦτά φαμεν καί θελήματα Θεοῦ, ὄντα μέν πρό τῶν κτισμάτων ἐν αὐτῷ - πῶς γάρ οὔ; - προηγμένων δ᾿ ὕστερον τῶν κτισμάτων κατ᾿ αὐτά. «Εἶπε» γάρ, φησί, «οὐκ ἐγένετο καί τό ἐννόημα ἔργον ἦν καί πάντα ὅσα ἠθέλησεν ἐποίησεν». Εἰ γοῦν καί μή πολλάς φαμεν ὑπερουσίως ἀρχικάς τε καί ποιητικάς τῶν γεγονότων οὐσίας, ἀλλ᾿ ἕν πᾶσαν διπλόην ἀπαναινόμενον καί κατά μίαν ἑνοειδῆ καί ὑπερηνωμένην ἁπλότητα τά πολυειδῆ καί μερικά προάγον, ἀλλά παντοδύναμον τοῦτ᾿ ἴσμεν καί συνεκτικόν ἁπάντων, ὡς ἐν ἑαυτῷ (σελ. 692) τά πάντα ἔχον καί πρό κτίσεως.» Εἰ γάρ ὁ ἥλιος», κατά τόν μέγα Διονύσιον φάναι, «τάς τῶν πολλῶν μετοχῶν αἰτίας ἐν ἑαυτῷ μονοειδῶς προείληφε, πολλῷ μᾶλλον ἐπί τῆς αὐτοῦ καί πάντων αἰτίας προϋφεστάναι τά πάντων τῶν ὄντων παραδείγματα κατά μίαν ὑπερούσιον ἕνωσιν συγχωρητέον». Ἔστι οὖν καί ἀεί ἐστι καί κυρίως ἐστί προορισμός καί πρόγνωσις καί πρόνοια καί τά τοιαῦτα, καί ἀδιαιρέτως ἥνωνται τῷ Θεῷ καί τῆς ὑπερουσιότητος ἐκείνης ἕτερά ἐστι, καί ὑπέρ αὐτά ἐστιν ἐκείνη˙ πῶς γάρ οὔ; Τί οὖν; ἐπεί ταῦτα κατά τινα ὕπαρξίν ἐστιν ἀεί, ἔστι δέ καί ὁ Θεός ἀεί, δύο ἤ πολλοί ἔσονται θεοί; Διότι δ᾿ αὐτῷ ταῦτα ἥνωνται ἀδιαιρέτως, σύνθετος ἔσται ὁ Θεός ἡμῖν; Ὅτι δ᾿ αὖ κατ᾿ αὐτά γεγόναμεν, οὐ τοῦ Θεοῦ, ἀλλ᾿ ἑτέρων ποιήματά ἐσμεν; Ἦ που σύ καί τόν ἐπί γῆς ἐκ Θεοῦ ἡμῖν ἐπηργμένον βασιλέα δύο ποιήσεις βασιλέας καί ἐκ δύο βασιλειῶν σύνθετον ἀποδείξεις τό βασίλειον αὐτῷ καί ἄλλον δή τινα καί οὐκ αὐτόν ἐρεῖς τῶν ἀξιωμάτων πρύτανιν, ὅτι ὁρισμῷ καί θελήματι οἰκείῳ τά σχήματα ποιεῖται καί ὁ ὁρισμός αὐτῷ γίνεται σεπτόν ὄνομά τε καί ἀξίωμα ἑκάστῳ τῶν ἐν τέλει; Κἀνταῦθα γάρ μεταξύ τοῦ ἐπιτάττοντος καί τῶν ὑπακουόντων ἐξ ἀνάγκης τοὐπίταγμά ἐστιν. Ἀλλ᾿ οὐδέ τό δύνασθαί τις ἄν εἴποι μή προέχειν ἡμῖν τόν βασιλέα, ἔστι δ᾿ ὅπη καί τό προειδέναι, εἰ καί μή ἐπί πᾶσι καί διά παντός. Ἆρα δέ καί τόν ὁρισμόν αὐτόν μετά τῆς συγκλήτου θήσομεν, ὅτι μή βασιλεία ἐστίν ὁ ὁρισμός, καθάπερ ἐκεῖ σύ τά μεθεκτά κτιστά, ὅτι μή ταῦτ᾿ ἐστίν ἡ οὐσία τοῦ Θεοῦ; Ἐκ τοιούτων ἀρχῶν καί οὕτως ὁμολογουμένων διθεΐτας καί πολυθεΐτας ἔδειξας τούς ὀρθοδόξους. ΚΑΤΑ ΤΩΝ ΔΕΥΤΕΡΩΝ Ο ΤΡΙΤΟΣ (Σελ. 694) ΚΑΤΑΛΟΓΟΣ ΤΩΝ ΕΚΒΑΙΝΟΝΤΩΝ ΑΤΟΠΩΝ ΕΚ ΤΩΝ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΒΑΡΛΑΑΜ ΣΥΜΠΕΡΑΣΜΑΤΩΝ Ἅ μέν οὖν προσκρούει τῇ ἀληθείᾳ καί τῷ τῆς ἀληθείας Θεῷ διά τῶν αὐτῷ δοκούντων ἀνωμολογημένων ἀρχῶν καί προτάσεων, ἅς οὗτος κατ᾿ αὐτῆς τῆς ἀληθείας προὐβάλλετο, τοσαῦτά ἐστι καί τοιαῦτα καί εἰς τοῦθ᾿ ἥκοντα κακοδοξίας. Ἅ δ᾿ ἐξ ὧν οἴεται συμπεραίνειν, ἄκων μέν, ἑαυτοῦ δ᾿ ὅμως αὖθις τυγχάνει καταμαρτυρῶν (ἐκείνου γάρ οὐκ ἑκόντος εἶναι πρός τάς ἡμετέρας ἥκει χεῖρας τά ἐκείνου συγγράμματα καί τόν συγγραφέα σφῶν οἷα πονηρόν ὡσανεί προήγγειλεν)˙ ἅ τοίνυν αὖθις ἐκ τῶν μετά χεῖρας ἡμῖν αὐτοῦ συγγραμμάτων ἀναφαίνεται κακῶς φρονῶν, κατ᾿ οὐδέν ἀπάδει τῶν περί αὐτοῦ προειρημένων ἐκείνων. Ἔχει γάρ ὡς συνελόντα φάναι τοσαύτην κακονοίας ὑπερβολήν, ὡς τούς μέν προφήτας ὑπό δαιμόνων ἐνεργεῖσθαι δεικνύναι, τούς δέ κατά τό τοῦ Θεοῦ εὐαγγέλιον πολιτευσαμένους ἁγίους τοῖς αἱρετικοῖς συντετάχθαι, τήν δέ προφητῶν καί ἀποστόλων καί τῶν κατ᾿ αὐτούς ἀρετήν κακίαν εἶναι καί οὐκ ἀρετήν ἀποφαίνεσθαι. Ἆρά τις γέγονεν ἐξ αἰῶνος τοῦ τοιούτους συντιθέντος λόγους κακοδοξότερος; Ἆρά τις δυνήσεται νεμεσῆσαι τῷ πρός τόν τοιαῦτα συγγραφόμενον ἀντιλέγοντι; Ἆρά τινι μετά τῶν ἁγίων ἔσται μερίς τά τοιαῦτα συγγράμματα στέργοντι καί κατηγοροῦντι τῶν μή ταῦτα στεργόντων; Τί γάρ εἰ μή φανερῶς ἐστιν ἅ λέγει τούτων, ἀλλ᾿ ἐξ ὧν λέγει συνάγεται; Τοιαῦτα τά βαθέα τοῦ σατανᾶ, τά τοῦ πονηροῦ μυστήρια, ἅ τοῖς ὑπέχουσιν αὐτῷ τά ὦτα ψιθυρίζει, (σελ. 696) οὐ χαλῶν καί ὑπεκλύων τόν τόνον τῆς φωνῆς, ἀλλά τό βλαβερόν ὑποκρύπτων τοῦ νοήματος. Ἡμεῖς δ᾿ ὅπως ἕκαστον τῶν εἰρημένων κατασκευάσαι πειρᾶται, διά βραχέων ἐνταῦθα φανερώσομεν, καί πρῶτον διά τίνων δαιμονιώδεις, φεῦ, τούς ἐνθέους προφήτας δείκνυσιν ὁ λόγος αὐτῷ. Τάς ὁράσεις τούτων χείρους εἶναι νοήσεως κατασκευάζει καί ἀποφαίνεται ὡς φαντασίας οὔσας, εἰ καί αἰσθητάς, ἵνα τήν γνῶσιν ὑπερέχουσαν τούτων ἐπιδείξῃ˙ εἶτα προϊών αὐτός φησι πάλιν «ἐμπαθῆ τυγχάνειν ἤ δαιμονιώδη νοῦν, ὅς ἄν ἐνεργοίη κατά χείρω νοήσεως ἐνέργειαν». Ἐπεί τοίνυν οἱ προφῆται νῷ ἐώρων («οὐ γάρ αἰσθητή τις», φησίν ὁ μέγας Βασίλειος, «ἡ τῶν προφητῶν ὅρασις, ἀλλ᾿ ὑπό τοῦ νοῦ κατανοουμένη, τοῦ Θεοῦ φωτίζοντος αὐτόν»˙ καί πάλιν, «προεώρων οἱ προφῆται τά μέλλοντα, τυπούμενοι τῷ Πνεύματι τό ἡγεμονικόν»), εἰ γοῦν νῷ ἐν Πνεύματι ἑώρων οἱ προφῆται, «ἐνεργείᾳ δέ χείρονι νοήσεως», ὡς οὗτος εἶπεν, αὕτη δέ δαιμονιώδης, ὅταν μή περί χρήματα καί τάς κάτω ἡδονάς καί δόξας ἐνεργῇ, ἆρ᾿ οὐ κατά τόν τά τοιαῦτα λέγοντα δαιμονιώδης ἡ θεία ὅρασις ἐκείνη; Τί δέ τό θεῖον Πνεῦμα καί τό φῶς ἐκεῖνο, τό τήν ὅρασιν ταύτην ἐμποιοῦν; Ἀλλά τρέποιτο ἐπί τήν κεφαλήν τό τοιοῦτο βλάσφημον τοῦ τοιούτους λόγους συντιθέντος, μᾶλλον δέ καί τῆς αὐτοῦ κεφαλῆς διαπεσόν ὡς πορρωτάτω γένοιτο, πρός τό μή ὄν χωρῆσαν, μετάμελον λαβόντος καί μεταμαθόντος τήν ἀλήθειαν. Πόθεν δή τῷ τηλικούτῳ βόθρῳ περιέπεσεν; ἔροιτό τις ἄν. Ἐπεί λόγῳ καί φιλοσοφίᾳ φυσικῇ τά ὑπέρ λόγον τε καί φύσιν ἐξερεύνησεν, ἀπειθήσας τοῖς πατράσι λέγουσιν, «οὐ δυνατόν ἑρμηνευθῆναι λόγῳ τόν τρόπον τῆς προφητικῆς ὄψεως, ἀλλ᾿ ἐκεῖνος μόνον οἶδε σαφῶς, ὁ τῇ πείρᾳ μαθών˙ εἰ γάρ φύσεως ἔργα καί πάθη πολλάκις οὐδείς ἄν παραστήσειε (σελ. 698) λόγος, πολλῷ μᾶλλον τῆς τοῦ Πνεύματος ἐνεργείας», ὅ καί τοῖς μετά Χριστόν ἁγίοις ἴδοι τις ἄν πολλαχοῦ μαρτυρούμενον. Τοῦτο τοίνυν τούτων οὕτω λεγόντων, αὐτός φησι Μασσαλιανούς εἶναι τούς πείρᾳ δεῖν γινώσκειν ἤ πείρᾳ ἐγνωκέναι τά τοιαῦτα λέγοντας. Οὐκοῦν αὐτός ὡς ἐκ γεωμετρικοῦ πορίσματος ἀναφαίνεται, πεῖραν μυστηρίου θείου ἤ Πνεύματος ἁγίου ἐνεργείας οὐδ᾿ ἡστινοσοῦν λαβών˙ οὐ γάρ ἄν Μασσαλιανόν ἑαυτόν ἀνεκήρυττεν. Εἰ γοῦν ὁ πεῖρᾳ μαθών μόνος οἶδε τάς ἐνεργείας τοῦ Πνεύματος, αὐτός δέ πείρᾳ οὐκ ἔγνωκε καί τούς πείρᾳ γνόντας οὐδαμῶς παραδέχεται, τίς ἔτ᾿ ἄμφιγνοήσει μή ψευδολογίαν εἶναι πᾶσαν τήν περί τῆς θεοποιοῦ τοῦ Πνεύματος ἐνεργείας αὐτῷ γεγενημένην ἀδολεσχίαν, καί ταῦτα κατά τῶν ἐν πείρᾳ ταύτης γεγονότων ἐξενηνεγμένην αὐτῷ, μηδαμῶς εἰδότι μήτε ἅ λέγει, μήτε περί τίνων διαβεβαιοῦται; «Γλυκύτητα γάρ μέλιτος ἀναγγελεῖ τοῖς μή γευσαμένοις;», ἡ παροιμία φησίν˙ οἱ δέ μή γευσάμενοι, πῶς ἀναγγελοῦσιν; εἰπέ μοι˙ εἰ δέ καί τοῖς γευσαμένοις ἀντιλέγοιεν, ἆρ᾿ οὐ μετά τοῦ ψευδόμενοι δῆλοι πεφηνέναι καί γέλωτα ὀφλήσουσιν ἔσχατον; Πολλῷ μέντ᾿ ἄν εἴη ψευδηγόρος καί καταγέλαστος μᾶλλον ὁ περί τάς ὑπερφυεῖς ἐνεργείας τοῦ Πνεύματος τοιαῦτα τερατευόμενος καί κατά τόν ἀπόστολον «ἅ μή ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπό τοῦ νοός τῆς σαρκός αὐτοῦ». Ἤρκει μέν οὐ τουτί μόνον, οὐ μόνον ψευδογράφον αὐτόν ἀπελέγξαι, πρός δέ τούτῳ καί τοῖς αἱρετικοῖς τούς ἁγίους συντάττοντα (καί γάρ ἐκείνων ἐστι λόγος «μόνον εἰδέναι σαφῶς τόν πείρᾳ μαθόντα» τάς ἐνεργείας τοῦ Πνεύματος, ὁ δέ τούς τοῦτο λέγοντας αἱρετικούς εἶναι διισχυρίζεται)˙ τουτί μέν οὖν ἤρκει καί τῶν μετά Χριστόν ἁγίων κατήγορον αὐτόν ἀπελέγξαι˙ τῷ δέ οὐκ (σελ.700) ἀπέχρησεν, ἀλλά καί δευτέρᾳ καί τρίτῃ καί ἔτι πλείστοι κατ᾿ αὐτῶν, μᾶλλον δέ καθ᾿ ἑαυτοῦ μεθόδοις ἐχρήσατο. Τῶν γάρ ἁγίων έν τοῖς καθ᾿ ἑαυτούς συγγράμμασιν ἔστιν οὗ πρός ἀλλήλους δοκούντων διαφωνεῖν, αὐτός ποτέ μέν τούτου, ποτέ δέ ἐκείνου ρήσει προσθέμενος, δι᾿ ἐκείνης τοῖς ἄλλοις ἀναιδῶς ἐπιτίθεται καί ἐκκηρύκτους καί ἀποβλήτους ποιεῖται παντάπασιν ὡς καί ἀφορισμοῖς ὑποβάλλειν καί ἀναθέμασιν. Οὕτω τόν Νύσσης θεῖον Γρηγόριον μήτ᾿ ἐκτός μήτ᾿ ἐντός εἶναι τοῦ σώματος λέγοντα τόν νοῦ διά τό ἀσώματον τοῖς ἄλλοις ἐπεστράτευσεν ἁγίοις, ὅσοι ἐν τῇ καρδίᾳ τόν νοῦν εἰρήκασι, καί ὡς ἀντιτεταγμένους τῇ ἀληθείᾳ τοῖς αἱρετικοῖς εὐθύς ἐνηρίθμησεν. Ἡμεῖς δ᾿ αὐτούς συμφώνους ἀλλήλοις κἀν τούτῳ, καί ἡμᾶς αὐτούς αὐτοῖς, ἔν τε τῷ Ἀγιορειτικῷ κατά τῶν φρονούντων τά τοιαῦτα Τόμῳ κἀν τῷ Περί Προσευχῆς δευτέρῳ λόγῳ τρανῶς ἀπεδείξαμεν. Ἀλλ᾿ αὖθις αὐτόν τόν Νύσσης ὅπως τοῖς αἱρετικοῖς συνέταξεν ἄκουσον˙ εἰπόντα γάρ περί τοῦ πρωτομάρτυρος Στεφάνου ὡς «οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καί δυνάμει μένων τό θεῖον βλέπει, ἀλλά πρός τήν τοῦ ἁγίου Πνεύματος χάριν ἀνακραθείς, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι τά ὅμοια παρά τῆς Γραφῆς μεμαρτύρηται˙ εἰ γάρ ἀνθρωπίνῃ φύσει ἡ τοῦ Πατρός καί τοῦ Υἰοῦ δόξα χωρητή κατέστη, ψευδής ὁ ἀχώρητον ἀποφηνάμενος εἶναι τό θέαμα˙ ἀλλά μήν οὐδέ ἐκεῖνον ψεύδεσθαι καί τήν ἱστορίαν ἀληθεύειν ἐπάναγκες»˙ ταῦτα τοῦτον ἐν τῷ πρός τόν θεῖον Στέφανον ἐγκωμίῳ σαφῶς εἰπόντα, πολυτρόπως τοῖς αἱρετικοῖς ἐγκρίνει τόν ἅγιον διά τε τήν χάριν καί τήν ἀνάκρασιν (οὐ γάρ ἀσφαλῶς συνορᾷ τῶν λεγομένων τήν δύναμιν), μάλιστα δέ πάντων ἐξοστρακίζει τοῦ χοροῦ τῶν ὀρθοδόξων τόν ταῦτ᾿ εἰπόντα, Μασσαλιανόν καί Βλαχερνίτην ἐπί διαβολῇ προσαγορεύσας διά τήν ὅρασιν, ἀντιτάξας αὐτῷ τούς ἀόρατον εἶναι τόν Θεόν λέγοντας. (σελ. 702) «Τί δέ», φησίν, «ὅτι ὑπέρ ἄνθρωπον ὁ ἄνθρωπος γεγονώς, ὁρᾷ τόν Θεόν; ἄγγελος γάρ γένοιτ᾿ ἄν, ἀλλ᾿ ὁ κράτιστος τῶν παρ᾿ ἡμῖν θεολόγων ἀποδεῖ τοῦ τῶν ἀγγέλων ἐσχάτου˙ εἰ δέ καί ἄγγελον γενέσθαι δοίημεν», φησίν, «ἀλλ᾿ οὐδέ ἄγγελοι τήν οὐσίαν ὁρῶσι τοῦ Θεοῦ». Πρός ὅν ἄν τις φαίη δικαίως, “ἀγγέλων πονηρῶν παίδευμα˙ καί γάρ ἐκεῖθεν μυηθείς τῶν ἁγίων κατήγορος γέγονας”. Ἀλλ᾿ οὐδ᾿ ὅταν ὁ βασιλεύς ἐθελήσῃ τῆς κατά πρόσωπον ὁμιλίας ἀξιῶσαι τόν στρατιώτην, στρατηγός ἄν εἴη δι᾿ αὐτό πάραυτα, οὐδ᾿ ὅτι ἐγγύτερος τότε παρίσταται, παρά τοῦτο τό τοῦ ἀρχισρατήγου σχῆμα παρήνεγκεν. «Ἀλλ᾿ οὐκ ἔνι», φησίν, «εἰ μή δι᾿ ἀγγέλου τόν Θεόν ἀνθρώπῳ συντυχεῖν˙ δι᾿ ἀγέλλων γάρ ἱεραρχούμεθα». Τί ποιεῖς, ἄνθρωπε; Ἀνάγκας ἐπιτίθῃς τῷ καί τῶν ἀναγκῶν δεσπότῃ, τῷ καί ταύτας ἡνίκ᾿ ἄν ἐθέλῃ λύοντι, ἐνίοτε δέ καί μετασευάζοντι τελέως; Εἰπέ δή μοι˙ τίς ἦν ἀγγέλων ὁ τῷ Μωϋσῇ εἰπών, «ἐγώ εἰμι ὁ ὤν, ὁ Θεός Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ», εἰ μή ὁ τοῦ Θεοῦ Υἱός, ὡς καί Βασίλειος ὁ μέγας λέγει; Τί δέ ἐστι τό ἐν τῇ τοῦ Ἰσραήλ Ἐξόδῳ γεγραμμένον ὅτι «ἐλάλησε κύριος πρός Μωσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρός τόν ἑαυτοῦ φίλον»; Τῷ δέ Ἀβραάμ ὁ ὁμιλῶν, ἡνίκα «ὤμοσε καθ᾿ ἑαυτοῦ», εἴγε ἄγγελος ὑπῆρχε, πῶς ὁ ἀπόστολός φησιν ὡς «οὐκ εἶχε κατ᾿ οὐδενός μείζονος ὀμόσαι»; Εἰ δ᾿ ἐπί τῆς νομικῆς σκιᾶς αὐτός ὁ Θεός εὐδόκησεν ὁμιλῆσαι τοῖς πατράσι, πῶς, τῆς ἀληθείας ἐκφανείσης καί τοῦ τῆς χάριτος νόμου τρανωθέντος, καθ᾿ ὅν οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ᾿ αὐτός ὁ Κύριος ἔσωσεν ἡμᾶς καί αὐτό τό Πνεῦμα τοῦ Θεοῦ πᾶσαν τήν ἀλήθειαν ἐδίδαξεν ἡμᾶς, οὐκ ἐμφανισθήσεται δι᾿ ἑαυτοῦ τοῖς ἁγίοις ὁ Θεός; Ἤ γενέσθαι μέν ἄνθρωπος δι᾿ ἡμᾶς οὐκ ἀπηξίωσε καί σταυρόν ὑπέστη καί θάνατον ὑπέρ ἡμῶν, καί ταῦτα ἀσεβῶν (σελ. 704) ὄντων ἔτι κατά τόν ἀπόστολον, ἀνθρώπῳ δέ ἀμέσως ἀπαξιώσει καί ἐνοικῆσαι καί ἐμφανισθῆναι καί ὁμιλῆσαι, καί τοῦτ᾿ οὐκ εὐσεβεῖ μόνον, ἀλλά καί ἡγιασμένῳ καί διά τῆς τῶν θείων ἐντολῶν τηρήσεως προκαθηραμένῳ σῶμά τε καί νοῦν, καί τοῦ πάντα δυναμένου Πνεύματος ὄχημα καί ζεῦγος εὐθυές ταῦτ᾿ ἐξειργασμένῳ; Τοῦτο δή καί αὐτός ὁ Νύσσης θεῖος Γρηγόριος ἀποδεικνύς, μετά τό μνησθῆναι τῆς οὐρανίου καί ὑπερφυοῦς ἐκείνης τοῦ Στεφάνου θεωρίας, «ἆρα», φησίν, «ἀνθρωπίνης φύσεως ἦν τό κατόρθωμα; Ἆρά τινος τῶν ἀγγέλων πρός τό ὕψος ἐκεῖνο τήν κάτω κειμένην φύσιν ἀναβιβάσαντος; Οὐκ ἔστι ταῦτα˙ οὐ γάρ οὕτω γέγραπται, ὅτι Στέφανος τῇ δυνάμει πολύς ἤ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἅ εἶδεν, ἀλλ᾿ ὅτι Στέφανος πλήρης ὤν Πνεύματος ἁγίου εἶδε τήν δόξαν τοῦ Θεοῦ καί τόν μονογενῆ τοῦ Θεοῦ. Οὐ γάρ ἔστι, καθάπερ ὁ προφήτης εἶπε, τό φῶς ὀφθῆναι μή ἐν φωτί καθορώμενον. Ὅρασιν οὖν ἐνταῦθ᾿ εἶπε χωρητήν διά Πνεύματος, ἀλλ᾿ οὐχί γνῶσιν, καί τό «οὐδείς ἑώρακε Θεόν»˙ ἐπί ταύτης τῆς σημασίας ἐκλαβόμενος καί διαπορητικῶς ἀντιθείς τῇ πνευματικῇ τοῦ Στεφάνου θεωρίᾳ, τήν λύσιν ἐπήνεγκε κάλλιστά τε καί εὐσεβέστατα. Πρός δέ τούτοις οὐδέ τήν οὐσίαν εἶπε χωρητήν ἤ ὁρατήν, ἀλλά τήν δόξαν τοῦ Πατρός καί τήν χάριν τοῦ Πνεύματος. «Ἀλλ᾿ ἐγώ», φησί, «τήν χάριν καί τήν δόξαν ταύτην ὑπερφυῆ καί ὁμοίαν ἀκούων τῷ Θεῷ, ”τῷ γάρ ὁμοίῳ”, φησί, “καθορᾶται τά ὅμοια”, διό καί, ἄκτιστον οὖσαν καί ἄναρχον, οὐσίαν ταύτην εἶναι λέγω τοῦ Θεοῦ». Καί οὐ δύναται εἶναι, ὦ τῶν ἁγίων ἀντικείμενε θεολόγε (λήσεις γάρ εὖ ἴσθι τούς εἰδότας οὐδαμῶς, εἰ καί τά ὀνόματα κρύπτων τήν ἁγίαν τῶν ἁγίων διάνοιαν ὡς ἀλλοτριόφρονός τινος προτείνεις περιέργως), οὐ δύναται τοίνυν ἐνέργεια Θεοῦ ὑπερφυής, ἄναρχός τε καί ἄκτιστος ὑπάρχειν καί διά τό τόν Θεόν ὅλον φανεροῦν (σελ. 706) δι᾿ ἑαυτοῖς τοῖς ὑπερφυῶς ἐν Πνεύματι ὁρῶσιν ὁμοία τῷ Θεῷ; «Ἄπαγε», φησίν˙ «ἕν γάρ ἄκτιστόν τε καί ἄναρχον, ἡ οὐσία τοῦ Θεοῦ˙ πᾶσα δέ ἐνέργεια αὐτοῦ κτιστή». Τῆς ἀσεβείας ἤ γάρ οὐκ ἔχει φυσικάς καί οὐσιώδεις ἐνεργείας ὁ Θεός καί ἄθεός ἐστιν ὁ τοῦτο λέγων (τοῦτο γάρ ἄντικρυς, φησίν, ὅτι οὐκ ἔστι ὁ Θεός, οἱ γάρ ἅγιοι πατέρες φανερῶς λέγουσι, κατά τόν Θεῖον Μάξιμον, μήτε εἶναι μήτε γινώσκεσθαι χωρίς τῆς οὐσιώδους αὐτῆς ἐνεργείας τήν οἱανδήποτε φύσιν), ἤ οὖν οὐκ εἰσίν οὐσιώδεις καί φυσικαί θεῖαι ἐρνέργεαι καί οὐδέ Θεός ἐστι λοιπόν, ἤ εἴπερ εἰσίν ἐνέργειαι θεῖαι, φυσικαί καί οὐσιώδεις, κτισταί δέ εἰσιν αὗται, κτιστήν ἔσται καί ἡ ταύτας ἔχουσα οὐσία τοῦ Θεοῦ˙ ἧς γάρ οὐσίας τε καί φύσεως αἱ φυσικαί καί οὐσιώδεις ἐνέργειαι κτισταί, καί αὐτή ἡ ταύτας ἔχουσα φύσις καί οὐσία κτιστή καί ἔστι καί γινώσκεται. Εἰπέ δή μοι˙ πόθεν ἐν δυσίν ἐνεργείαις καί φύσεσιν ἔγνωμεν Χριστόν, εἰ μή αἱ τοῦ Θεοῦ φυσικαί ἐνέργειαι ἄκτιστοί εἰσι; Πόθεν δέ καί ἐν δυσί θελήσεσι γινώσκομεν αὐτόν, εἰ μή καί ὁ Θεός θέλησιν εἶχε φυσικήν καί θείαν; Τί οὖν τό τοῦ Θεοῦ θέλημα, οὐχί φύσεώς ἐστιν ἐνέργεια Θεοῦ; Ἆρ᾿ οὖν κτιστόν ἐστι τό τοῦ ἀκτίστου θέλημα; Ἆρα δέ καί ὑπό χρόνον καί ἀρχήν ἐστι καί θέλησιν ἔσχεν, ἥν οὐκ εἶχε πρό αἰώνων; Τί οὖν; Ἀναγκασθείς ἤ μεταβουλευθείς; Οὕτω ταῖς καινοφωνίαις ὁ ταλαίπωρος οὗτος, οὐ τῇ θείᾳ φύσει μόνον ἀλλά καί τῇ διά σαρκός ἐπιδημίᾳ τοῦ σωτῆρος ἐπηρεάζει καί χριστιανοκατήγορος ἐθέλων εἶναι τοῦ χριστιανῶν εὐσεβοῦς πληρώματος ἑαυτόν ἐξέβαλε, μονοφυσίτης τε καί μονοθελήτης καί τῶν πώποτε ἀναφανέντων χείρων ὑπό τῶν οἰκείων λόγων ἐξελεγχθείς. Εἰ γάρ πᾶσα ἐνέργεια Θεοῦ, χωρίς τῆς τά πάντα πρώτως ἐνεργούσης οὐσίας τοῦ Θεοῦ, κατά τούς ἐκείνου λόγους, χρονικήν ἔσχεν ἀρχήν, καί κτιστή ἐστιν ἐξ ἀνάγκης πᾶσα ἐνέργεια Θεοῦ˙ λοιπόν οὐκ εἶχεν ὁ Χριστός κτιστάς καί ἀκτίστους ἐνεργείας φυσικῶς, (σελ. 708) ἀλλά κτιστάς μόνον, μιᾶς ἄρα ἐνεργείας ἦν καί ταύτης οὐ θείας, ὡς οἱ κακόδοξοι ἐκεῖνοι ἔλεγον, ὑπό γάρ τό κτιστόν ἅπασαί εἰσιν˙ εἰ δέ μιᾶς ἦν ἐνεργείας καί μιᾶς φύσεως ἐξ ἀνάγκης ἦν, καί ταύτης αὖθις οὐ θείας, κατά τούς πάλαι ποτέ μονοφυσίτας, ἀλλά κτιστῆς˙ ἧς γάρ φύσεως ἡ ἐνέργεια κτιστή, ἄκτιστος αὐτή οὐκ ἔστι. Πρός δέ, εἰ μή ἀνάρχους ἔχει ἐνεργείας ὁ Θεός, τούτων ὤν ἐπέκεινα, καθ᾿ ὅσον τό ἐνεργοῦν οὕτω τῶν ἐνεργουμένων ὑπερέχει, πῶς προάναρχος καί ὑπεράναρχος ἐστιν; Ὡς γάρ ὑπέρθεος οὐκ ἄν ἦν, κατά τόν μέγαν Διονύσιον, εἰ μή θεότης ἐλέγετο τό χρῆμα τοῦ θεοποιοῦ δώρου, ὁ ἀεί ἔστιν ἐκ τοῦ ἀεί ὄντος Θεοῦ κατά τόν θεῖον Μάξιμον (εἰ γάρ μή τοῦτο δοίη τις, τῆς τοῦ Θεοῦ φύσεως μεθέξουσιν οἱ θεούμενοι καί φύσει ἔσονται θεοί)˙ ὡς οὖν, εἰ μή ἡ χάρις τῆς θεώσεως ἦν, οὐκ ἄν ὑπέρθεος ἐκαλεῖτο ὁ Θεός, οὕτως οὐδέ ὑπεράναρχος κληθεί ἄν, εἰ μή, καθάπερ ὁ θεῖος Μάξιμός φησιν, «ἄναρχα ἔργα τοῦ Θεοῦ ἐστιν ἡ ἀθανασία καί ἡ ἀπειρία καί ἡ ὀντότης καί ὅσα περί τόν Θεόν οὐσιωδῶς θεωρεῖται». Πῶς δέ καί κατά μέθεξιν τῆς τοιαύτης χάριτος, κατά τόν αὐτόν ἅγιον, ἄναρχος γίνεται ὁ ἄνθρωπος, καθάπερ ὁ Μελχισεδέκ, «μήτε ἀρχήν ἡμερῶν μήτε ζωῆς τέλος» ἐσχηκέναι μαρτυρούμενος, καί πᾶς ὁ κατά Παῦλον τήν τοῦ ἐνοικήσαντος λόγου ζῶν θείαν καί ἀΐδιον ζωήν, εἰ μή ἄναρχος ἡ χάρις εἴη; «Ἀλλ᾿ εἰ καί τις δοίη», φησίν, «ἀκτίστους εἶναι ἐνεργείας θείας, οὐδείς ἑώρακεν αὐτάς, εἰ μή κτισταί γεγόνασιν». Ὅτι μέν οὖν οὐδέποτε ἐκεῖναι γίνονται κτισταί, ἀλλά μόνα τά μετέχοντά ἐστι κτιστά, τῶν μεθεκτῶν προόντων ἐν Θεῷ, καί ὡς, εἰ μή τοῦτ᾿ εἴη, τῆς οὐσίας τοῦ Θεοῦ τά κτίσματα μεθέξουσιν, ὅ παντός μᾶλλον ἄτοπόν ἐστι, τοῦτο μέν οὖν ἀφῶμεν νῦν. Ἀλλ᾿ οὐδέ τά πόρρω ὡς ὑπ᾿ ὀφθαλμούς ἡμεῖς (σελ. 710) ὁρῶμεν, οὐδέ τά μέλλοντα ὡς ἐνεστῶτα, οὐδέ τό περί ἡμῶν θέλημα τοῦ Θεοῦ, εἰ μή ἐκβαίη, γινώσκομεν ἡμεῖς, οἱ δέ προφῆται καί τήν ἐν Θεῷ πρό τῶν αἰώνων ἐνυπάρχουσαν ἐγνώκασι βουλήν, μήπω ἀποτελεσθεῖσαν. Οὕτω καί οἱ ἔκκριτοι τῶν μαθητῶν, καθάπερ ἀκούεις ψάλλουσαν τήν Ἐκκλησίαν, εἰ μή ἐκκεκώφηται τά ὦτα, τήν οὐσιώδη τοῦ Θεοῦ καί ἀΐδιον εὐπρέπειαν εἶδον ἐν Θαβώρ, οὐ τήν ἀπό τῶν κτισμάτων δόξαν τοῦ Θεοῦ, ὡς αὐτός χαμαιζήλως ὑπείληφας, ἀλλ᾿ αὐτήν τήν ὑπέρφωτον τοῦ ἀρχετύπου κάλλους λαμρπότητα, αὐτό τό ἀνείδεον εἶδος τῆς θεϊκῆς ὡραιότητος, δι᾿ οὗ θεουργεῖται καί τῆς πρός πρόσωπον θείας ὁμιλίας καταξιοῦται ὁ ἄνθρωπος, αὐτήν τήν ἀΐδιον καί ἀδιάδοχον βασιλείαν τοῦ Θεοῦ, αὐτό τό ὑπέρ νοῦν καί ἀπρόσιτον φῶς, φῶς οὐράνιον, ἄπλετον, ἄχρονον, ἀΐδιον, φῶς ἀπαστράπτον ἀφθαρσίαν, φῶς θεοῦν τούς θεουμένους˙ αὐτήν γάρ εἶδον ἥν καί ἔνοικον ἐσχήκασιν ὕστερον τήν χάριν τοῦ Πνεύματος˙ μία γάρ χάρις Πατρός Υἱοῦ καί Πνεύματος, ἥν εἰ καί σωματικοῖς εἶδον ὀφθαλμοῖς, ἀλλά διανοιγεῖσιν, ὡς ἐκ τυφλῶν γενέσθαι βλέποντας, κατά τόν ἐκ Δαμασκοῦ θεῖον Ἰωάννην, καί ἰδεῖν τό ἄκτιστον ἐκεῖνο φῶς, ὅ κἀν τῷ μέλλοντι αἰῶνι τοῖς ἁγίοις μόνοις ἀκαταλήκτως ἔσται θεατόν, κατά τούς ἁγίου Διονύσιόν τε καί Μάξιμον. Ὁρᾷς ὅτι τάς κτιστῇ δυνάμει ἀοράτους ἐν τῷ Θεῷ θείας ἐνεργείας οἱ ἅγιοι διά τοῦ Πνεύματος, ὑπεραναβάντες ἑαυτούς, ὁρῶσιν; «Ὁ γάρ ἀξιωθείς», φησίν, «ἐν τῷ Θεῷ γενέσθαι, πάντας εἴσεται τούς ἐν αὐτῷ τῶν ὄντων προϋφεστῶτας λόγους καθ᾿ ἁπλῆν τινα καί ἀδιαίρετον γνῶσιν»˙ καί πάλιν, «τήν ψυχήν πρός ἑαυτήν καί τόν Θεόν συναχθεῖσαν, οὐκ ἔσται ὁ εἰς πολλά καί κατ᾿ ἐπίνοιαν αὐτήν ἔτι διαιρῶν λόγος, τῷ πρώτῳ καί μόνῳ καί ἑνί λόγῳ τε καί Θεῷ κατεστεμμένην (σελ. 712) τήν κεφαλήν, ἐν ᾧ κατά μίαν ἀπερινόητον ἁπλότητα πάντες οἱ τῶν ὄντων λόγοι ἑνοειδῶς προϋφεστήκασιν, ᾧ ἐνατενίζουσα οὐκ ἐκτός αὐτῆς ὄντι, ἀλλ᾿ ἐν ὅλῃ ὅλῳ καθ᾿ ἁπλῆν προσβολήν, εἴσεται καί αὐτή τούς τῶν ὄντων λόγους, δι᾿ οὕς τυχόν πρίν νυμφευθῆναι τῷ Λόγῳ καί Θεῷ, ταῖς διαιρετικαῖς ὑπήγετο μεθόδοις». Ὁρᾷς ὡς οὐ καθ᾿ ἡμᾶς ὁρῶσιν οἱ ἐν Θεῷ γενόμενοι καί θεωθέντες καί πρός αὐτόν ἐνθέως ἀτενίζοντες; Αἰσθήσει γάρ τά ὑπέρ αἴσθησιν καί νῷ τά ὑπέρ νοῦν ὁρῶσι θαυμασίως, ταῖς ἀνθρωπίναις ἕξεσιν ἐγγινομένης τῆς τοῦ Πνεύματος δυνάμεως, δι᾿ ἧς ὁρῶσι τά ὑπέρ ἡμᾶς. Ἡμῶν οὖν τῇ αἰσθήσει συναπτόντων ἀεί τό ὑπέρ αἴσθησιν, ὡς μετά τοῦ ὑπερφυοῦς καί τό ὑπερώνυμον δειχθῆναι τῆς ὁράσεως ἐκείνης, διαιρῶν σοφιστικῶς ὁ τῆς κακίας σοφιστής οἴεταί τι καθ᾿ ἡμῶν λέγειν καί τούς παιδαριώδεις τήν διάνοιαν ἐξαπατᾷ, καταφλυαρῶν τῶν αἰσθητόν τάχα τό θεῖον οἰομένων, ὥσπερ ἄν εἴ τις τῶν οὐσίαν ἔχειν τόν Θεόν φατε, ἤ τῶν καθόλου τί ἐστι ψιλῇ μόνῃ ἐπινοίᾳ θεωρούμενον καί οὐκ ἔστιν ἀληθῶς, ἤ τι τῶν ἀτόμων. Πρός ὅν ἄν εἶπον ὅπερ καί ἡμεῖς πρός τόν φερωνύμως λατινέλληνα δικαίως τοῦτον, ὡς “ἔοικας οὕτω τῶν περί Θεοῦ λόγων ἐπαΐειν ὡς βοῦς καί ὄνος τῶν ᾀδόντων”. Οὕτω γάρ τό παρ᾿ ἡμῶν πνευματικόν καί ὑπέρ νοῦν λεγόμενον ὡς αἰσθητόν λεγόντων παρακούων ἡμῶν κατηγορεῖς, καί, διαφορωτάτου ὄντος τοῦ κατ᾿ αὐτόν τοῦ καθ᾿ αὑτό, ὡς ταὐτοῦ αὐτός ἀκούεις καί τῶν περί Θεόν ὅσοι φυσικά κατ᾿ αὐτόν ἡγῇ. «Ἀλλ᾿ οὐδενός», φησίν, «ἔσται διαφέρων ὁ Θεός τῶν ὁρωμένων, εἰ ἐκ τῶν περί αὐτόν ὁρᾶται˙ καί γάρ ἕκαστον τούτων οὐκ ἐκ τῶν κατ᾿ αὐτό, ἀλλ᾿ ἐκ τῶν περί αὐτό ἐστιν (σελ. 714) ὁρώμενον˙ ἡλίου γάρ οὐ τῆς οὐσίας ἀντιλαμβάνεται ἡ ὄψις, ἀλά τῶν περί αὐτήν». Πρῶτον έν οὖν ἀπό τοῦ σοί προτεθέντος παραδείγματος συκοφάντης ἑκών ἀναφαίνῃ τοῦ Θεοῦ καί τῶν ἁγίων αὐτοῦ˙ ἥλιος γάρ καί ἡ ἀκτίς καί ὅθεν ἡ ἀκτίς καλεῖται, καί οὐ δύο παρά τοῦτο ἥλιοι˙ τοιγαροῦν εἷς Θεός, εἰ καί ἡ ἐκ Θεοῦ θεοποιός θεολογεῖται χάρις, καί τῶν περί τόν ἥλιόν ἐστι τό φῶς, οὔκουν οὐσία τοῦ ἡλίου. Πῶς οὖν οὐσία Θεοῦ τό ἐκ Θεοῦ τούς ἁγίους ἐπιλάμπον φῶς; Τί δέ τό τοῦ ἡλίου φῶς; Ὁρώμενον γίνεται ἤ καί πρό τοῦ ὁρᾶσθαι ἦν; Πολλῷ μᾶλλον δήπουθεν τό θεουργοῦν τούς θεωμένους φῶς. Ἔπειτα, εἰ μηδέν παρά τοῦτο μηδενός τῶν ὁρωμένων διαφέρει ὁ Θεός, πῶς ἆραί σοί τε καί τοῖς κατά σέ, μᾶλλον δέ καί τοῖς πολλῷ σου κρείττοσιν ἀνθρώποις, οὐχ ὁρᾶται; Οἱ σοί τοίνυν ὀφθαλμοί, τυφλοί ὄντες πρός τό τοῖς ἁγίοις φῶς ἐποπτευόμενον, καί τό σόν στόμα ἐμφραξάτωσαν, τοιαῦτα εἰς τό θεῖον φῶς ἐκεῖνο βλασφημοῦν, διδάξαντες ὡς οὐ φυσικόν, οὐδέ δι᾿ ἀέρος ἐκεῖνο ὁρατόν. Ὅ διαβεβαιούμενος αὐτός, οὐδέ τόν μέλλοντα αἰῶνα ἀνεπηρέαστον ἀφῆκας˙ τῶν θεηγόρων γάρ σαφῶς λεγόντων ὡς οὐκ ἀέρος καί τοῦ δι᾿ αὐτοῦ φωτός τότε δεησόμεθα, σύ τό μή ληπτόν αἰσθητικῇ δυνάμει τοῦτο φῶς, τήν καλλονήν τοῦ μέλλοντος καί μένοντος αἰῶνος, αἰσθητόν ἀποφαίνῃ καί δι᾿ ἀέρος καί τότ᾿ εἶναι ὁρατόν. «Ἀλλ᾿ εἰ καί πρός τό τοιοῦτο φῶς ἀκρασίαν περίκειμαι», φησίν, «ἀλλ᾿ ἀνεῳγμένα ὦτα ἔχων, τοῦ λέγοντος ἀκούω ”ὡς ἐκ τῶν περί αὐτόν νῷ μόνῳ σκιαγραφεῖται ὁ Θεός, τοσαῦτα περιλάμπων ἡμῶν τό ἡγεμονικόν, καί ταῦτα κεκαθαρμένων, ὅσα καί ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης”῾ Ὄντως ἔοικας τυφλῷ παρά του τῶν ὁρώντων περί φωτός διδασκομένῳ, ὅς, πρίν διακοῦσαι τοῦ διδάσκοντος, ὑπό τῆς ὑπερβεβαλούσης ἀπονοίας, ὡς αὐτός κρεῖττον εἰδώς τε καί διδάξων, (σελ. 716) ἐπανίσταται τῷ διδασκάλῳ. Τί γάρ προϊών φησιν ὁ θεολόγος οὗτος; «Διά τοῦτο περιλάμπει λίαν ἀμυδρῶς τῷ νῷ μόνῳ τήν ἀρχήν ὁ Θεός, ἵνα τῷ ληπτῷ μέν ἕλκῃ πρός ἑαυτόν, τῷ δέ ἀλήπτῳ θαυμάζηται, θαυμαζόμενον δέ ποθῆται πλέον, ποθούμενον δέ καθαίρῃ». Τί καθαίρει ποθούμενον; Τόν νοῦν ἆρα μόνον; Οὔ˙ καί γάρ οὗτος κατά τούς πατέρας οὐ πολλῆς σπουδῆς εἰς τό καθήρασθαι δεῖται, ρᾷδτά τε τῆς καθαρότητος πέφυκεν ἐκπίπτειν, διό καί χωρίς τοῦ θείου πόθου καθαρθείη ἄν ὡς ὁ θεολόγος οὗτος ἔδειξε, καί τοῖς εἰσαγομένοις ἡ τοιαύτη κάθαρσίς ἐστι κατάλληλος. Ὁ δέ θεῖος πόθος, πᾶσαν ἕξιν τε καί δύναμιν ψυχῆς τε καί σώματος καθαίρων καί τῷ νῷ μονιμωτέραν ἀπεργασάμενος τήν κάθαρσιν, δεκτικόν τῆς θεοποιοῦ χάριτος τόν ἄνθρωπον ποιεῖται. Διά τοῦτο τό θεῖον «παθούμενον καθαίρει, καθαῖρον δέ θεοειδεῖς ἀπεργάζεται˙ τοιούτοις δέ γενομένοις, ὡς οἰκείους ἤδη προσομιλεῖ - τολμᾷ τι νεανικόν ὁ λόγος - ὁ Θεός θεοῖς ἑνούμενός τε καί γνωριζόμενος˙ καί τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τούς γινωσκομένους». Ποῦ τό ἀμυδρόν ἐνταῦθα τῆς ἐλλάμψεως; «καθ᾿ ὅσον γάρ», φησί, γινώσκει ὁ Θεός αὐτούς, κατά τοσοῦτον ἴσως καί αὐτοί», φησί, «γινώσκουσι Θεόν». Πῶς; Οὐ διανοίας ἀμυδραῖς ἐπιβολαῖς, καθάπερ ἀρχόμενος τοῦ λόγου εἴρηκεν, ἐλλ᾿ ἐν Θεῷ Θεόν εἰδότες καί διά τῆς πρός αὐτόν ἑνώσεως θεοειδεῖς ἤδη γεγονότες καί θεοειδεῖ δυνάμει ταῖς θειοτάταις ἐπιβάλλοντες χάρισι τοῦ Πνεύματος, αἷς ἐνατενίζειν τούς μή θεοειδεῖς καί νῷ μόνῳ ζητοῦντας τά περί Θεόν ἀμήχανον. « Ἀλλ᾿ ὡς μέν τῇ θεοειδῆ τόν ἄνθρωπον ποιούσῃ χάριτι τόν Θεόν γινώσκει ὁ παθών, ἤδη γέγονε σαφές. Πόθεν δ᾿ ὅτι καί φῶς αὕτη ἐστίν εἰσόμεθα; Παρά τοῦ αὐτοῦ πάλιν ἤ καί ἄλλου του τῶν διά πείρας διδασκόντων. Παρίτω τοίνυν ἕτερος, ὡς πλείους εἶναι τούς συμμαρτυροῦντας. Εἰπών γάρ (σελ.718) ὁ θεῖος Μάξιμος τήν γενησομένην ἐπί τοῦ μέλλοντος αἰῶνος τῶν ἁγίων ἕνωσιν πρός τό τῆς θείας ἁπλότητος κρύφιον, ἐπάγει˙ «καθ᾿ ὅν τῆς ἀφανοῦς καί ὑπεραρρήτου δόξης τό φῶς ἐποπτεύοντες, τῆς μακαρίας μετά τῶν ἄνω δυνάμεων καί αὐτοί δεκτικοί γίνονται καθαρότητος». Ἀλλά πόθεν ὅτι καί θέωσις τουτί τό φῶς; Τοῦ αὐτοῦ πάλιν ἄκουσον˙ εἰπών γάρ τόν τρόπον ὡς ἐφικτόν τῆς τοῦ Θεοῦ πρός τούς θεοποιουμένους ἑνώσεως, ὡς ψυχῆς πρός σῶμα γίνεται τρόπον, ἵν᾿ ὅλος ἄνθρωπος θεωθῇ, τῇ τοῦ ἐνανθρωπήσαντος Θεοῦ χάριτι θεουργούμενος, ἐπάγει˙ «ὅλος ἄνθρωπος μένων κατά ψυχήν καί σῶμα διά τήν χάριν καί τήν ἐμπρέπουσαν αὐτῷ διόλου θείαν τῆς μακαρίας δόξης λαμπρότητα». Εἶδες ὡς λαμπρότης τοῦ Θεοῦ ἐστι τό φῶς ἐκεῖνο; Τί οὖν, ἡ λαμπρότης τοῦ Θεοῦ κτιστόν; Ἀλλά τῶν ἑξῆς ἄκουε˙ «μεθ᾿ ἥν οὐκ ἔστιν ἐπινοῆσαί τι λαμπρότερον ἤ ὑψηλότερον˙ τί γάρ θεώσεως τοῖς ἀξίοις ἐρασμιώτερον;». Ἤκουσας ὅτι ἡ λαμπρότης αὕτη θέωσίς ἐστι καί ὡς οὐδέν τοῖς ἀξιωθεῖσιν ὑψηλότερον τῆς θεωρίας ταύτης; Ἀλλά θέλεις μαθεῖν ὡς αὕτη ἐστί δι᾿ ἧς τοῖς ἀξίοις ὁ Θεός ἑνοῦται; Τῶν ἑξῆς αὖθις ἄκουσον˙ «καθ᾿ ἥν ὁ Θεός, θεοῖς γενομένοις ἑνούμενος, τό πᾶν ἑαυτοῦ ποιεῖται δι᾿ ἀγαθότητα». Τοῦτ᾿ ἄρα τό θεοποιόν ἐστι δῶρον, ὅ θεότητα καλέσας ὁ ἐξ Ἀρείου Πάγου τῶν Ἀθηνῶν φανότατος φωστήρ ἐπέκεινα ταύτης εἶναι λέγει τόν Θεόν. Ποῦ δή σοι ἡ γνῶσις καί ἡ μίμησις καί ἡ ἀφαίρεσις, δι᾿ ὧν σύ σπεύδεις ἀφαιρεὶσθαι τῶν πολλῶν καί τήν ἐκ πίστεως γνῶσιν τῆς ὑπέρ ἡμᾶς καί ὄντως θεομιμησίας; «Ἀλλ᾿ οὐχί καί ὑπέρ τό καθ᾿ ὑπεροχήν μή ὄν τόν Θεόν εἴρηκε», φησίν, «εἰ καί ὑπέρ ταύτην τήν θεότητα προσεῖπε τοῦτον». Σοί γε οὐκ εἴρηκεν, εὖ οἶδα˙ λαλεῖ γάρ οὐκ εἰς (σελ. 720) τά σά, ἀλλ᾿ εἰς ὦτα ἀκουόντων˙ ἔστι γάρ μακάριος. Ὅταν γάρ λέγῃ τόν Θεόν ὑπερουσίως ἔχειν τό ὑπερούσιον, τί γε ἄλλο λέγει ἤ ὅτι ἐπεί ὑπερούσιόν ἐτι τό καθ᾿ ὑπεροχήν μή ὄν, ὑπέρ τοῦτο ὁ Θεός ἐστιν, ὑπερουσίως ἔχων τό ὑπερούσιον; Τί δέ ὁ λέγων, μᾶλλον δέ οἱ λέγοντες, “ἕν γάρ εἰσι” κατά τήν δεσποτικήν εὐχήν καί δι᾿ ἑνός τούς ἁγίους ἅπαντας προάγομεν, τί οὖν οἱ λέγοντες τῆς καθ᾿ ὑπερουσιότητα θέωσεως ἀπείρως ἐξῃρημένον εἶναι τόν Θεόν; Τί δέ ὁ εἰπών πάσης θέσεως καί ἀφαιρέσεως ἐπέκεινα εἶναι τήν τοῦ Θεοῦ ὑπεροχήν; Ἆρ᾿ οὐχ ὑπέρ τό καθ᾿ ὑπεροχήν μή ὄν, καί ὑπέρ τήν ἄκτιστον ἀθανασίαν καί ζωήν καί ἀγαθότητά φασιν εἶναι τόν Θεόν, εἰ καί σύ τούς τοῦτο λέγοντας, πρός τό τῆς αὐτῶν ἀσφαλοῦς θεολογίας ὕψος ἀτενίζειν οὐ δυνάμενος, φεῦ τῆς τόλμης, φεῦ τῆς ἀπάτης ἥν ἐπεπόνθεις, ἀσεβεῖς τρανῶς προσείρηκας καί ἀπεκήρυξας ἅπαντας; Ἀλλ᾿ ἐκεῖνοι σοῦ καί τῆς σῆς χαμαιζήλου γνώμης καί τῆς πάντα τολμώσης γλώττης μηδένα λόγον ποιούμενοι, καί τό “ἀπειράκις ἀπείρως” ἐπί τῶν τοιούτων πάντων τῇ θείᾳ προσέθηκαν ὑπεροχῇ, κοινῇ πάσαις ἐννοίαις καί πᾶσι ρήμασιν ἄφραστον εἰδότες αὐτήν. Ἀλλά τούτων μέν ἅλις. Ὅπως δέ καί τήν ἀρετήν κακίαν οὗτος ἐποίησεν, ὡς ἐν βραχεῖ δεικτέον. Ἀπάθειαν εἶναι λέγει τήν τοῦ παθητικοῦ καθ᾿ ἕξιν νέκρωσιν. «Αἱ γάρ τούτου», φησίν, «ἐνέργειαι μάλιστα πάντων ἐκτυφλοῦσι καί κατορύττουσι τό θεῖον ὄμμα˙ δεῖ δή κατά μηδεμίαν ἑαυτοῦ δύναμιν τοῦτο ἐνεργόν ἐᾶν». Βαβαί˙ πῶς κατορύττει τό θεῖον ὄμμα τά πρός τά πονηρά μῖσος καί ἡ πρός τόν Θεόν καί τόν πλησίον ἀγάπη; Καί ταῦτα γάρ τοῦ παθητικοῦ εἰσιν ἐνέργειαι˙ ταύτῃ γάρ τῇ δυνάμει τῆς ψυχῆς ἀγαπῶμέν τε καί ἀποτρεπόμεθα, οἰκειούμεθά τε καί ἀλλοτριούμεθα˙ μετάθεσιν τοίνυν οἱ ἐρασταί τῶν καλῶν (σελ. 722) ποιοῦται τῆς δυνάμεως ταύτης ἀλλ᾿ οὐχί νέκρωσιν, οὐκ ἀκίνητον κατακλείσαντες ἐν ἑαυτοῖς, ἀλλ᾿ ἐνεργόν δείξαντες ἐν τῇ πρός τόν Θεόν καί τόν πλησίον ἀγάπῃ, αἷς δυσίν ἐντολαῖς κατά τόν τοῦ Κυρίου λόγον «ἅπας ὁ νόμος καί οἱ προφῆται κρέμανται». Εἰ δ᾿ αὕται τό θεῖον ὄμμα κατορύττουσι καί τόν κατ᾿ αὐτάς ζῶντα ἐμπαθῆ ποιοῦσι, τίς τῶν ἄλλων ἀρετῶν οὐ κακία; Τούτων μέν οὖν ἕκαστον διά τε τῶν προτέρων ἡμετέρων λόγων κἀν τοῖς νῦν ἡμῖν προτεθειμένοις ἐδείξαμεν, καταλέξαντες καί ἐξελέγξαντες καί ὅσα καθ᾿ ἡμῶν καί τῶν ἐφ᾿ ἡμῶν πατέρων ἐντεκών τοῖς οἰκείοις λόγοις προὔθηκεν, ἐγκαλλωπιζόμενοι τῷ κοινωνοί γενέσθαι τῆς πρός τούς ἁγίους ὕβρεως˙ πάντως γάρ καί τῆς εὐλογίας κοινωνήσομεν αὐτοῖς. Ἐκεῖνο μέντοι προσήκει συνιδεῖν, ὡς εἴ τις ἐθελήσειε σατανικόν οἷον σύγγραμμα τάς ἀπ᾿ αἰῶνος ἄχρι νῦν πονηράς αἱρέσεις ὀνομάσαι, κατά κεφάλαια διῃρημένον εἰς τάς ἄλλοτε ἄλλως ὑποβολαῖς ἐκείνου φυομένας, ἐπίλογον εἶναι τούτων ἁπασῶν τό τοῦ λατινέλληλος τουτί βιβλίον. Οὐδέ γάρ τῆς παλαιᾶς διαθήκης τοῦ Θεοῦ καταψευσάμενος, τῆς καινῆς ἐφείσατο, οὐδέ εἰς τήν θείαν φύσιν ἁμαρτών, τήν διά σαρκός τοῦ Θεοῦ ἐπιδημίαν εἴασεν ἀνεπηρέαστον, οὐδ᾿ εἰς τήν πνευματικήν ὑβρίσας θεωρίαν, τήν τῆς ἀρετῆς πρᾶξιν ἀδιάβλητον κατέλιπεν, οὐδέ τῷ τῶν μακαρίων ἀνδρῶν κατά τόν νῦν αἰῶνα ἐπιθέμενος ζωῇ, τοῖς τοῦ μέλλοντος αἰῶνος οὐκ ἐπέβαλε τάς χεῖρας, ἀλλά κατά παντός, ὡς εἰπεῖν, ἐχώρησε καλοῦ καί ἱεροῦ καί θείου, παρόντος τε καί παρελθόντος, ἐφ᾿ ἡμῖν τε ὄντος καί οὐκ ἐφ᾿ ἠμῖν, ἐλπιζομένου τε καί ἀρτίως ὡς ἐν ἀρραβῶνος μέρει χορηγουμένου τοῖς ἀξίοις, τοῖς τε πρό νόμου καί τοῖς μετά νόμον ἁγίοις˙ ὧν πρός ὁλίγους (σελ. 724) ἕκαστος ἐν μέρει τῶν ταῖς αἱρέσεσι προϊσταμένων ἀντετάξατο, κοινῇ πᾶσιν οὗτος ἀντιπαραταξάμενος νῦν, ἀνάπλεων πάσης δεινῆς αἱρέσεως ἐξενήνοχε σύγγραμμα, πάντας τούς ἁγίους καί πάσας σχεδόν τάς τούτων δόξας πολυτρόπως διαβάλλον, ὡς εὐχερές εἶναι προθεμένους ἡμᾶς συλλαβάς ὀλίγας ἑκάστου τῶν ἁγίων, εἶτα, τήν πονηράν ταύτην δέλτον ἐπαναγινώσκοντας, σαφέ εὐθύς ποιῆσαι πᾶσιν, ὡς αἱρετικούς καί δυσσεβεῖς, ἀθέους τε καί πολυθέους καί ἀλιτηρίους τούς αὐτάς γράψαντας οὐ παραιτεῖται καλεῖν. Εἰ μέν οὖν ἀπιστῶν τις ἡμῖν ἐνεργῶς ἐθέλει τἀληθές ἰδεῖν, ἴτω παρ᾿ ἡμᾶς καί μανθανέτω, τῶν τοιούτων συγγραμμάτων προτεθέντων φανερῶς˙ εἰ δ᾿ εὐλόγως τε καί μή, τόν τῶν ἁγίων κατήγορον στέργειν ἀποδέχεται, αὐτός τοῦ ἑαυτοῦ βαστάσει κρῖμα, ὅστις ἄν ἦ.